← 普罗科皮乌斯

战史

§3.22.1-3.22.18

盖泽里克的往事与汪达尔人的末路

普罗科匹乌斯记述了盖泽里克采纳明睿老者的谏言拒绝向留守故土的同族割让土地的往事,并叙述了战败的汪达尔人的下场及其昔日的暴行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22.1

Οἱ δὲ Βανδίλοι λόγου παλαιοῦ ἀναμνησθέντες ἐθαύμαζον, ἐξεπιστάμενοι τὸ λοιπὸν ὡς ἀνθρώπῳ γε ὄντι οὔτ’ ἂν ἄπιστός τις ἐλπὶς οὔτε κτῆσις βέβαιος γένοιτο.

汪达尔人回想起一句古老的箴言,皆深感惊异,终于彻底领悟到:作为凡人,既无不可信之希望,亦无永固之财产。

§3.22.2

ὅστις δὲ ἦν οὗτος ὁ λόγος καὶ ὅντινα ἐρρήθη τρόπον, ἐγὼ δηλώσω.

此言究竟为何,又系因何而言,我将予以说明。

§3.22.3

ἡνίκα Βανδίλοι κατ’ ἀρχὰς τῷ λιμῷ πιεζόμενοι ἐξ ἠθῶν τῶν πατρίων ἀνίστασθαι ἔμελλον, μοῖρά τις αὐτῶν ἀπελείπετο, οἷς δὴ ὀκνήσει ἐχομένοις πρὸς ἡδονὴν Γωδιγίσκλῳ ἐπισπέσθαι οὐκ ἦν.

当初,汪达尔人受饥荒所迫,正欲离开故土之时,其中一部分人留了下来;他们心怀迟疑,不愿追随戈迪吉斯克卢斯。

§3.22.4

προϊόντος δὲ χρόνου τοῖς τε μείνασι τὰ ἐς τῶν ἐπιτηδείων τὴν ἀφθονίαν εὖ ἔχειν ἐδόκει καὶ Γιζέριχος ξὺν τοῖς ἀμφ’ αὐτὸν Λιβύην ἔσχεν.

随着时日推移,留在故土者在物资充裕方面似乎过得甚好,而盖泽里克及其部众则占领了利比亚。

§3.22.5

ὅπερ ἀκούσαντες οἱ Γωδιγίσκλῳ οὐκ ἐπισπόμενοι ἔχαιρον, τῆς χώρας λοιπὸν ἰσχυρότατα σφίσιν ἐς τὸ ἀποζῆν διαρκούσης.

那些未追随戈迪吉斯克卢斯的人听闻此事,甚是欢喜,因该土地如今已极其足以维持他们的生计。

§3.22.6

δείσαντες δὲ μὴ χρόνῳ τινὶ πολλῷ ὕστερον ἢ αὐτοὶ ὅσοι Λιβύην ἔσχον, ἢ οἱ τούτων ἀπόγονοι ὅτῳ δὴ τρόπῳ Λιβύης ἐξελαυνόμενοι ἐπανήξουσιν ἐς τὰ πάτρια ἤθη (οὐ γάρ ποτε Ῥωμαίους αὐτὴν ἐς ἀεὶ περιόψεσθαι ὑπετόπαζον), πρέσβεις ἔπεμψαν παρ’ αὐτούς.

然而,他们惧怕在很久以后的岁月中,占领利比亚者自身或其后裔会因某种缘故被逐出利比亚,重返故土(盖因他们揣度罗马人绝不会永久对此听之任之),遂向他们派遣了使节。

§3.22.7

οἵ, ἐπεὶ Γιζερίχῳ ἐς ὄψιν ἧκον, συνήδεσθαι μὲν τοῖς ὁμογενέσιν οὕτω δὴ εὐημερήσασιν ἔφασκον, φυλάσσειν δὲ περαιτέρω τὴν γῆν οὐχ οἷοί τε εἶναι ἧσπερ αὐτοὶ ὠλιγωρηκότες ἐπὶ Λιβύης ἱδρύσαντο.

