- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.23.1-3.23.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
盖利默悬赏利比亚农夫杀戮罗马随从,并派兵包围前来侦察的近卫侍从狄奥根尼斯,后者英勇突围脱险;与此同时,贝利撒留迅速加固并修缮了迦太基的壕沟与城墙。
Γελίμερ δὲ τότε χρήματά τε πολλὰ Λιβύων τοῖς γεωργοῖς προϊέμενος καὶ φιλοφροσύνῃ ἐς αὐτοὺς χρώμενος ἐπαγαγέσθαι πολλοὺς ἴσχυσεν.
当时,盖利默向利比亚的农夫们散发了大量钱财,并对他们施以恩惠,从而成功拉拢了许多人。
οὓς δὴ ἐκέλευσε Ῥωμαίων τοὺς ἐς τὰ χωρία περιιόντας κτείνειν, χρυσίον τακτὸν ἐπὶ φόνῳ ἑκάστῳ τῷ ἀπολοῦντι ἐπικηρύξας.
他命令这些人杀死在乡间游荡的罗马人,并向行凶者宣称,每杀一人便可获得定额的金钱。
οἱ δὲ πολλοὺς τοῦ Ῥωμαίων στρατοῦ ἔκτεινον, οὐ στρατιώτας μέντοι, ἀλλὰ δούλους τε καὶ ὑπηρέτας, οἳ δὴ χρημάτων ἐπιθυμίᾳ ἐς τὰς κώμας ἀναβαίνοντες λάθρα ἡλίσκοντο.
于是他们杀死了许多罗马军营中的人——然而并非士兵,而是那些因贪图钱财而偷偷潜入村庄、从而被捕获的奴仆和侍从。
καὶ αὐτῶν τὰς κεφαλὰς οἱ γεωργοὶ παρὰ Γελίμερα φέροντες αὐτοὶ μὲν ἔμμισθοι γενόμενοι ἀπηλλάσσοντο, ὁ δὲ στρατιώτας ἀνῃρηκέναι πολεμίους ὑπώπτευεν.
农夫们把他们的首级带到盖利默面前,各自领了赏钱便离去;盖利默则误以为被杀的是敌方的士兵。
Ἐνταῦθα τοῦ χρόνου Διογένης, ὁ Βελισαρίου δορυφόρος, ἔργα ἐπεδείξατο ἀρετῆς ἄξια. σταλεὶς γὰρ ἅμα τῶν ὑπασπιστῶν δύο καὶ εἴκοσιν ἐπὶ κατασκοπῇ τῶν ἐναντίων, ἐγένετο ἐν χωρίῳ δυοῖν ἡμέραιν ὁδὸν1 Καρχηδόνος διέχοντι.
此时,贝利撒留的近卫侍从狄奥根尼斯展现出了配称英勇的作为。他率领二十二名随从盾牌手受命前往侦察敌情,来到距离迦太基两天路程的一处村落。
τούτους δὲ τοὺς ἄνδρας ʽοὐ γὰρ οἷοί τε ἦσαν οἱ τοῦ χωρίου γεωργοὶ κτείνειν’ ἀγγέλλουσι τῷ Γελίμερι ἐνταῦθα εἶναι.
当地的农夫因无力杀死这些人,便向盖利默报告他们正停留在彼处。
καὶ ὃς τριακοσίους ἀπολεξάμενος Βανδίλων ἱππέας ἐπ’ αὐτοὺς ἔστελλε, ζῶντας ἅπαντας ἐπισκήψας παρ’ αὐτὸν ἀγαγεῖν.
盖利默遂挑选了三百名汪达尔骑兵前去对付他们,并严令务必将他们全员生擒至自己面前。
λόγου γὰρ πολλοῦ ἄξιόν οἱ ἔδοξεν εἶναι Βελισαρίου δορυφόρον ξὺν ὑπασπισταῖς δύο καὶ εἴκοσι δορυαλώτους ποιήσασθαι.
因为在他看来,能将贝利撒留的近卫侍从同二十二名盾牌手一并俘获,乃是一件极具分量的大事。
οἱ μὲν οὖν ἀμφὶ Διογένην ἐς οἰκίαν ἐσεληλυθότες τινὰ ἐκάθευδον ἐν τῷ ὑπερῴῳ, πολέμιον οὐδὲν ἐν νῷ ἔχοντες, οἵ γε μακρὰν ἀπεῖναι τοὺς ἐναντίους ἐπύθοντο.
