- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.21.14-3.21.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了有关字母伽玛与贝塔的古老谜样神谕的应验,以及梦兆预言中关于迦太基圣徒塞浦路斯的圣堂在节期之日从阿里乌派重归正统派基督徒的过程。
ἔλεγον δέ τι καὶ λόγιον παλαιὸν ἐν Καρχηδόνι πρὸς τῶν παιδίων ἐν τοῖς ἄνω χρόνοις εἰρῆσθαι ὡς τὸ γάμμα1 διώξει τὸ βῆτα, καὶ πάλιν αὐτὸ τὸ βῆτα διώξει τὸ γάμμα.
迦太基城中亦流传着昔时由孩童道出的一条古老神谕,言道:“伽玛将逐贝塔,而贝塔自身又将逐伽玛。”
καὶ τότε μὲν παίζουσιν αὐτὸ τοῖς παιδίοις εἰρῆσθαι καὶ ἀπολελεῖφθαι ἐν αἰνίγματος ἀπορουμένου μοίρᾳ, νῦν δὲ ἅπασιν ἄντικρυς φανερὸν εἶναι.
据言,彼时此语不过是孩童嬉戏之言,被视同难解之谜而不加理会,然而如今对众人而言却已昭然若揭。
πρότερόν τε γὰρ Γιζέριχος Βονιφάτιον ἐξεδίωξε καὶ τανῦν Γελίμερα Βελισάριος. τοῦτο μὲν οὖν, εἴτε φήμη τις ἦν εἴτε λόγιον, ταύτῃ ἐχώρησε.
盖因早先盖泽里克驱逐了博尼法提乌斯,而如今贝利撒留驱逐了盖利梅尔。此事无论是传言还是神谕,终究按此应验了。
Τότε δὲ καὶ ὄναρ πολλοῖς μὲν πολλάκις ὀφθὲν πρότερον, ἄδηλον δὲ γεγονὸς ὅπη ἐκβήσεται, ἐς φῶς ἐληλύθει. ἐτύγχανε δὲ ὂν τὸ ὄναρ τοιόνδε. Κυπριανόν, ἅγιον ἄνδρα, μάλιστα πάντων οἱ Καρχηδόνιοι σέβονται.
彼时,昔日曾屡为众人所见、却未知其将如何应验的一场梦兆,亦大白于天下。此梦兆乃是这般情形:迦太基人最为崇奉圣徒居普良。
καὶ αὐτῷ νεών τινα λόγου πολλοῦ ἄξιον πρὸ τῆς πόλεως ἱδρυσάμενοι παρὰ τὴν τῆς θαλάσσης ἠιόνα τά τε ἄλλα ἐξοσιοῦνται καὶ ἄγουσιν ἑορτὴν ἣν δὴ Κυπριανὰ καλοῦσι, καὶ ἀπ’ αὐτοῦ τὸν χειμῶνα οἱ ναῦται, οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην, ὁμωνύμως τῇ πανηγύρει προσαγορεύειν εἰώθασιν, ἐπεὶ ἐς τὸν καιρὸν ἐπισκήπτειν φιλεῖ ἐφ’ οὗ ταύτην οἱ Λίβυες ἄγειν ἐς ἀεὶ τὴν ἑορτὴν νενομίκασι.
他们在城外的海滨为他建立了一座极其显赫的圣堂,举行诸般祭仪,并庆祝名为“居普良之节”的节期;舟子水手亦习惯于将我方才提及的风暴以此节日之名冠之,因其通常在利比亚人相沿成习永世庆祝该节日之节令来袭。
τοῦτον οἱ Βανδίλοι τὸν νεὼν ἐπὶ Ὁνωρίχου βασιλεύοντος τοὺς Χριστιανοὺς βιασάμενοι ἔσχον.
在胡内里克统治时期,汪达尔人施暴于基督徒,强占了这座圣堂。
καὶ αὐτῶν ἐνθένδε ξὺν πολλῇ ἀτιμίᾳ τοὺς ἱερέας εὐθὺς ἐξελάσαντες αὐτοὶ τῶν ἱερῶν τὸ λοιπόν, ἅτε προσηκόντων Ἀρειανοῖς, ἐπεμελοῦντο.
他们旋即将他们的司铎备加凌辱从那里驱逐出去,往后便自行打理祭仪,视其归属阿里乌派所有。
ἀσχάλλουσιν οὖν διὰ ταῦτα καὶ διαπορουμένοις τοῖς Λίβυσι πολλάκις φασὶ τὸν Κυπριανὸν ὄναρ ἐπισκήψαντα φάναι ἀμφ’ αὐτῷ μεριμνᾶν τοὺς Χριστιανοὺς ἥκιστα χρῆναι· αὐτὸν γάρ οἱ προϊόντος τοῦ χρόνου τιμωρὸν ἔσεσθαι.2
因此,当利比亚人为此悲愤不安之际,据说居普良屡次显圣托梦,言基督徒断无须为他忧心;因随着时日推移,他必将亲自为己雪恨。
ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς τοὺς Λίβυας ἅπαντας ἦλθε, καραδοκεῖν μὲν αὐτοὺς τίσιν ποτέ τινα τῶν ἱερῶν τούτων ἕνεκα ἐς τοὺς Βανδίλους ἀφίξεσθαι, οὐκ ἔχειν μέντοι τεκμηριῶσαι ὅπη ποτὲ αὐτοῖς ἡ τοῦ ὀνείρου ὄψις ἐκβήσεται.