使节们觐见盖泽里克后,声称他们为同族之人得享如此繁荣而同感欣喜,但盖泽里克等人当年因定居利比亚而轻忽抛弃的那片土地,他们如今已无法继续守护。

§3.22.8

ἐδέοντο οὖν, εἰ μὴ γῆς τῆς πατρῴας μεταποιοῦνται κτήματι αὐτοὺς ἀνονήτῳ σφίσι δωρήσασθαι,1 ὅπως δὴ κύριοι τῆς χώρας ὡς ἀσφαλέστατα γεγενημένοι, ἤν τις κακουργήσων ἐπ’ αὐτὴν ἴοι, ὡς ἥκιστα ἀπαξιοῦν ὑπὲρ αὐτῆς θνήσκειν.

因此他们请求,倘若对方不再索取祖传的土地,便将这份对盖泽里克等人已无用处的产业赐予他们;如此一来,他们便得以极其稳固地成为该地的主人,若有外敌来犯掠夺,他们亦绝不惜为此捐躯。

§3.22.9

Γιζερίχῳ μὲν οὖν καὶ Βανδίλοις τοῖς ἄλλοις εὖ τε καὶ τὰ δίκαια λέγειν ἔδοξαν, καὶ ξυνεχώρουν ἅπαντα ὅσα οἱ πρέσβεις αὐτῶν ἔχρῃζον.

盖泽里克及其他汪达尔人皆认为他们的言论甚合情理,本欲允准使节们的一切要求。

§3.22.10

γέρων δέ τις ἀνὴρ ἐν αὐτοῖς δόκιμος καὶ δόξαν ἐπὶ ξυνέσει πολλήν τινα ἔχων τὸ τοιοῦτον ἐπιτρέψειν οὐδαμῆ ἔφη. τῶν γὰρ ἀνθρωπείων οὐδ’ ὁτιοῦν ἐπὶ τοῦ ἀσφαλοῦς ἵστασθαι, ἀλλ’ εἶναι αὐτοῖς ἐς τὸν πάντα αἰῶνα βέβαιον μὲν τῶν ὄντων οὐδέν, τῶν δὲ οὐκ ὄντων οὐδὲν ἀμήχανον.2

然而他们当中有一位德高望重、素以明睿著称的老者,却宣称绝不准许此事。盖因人世间的一切事物绝无立于稳固之上者,而在万古岁月中,存在的事物中无一确凿,而不存在的事物中亦无一不可能。

§3.22.11

ταῦτα ὁ Γιζέριχος ἀκούσας ἐπῄνεσέ τε καὶ τοὺς πρέσβεις ἀπράκτους ἀποπέμπεσθαι ἔγνω. τότε μὲν οὖν αὐτός τε καὶ ὁ παραινέσας ἅτε τὰ ἀμήχανα προορώμενοι, πρὸς πάντων Βανδίλων γέλωτα ὦφλον.

盖泽里克听闻此言,大加赞赏,遂决定让使节们空手而归。彼时,他本人与那位进谏的老者因预见此等看似荒谬绝伦之事,皆遭到全体汪达尔人的嘲笑。

§3.22.12

ἐπεὶ δὲ ταῦτα ἅπερ ἐρρήθη ἐγένετο, μετέμαθόν τε τῶν ἀνθρωπείων πραγμάτων οἱ Βανδίλοι τὴν φύσιν καὶ σοφοῦ τὸ ἔπος εἶναι ἀνδρὸς ἔγνωσαν.

然而,及至所言之事果真发生,汪达尔人方重新认识到人世事物的本性,并领悟到那确系智者之言。

§3.22.13

Τούτων μὲν οὖν Βανδίλων οἳ ἔμειναν ἐν γῇ τῇ πατρῴᾳ, οὔτε μνήμη τις οὔτε ὄνομα ἐς ἐμὲ σώζεται. ἅτε γάρ, οἶμαι, ὀλίγοις τισὶν οὖσιν ἢ βεβιάσθαι πρὸς βαρβάρων τῶν σφίσιν ὁμόρων ἢ ἀναμεμίχθαι οὔτι ἀκουσίοις τετύχηκε,3 τό τε ὄνομα ἐς αὐτούς πη ἀποκεκρίσθαι.

至于留居故土的那些汪达尔人,其记忆与名号皆未流传至我这一代。我想,盖因他们人数寥寥,或者被毗邻的蛮族所征服,或者心甘情愿地与他们相融合,其名号遂湮没于其中。

§3.22.14

οὐ μὴν οὐδὲ ἡσσημένοις τότε πρὸς Βελισαρίου Βανδίλοις ἔννοια γέγονεν ἐς ἤθη τὰ πάτρια ἐνθένδε ἰέναι.