狄奥根尼斯一行人进了一所宅院,在二楼安睡,心中毫无戒备,因为他们此前探知敌人尚在远方。
οἱ δὲ Βανδίλοι ὄρθρου βαθέος ἐνταῦθα ἐλθόντες διαφθεῖραι μὲν τὰς ἐκείνῃ θύρας ἢ εἰς τὴν οἰκίαν εἰσελθεῖν νύκτωρ ἀξύμφορον σφίσιν ᾤοντο εἶναι, δείσαντες μὴ ἐς νυκτομαχίαν ἐμπεπτωκότες αὐτοὶ μὲν σφᾶς αὐτοὺς διαφθείρωσιν, ἔξοδον δὲ πλείστοις τῶν πολεμίων ἐν σκότῳ, ἂν οὕτω τύχοι, παρέξωσιν.
然而汪达尔人在黎明前的深沉黑暗中赶到彼处,却认为在夜间破门或冲入屋内对自己不利;他们害怕一旦陷入夜战,反会自相残杀,或者在黑暗中给多数敌人以可乘之机逃脱。
ἔπρασσον δὲ ταῦτα τῆς δειλίας αὐτοῖς ἐκπλησσούσης τὸν νοῦν, παρὸν σφίσιν2 οὐδενὶ πόνῳ φέρουσί τε πυρὰ καὶ τούτων χωρὶς οὐχ ὅσον ἀνόπλους, ἀλλὰ καὶ γυμνοὺς παντάπασι τοὺς πολεμίους ἐπὶ τῶν στρωμάτων λαβεῖν.
他们之所以如此行事,是因为怯懦扰乱了他们的心智;本可毫不费力地携火,甚至无需用火,便能将敌人在床榻上捉拿,他们不仅赤手空拳,甚至毫无防备。
νῦν δὲ ἀμφὶ τὴν οἰκίαν ἅπασαν κύκλῳ καὶ διαφερόντως τὰς θύρας φάλαγγα ποιησάμενοι ἔστησαν ἅπαντες.
然而他们却在整座房屋四周、尤其是门前列成方阵,全体伫立守候。
ἐν τούτῳ δὲ τῶν Ῥωμαίων στρατιωτῶν ἑνὶ ἐξ ὕπνου ἀναστῆναι ξυνέβη, ὅσπερ τοῦ θορύβου αἰσθόμενος ὃν δὴ οἱ Βανδίλοι φθεγγόμενοί τε ἐν σφίσιν αὐτοῖς λάθρα ἐποίουν καὶ ξὺν τοῖς ὅπλοις κινούμενοι, ξυμβαλεῖν τὸ ποιούμενον ἴσχυσε, καὶ τῶν ἑταίρων ἀνεγείρας σιωπῇ ἕκαστον τὰ πρασσόμενα φράζει.
此时恰有一名罗马士兵从梦中醒来,他察觉到汪达尔人彼此低声言语以及携兵器走动所发出的声响,遂领会了正在发生的情形;他悄无声息地唤醒每一位同伴,告知眼前的危局。
οἱ δὲ Διογένους γνώμῃ τά τε ἱμάτια ἐνδιδύσκονται ἡσυχῆ ἅπαντες καὶ τὰ ὅπλα ἀνελόμενοι κάτω ἐχώρουν.
他们遵照狄奥根尼斯的决断,全体静悄悄地穿上衣裳,拿起武器,下到楼下。
οὗ δὴ τοῖς ἵπποις τοὺς χαλινοὺς ἐπιθέμενοι ἀναθρώσκουσιν ἐπ’ αὐτούς, οὐδενὶ αἴσθησιν παρεχόμενοι. παρά τε τὴν αὔλειον χρόνον τινὰ στάντες ἀνακλίνουσι μὲν ἐξαπιναίως τὰς ταύτῃ θύρας, ἐξίασι δὲ εὐθὺς ἅπαντες.
他们在楼下为战马套上辔头,悄然跃上马背,未露出丝毫动静;在庭院大门旁稍作停留后,猛然推开院门,立刻全员冲杀而出。
οἱ μὲν οὖν Βανδίλοι ἔργου ἤδη ἐπ’ αὐτοὺς εἴχοντο, ἤνυτον δὲ οὐδέν. οἱ γὰρ Ῥωμαῖοι ταῖς τε ἀσπίσι φραξάμενοι καὶ τοῖς δορατίοις ἀμυνόμενοι τοὺς ἐπιόντας σπουδῇ ἤλαυνον.