及至此语辗转传遍全体利比亚人,他们虽静候汪达尔人终因这些圣所而遭报应,却无法揣摩此梦兆之异象于他们究竟将如何应验。
νῦν οὖν, ἐπεὶ ἐς Λιβύην ὁ βασιλέως στόλος ἀφίκετο ʽἐπανιὼν γὰρ ἤδη ὁ χρόνος τῇ ὑστεραίᾳ τὴν πανήγυριν ἀγαγεῖν ἔμελλεν̓, οἱ μὲν τῶν Ἀρειανῶν ἱερεῖς, καίπερ Ἀμμάτα Βανδίλοις ἐς Δέκιμον ἡγησαμένου, τό τε ἱερὸν ἐκάθηραν ἅπαν καὶ τῶν ἐνταῦθα ἀναθημάτων τὰ κάλλιστα ἐκρέμων, καὶ τὰ λύχνα ἐν παρασκευῇ ποιησάμενοι τά τε κειμήλια ἐξενεγκόντες ἐκ τῶν ταμιείων ἡτοίμαζον ἀκριβῶς ἅπαντα, ὥς πη αὐτῶν ἕκαστον ἐς τὴν χρείαν ἐπιτηδείως ἔχον ἐτύγχανε.
如今,当皇帝的舰队抵达利比亚时(因时光流转,次日便当举行该盛会),阿里乌派的司铎们虽知阿马塔斯已率汪达尔人开赴德基穆姆,仍将圣堂洒扫一新,悬挂起其中最精美的奉纳之物,备好灯盏,从库房中取出珍宝器皿,将诸物依其合用之处皆精心齐备。
τὰ δὲ ἐν Δεκίμῳ οὕτως ὥσπερ μοι προδεδήλωται γενέσθαι ξυνέβη.
然而德基穆姆的战局却如我先前所述的那般发生了。
καὶ οἱ μὲν τῶν Ἀρειανῶν ἱερεῖς φεύγοντες ᾤχοντο, Χριστιανοὶ δὲ οἷς τὰ ἐς τὴν δόξαν ὀρθῶς ἤσκηται,3 ἀφικόμενοι ἐς τοῦ Κυπριανοῦ τὸν νεών, τά τε λύχνα ἔκαιον ἅπαντα καὶ τῶν ἱερῶν ἐπεμελοῦντο ᾗπερ αὐτοῖς τελεῖσθαι ταῦτα νόμος, οὕτω τε ἅπασιν ἃ δὴ προὔλεγεν ἡ τοῦ ὀνείρου ὄψις ἐγνώσθη. ἀλλὰ ταῦτα μὲν τῇδε ἐχώρησεν.
于是阿里乌派的司铎仓皇出逃,而持守纯正教义之信仰的基督徒则来到居普良的圣堂,点燃了所有灯盏,依循既定规制主持祭仪;梦兆异象所预示之事,遂于众人眼前显明。此事之经过大抵如此。
- 3.21.14ὡς τὸ γάμμα διώξει τὸ βῆτα, καὶ πάλιν αὐτὸ τὸ βῆτα διώξει τὸ γάμμα
连词 ὡς 引导名词性从句,说明神谕(λόγιον)的具体内容。此处系借助希腊字母首字所作的人名预言,正如后文所述,“伽玛”指盖泽里克与盖利梅尔,“贝塔”指博尼法提乌斯与贝利撒留。
- 3.21.21αὐτὸν γάρ οἱ προϊόντος τοῦ χρόνου τιμωρὸν ἔσεσθαι
间接引语中的对格加不定式结构。对格主语 αὐτόν 指塞浦路斯本人,后倚附代词与格 οἱ 作间接反身代词(“为他自己”),修饰 τιμωρόν;整句意为“随着时间推移,他自己必将为己复仇”。
- 3.21.25Χριστιανοὶ δὲ οἷς τὰ ἐς τὴν δόξαν ὀρθῶς ἤσκηται
关系代词与格 οἷς 与完成时被动语态 ἤσκηται 连用,作施事与格。此处的 δόξα 并非“名声”,而是基督教神学意义上的“教义/信仰”;整句通过词源学手法(ὀρθός + δόξα)委婉地指代与阿里乌派相对的“正统派基督徒”(即“教理之事持守纯正者”)。