此外,当时败于贝利撒留之手的汪达尔人,亦未曾萌生从彼处逃往祖先故土之念。

§3.22.15

οὐ γὰρ εἶχον ἐκ Λιβύης ἐκ τοῦ αἰφνιδίου, ἄλλως τε καὶ νεῶν οὐ παρουσῶν σφίσιν, ἐς τὴν Εὐρώπην κομίζεσθαι, ἀλλ’ ἔτισαν ἐνταῦθα τὴν δίκην ἁπάντων ὧνπερ ἐς Ῥωμαίους εἰργάσαντο καὶ οὐχ ἥκιστα ἐς Ζακυνθίους.

盖因他们猝然之间无法从利比亚渡往欧洲,况且手头亦无船只;反而就在原地清偿了他们对罗马人、尤其是对扎昆托斯人所犯下的一切恶行之惩罚。

§3.22.16

Γιζέριχος γάρ, ἐπισκήψας ποτὲ τοῖς ἐν Πελοποννήσῳ χωρίοις, Ταινάρῳ προσβαλεῖν ἐνεχείρησεν. ἐνθένδε τε κατὰ τάχος ἀποκρουσθεὶς καὶ πολλοὺς τῶν οἱ ἑπομένων ἀποβαλὼν ἀνεχώρησεν οὐδενὶ κόσμῳ.

原来,盖泽里克曾突袭伯罗奔尼撒各地,企图进攻泰纳龙;但自彼处迅速被击退,并折损众多部属,狼狈溃退。

§3.22.17

διὸ δὴ τῷ θυμῷ ἔτι ἐχόμενος Ζακύνθῳ προσέσχε, καὶ πολλοὺς μὲν τῶν ἐν ποσὶ κτείνας, τῶν δὲ δοκίμων ἐς πεντακοσίους ἀνδραποδίσας δι’ ὀλίγου ἀπέπλευσεν.

因此他仍满腔怒火,泊靠于扎昆托斯,诛杀了沿途的众多居民,并掳掠了约五百名显贵之人为奴,旋即扬帆而去。

§3.22.18

ἐπειδή τε γέγονεν ἐν μέσῳ τῷ Ἀδριατικῷ καλουμένῳ πελάγει, ἐνταῦθα κρεουργήσας τῶν πεντακοσίων τὰ σώματα, πανταχῆ τῆς θαλάσσης οὐδὲν ὑπολογισάμενος ἔρριψεν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἄνω χρόνοις ἐγένετο.

及至行至所谓的亚得里亚海中央,他便在彼处将这五百人的身体千刀万剐,毫不顾惜地抛撒于大海各处。不过,这已是昔年所发生之事了。

语法注3 条
  1. 3.22.8κτήματι αὐτοὺς ἀνονήτῳ σφίσι δωρήσασθαι

    间接反身代词 σφίσι 在此指代请求的对象(即盖泽里克及其部众),意为“对他们而言无益的产业”。不定词 δωρήσασθαι 的施动者是盖泽里克一方,而宾格 αὐτούς 则指接受赠予的使节/留守的汪达尔人。

  2. 3.22.10βέβαιον μὲν τῶν ὄντων οὐδέν, τῶν δὲ οὐκ ὄντων οὐδὲν ἀμήχανον

    τῶν ὄντων 与 τῶν οὐκ ὄντων 均为部分属格,在“当前拥有的/现存的事物”与“目前未有的/看似未发生的事物”之间构成了鲜明的对偶。老者以此整饬的句式阐述了人世福祸无常的哲理:现存之物无一稳固,未然之事无一不可能。

  3. 3.22.13ὀλίγοις τισὶν οὖσιν ἢ βεβιάσθαι πρὸς βαρβάρων τῶν σφίσιν ὁμόρων ἢ ἀναμεμίχθαι οὔτι ἀκουσίοις τετύχηκε

    完成时动词 τετύχηκε 在此作非人称用法,表示“事情落得……的结局”,由其后的完成时不定词 βεβιάσθαι 与 ἀναμεμίχθαι 充当主语内容。不定词的逻辑主语由前置的与格分词 ὀλίγοις τισὶν οὖσιν 以及与之同格的与格形容词 οὔτι ἀκουσίοις(“绝非不情愿地”)所体现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.22.1-3.22.18