汪达尔人随即便对他们展开攻击,却一无所获;因为罗马人以盾牌护身,用短矛抵御扑上来的敌人,疾驰冲破重围。
οὕτω τε Διογένης τοὺς πολεμίους διέφυγε, δύο μὲν τῶν ἑπομένων ἀποβαλών, τοὺς δὲ λοιποὺς σώσας.
狄奥根尼斯就这样摆脱了敌人,虽然损失了随从中的两人,却保全了其余所有人。
πληγὰς μέντοι ἐν τῷ πόνῳ τούτῳ καὶ αὐτὸς ἔλαβεν ἐς μὲν τὸν αὐχένα καὶ τὸ πρόσωπον τρεῖς, ἀφ’ ὧν δὴ παρ’ ὀλίγον ἀποθανεῖν ἦλθε,3 κατὰ δὲ χειρὸς τῆς λαιᾶς μίαν, ἐξ ἧς οὐκέτι τῶν δακτύλων τὸν σμικρότατον ἐνεργεῖν ἴσχυσε. ταῦτα μὲν οὖν ὧδε γενέσθαι ξυνέβη.
然而他在这一番苦战中自己也受了伤,颈部和面部承受了三处创伤,险些因此丧命;左手上也挨了一记,致使最小的手指再也无法动弹。这些事情便是如此发生的。
Βελισάριος δὲ τοῖς τε περὶ τὴν οἰκοδομίαν τεχνίταις καὶ τῷ ἄλλῳ ὁμίλῳ χρήματα μεγάλα προτεινόμενος τάφρον τε λόγου πολλοῦ ἀξίαν ἀμφὶ τὸν περίβολον ὤρυξε κύκλῳ, καὶ σκόλοπας αὐτῇ ἐνθέμενος συχνοὺς εὖ μάλα περιεσταύρωσε.
与此同时,贝利撒留向工匠和其他民众许以重金,在城防外围挖掘了一条颇为可观的壕沟,并在其中密密插上尖桩,修筑起坚固的木栅。
καὶ μὴν καὶ τὰ πεπονθότα τοῦ τείχους4 ἐν βραχεῖ ἀνῳκοδομήσατο χρόνῳ, θαύματος ἄξιον οὐ Καρχηδονίοις μόνον, ἀλλὰ καὶ αὐτῷ Γελίμερι γεγονὸς ὕστερον.
不仅如此,他还在短时间内修复了城墙的受损部分,这不仅令迦太基人、甚至后来亦令盖利默本人惊叹不已。
ἐπειδὴ γὰρ δορυάλωτος ἐς Καρχηδόνα ἧκεν, ἠγάσθη τε ἰδὼν τὸ τεῖχος καὶ τὴν ὀλιγωρίαν τὴν αὑτοῦ πάντων οἱ ἔφη γεγονέναι τῶν παρόντων αἰτίαν. ταῦτα μὲν Βελισαρίῳ ἐν Καρχηδόνι ὄντι κατείργαστο ὧδε.
因为当盖利默作为战俘被押解至迦太基时,目睹这道城墙,叹服不已,并坦言正是自己的疏忽导致了他眼前的一切祸患。贝利撒留在迦太基期间所成就的事迹,便是在此等情形下完成的。
- 3.23.5δυοῖν ἡμέραιν ὁδὸν
δυοῖν ἡμέραιν 是表示时间的属格(时间的属格),用以修饰 ὁδόν;ὁδὸν 则是表示空间距离的外延宾格,与分词 διέχοντι 连用,意为“相距两天的路程”。
- 3.23.11παρὸν σφίσιν
此为非人称动词 πάρεστι(可能)的中性单数宾格分词构成的宾格绝对结构(accusative absolute),带有让步意味(“尽管他们本能够……”),其逻辑主语为后文的不定式 λαβεῖν。
- 3.23.18παρ’ ὀλίγον ἀποθανεῖν ἦλθε
介词短语 παρ’ ὀλίγον 为固定习语,意为“差一点”“几乎”。与 ἦλθε 及不定式 ἀποθανεῖν 连用,表示面临某种结局的紧迫状态,即“险些丧命”。
- 3.23.20τὰ πεπονθότα τοῦ τείχους
实质化的中性复数分词 τὰ πεπονθότα(遭受损害的部分)与表示整体的部分属格 τοῦ τείχους(城墙的)搭配,表示“城墙受损的部分”。
