← 普罗科皮乌斯

战史

§3.21.1-3.21.13

迦太基王宫之宴与城墙修缮

贝利撒留与将校在迦太基王宫的“德尔菲卡”大厅享用了原为盖利梅尔准备的筵席,作者在此插叙了该名称与“帕拉蒂翁”的语源以及对命运无常的感慨。随后,记叙了罗马军队军纪严明、市肆井然的罕见景象,贝利撒留进而向避难圣所的汪达尔人提供安全保证,并着手修缮残破的城墙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.21.1

Τότε δὲ Βελισάριος, ἐπεὶ ὁ καιρὸς ἐς τοῦτο ἦγεν, ἄριστον σφίσιν ἐκέλευε γενέσθαι οὗ δὴ Γελίμερ τοὺς τῶν Βανδίλων ἡγουμένους ἑστιᾶν εἰώθει.

彼时,由于时辰已至,贝利撒留便下令在盖利梅尔往常宴请汪达尔首领之处为众人备置午餐。

§3.21.2

Δέλφικα τὸν τόπον καλοῦσι Ῥωμαῖοι, οὐ τῇ σφετέρᾳ γλώσσῃ, ἀλλὰ κατὰ τὸ παλαιὸν ἑλληνίζοντες. ἐν Παλατίῳ γὰρ τῷ ἐπὶ Ῥώμης, ἔνθα ξυνέβαινε στιβάδας τὰς βασιλέως εἶναι τρίπους ἐκ παλαιοῦ εἱστήκει, ἐφ’ οὗ δὴ τὰς κύλικας οἱ βασιλέως οἰνοχόοι ἐτίθεντο.

罗马人称此地为“德尔菲卡”,非用本族言语,而是依循古习操用希腊语所致。盖因在罗马的宫殿中,旧例设皇帝卧榻之处,自古便立有一尊三脚台,皇帝的斟酒侍者皆将酒杯置于其上。

§3.21.3

Δέλφικα δὲ τὸν τρίποδα καλοῦσι Ῥωμαῖοι, ἐπεὶ πρῶτον ἐν Δελφοῖς γέγονε, καὶ ἀπ’ αὐτοῦ ἔν τε Βυζαντίῳ καὶ ὅπη βασιλέως εἶναι στιβάδα ξυμβαίνει Δέλφικα τοῦτο καλοῦσι τὸ οἴκημα, ἐπεὶ καὶ τὰ βασιλέως οἰκία Παλάτιον ἑλληνίζοντες καλοῦσι Ῥωμαῖοι.

罗马人称此三脚台为“德尔菲卡”,因其最初制于德尔菲;由此缘故,无论在拜占庭,还是在任何设有皇帝卧榻之处,人们皆称此大厅为“德尔菲卡”,正如罗马人亦依希腊语称皇帝居所为“帕拉蒂翁”一样。

§3.21.4

Πάλλαντος γὰρ ἀνδρὸς Ἕλληνος ἐν τούτῳ τῷ χωρίῳ οἰκήσαντος πρὸ Ἰλίου ἁλώσεως οἰκίαν τε λόγου ἀξίαν ἐνταῦθα δειμαμένου, Παλάτιον μὲν τὸ οἴκημα τοῦτο ἐκάλουν, ἐπεὶ δὲ τὴν αὐτοκράτορα παραλαβὼν ἀρχὴν Αὔγουστος ἐνταῦθα καταλύειν τὸ πρῶτον ἔγνω, Παλάτιον ἀπ’ αὐτοῦ καλοῦσι τὸ χωρίον οὗ ἂν βασιλεὺς καταλύῃ.

因为希腊人帕拉斯在特洛伊陷落之前曾居于此地,并于彼处筑有一座显赫宅邸,故人们称此住宅为“帕拉蒂翁”;而奥古斯都执掌最高权柄之后,首度决意在此驻跸,自彼时起,凡皇帝驻跸之处皆依其被称为“帕拉蒂翁”。

§3.21.5

ἐν Δέλφικι τοίνυν Βελισάριός τε ἤσθιε καὶ εἴ τι ἐν τῷ στρατεύματι δόκιμον ἦν.

于是,贝利撒留便与军中显贵一同在“德尔菲卡”进餐。

§3.21.6

τετύχηκε δὲ τὸ τῇ προτεραίᾳ τῷ Γελίμερι γεγονὸς ἄριστον ἐν παρασκευῇ εἶναι. καὶ ταῖς τε βρώσεσιν αὐταῖς εἱστιάθημεν1 ἥ τε τοῦ Γελίμερος θεραπεία παρετίθει τε καὶ ᾠνοχόει καὶ τὰ ἄλλα ὑπούργει.

适逢前一日为盖利梅尔备下的午餐尚完好无缺。我们便享用了这同样的佳肴,而盖利梅尔的仆从则在旁布菜、斟酒并操持诸般杂役。

§3.21.7

παρῆν τε ἰδεῖν ὡραϊζομένην τὴν τύχην καὶ ποιουμένην ἐπίδειξιν ὡς ἅπαντά τε αὐτῆς εἴη καὶ οὐδὲν ἀνθρώπῳ ἴδιον γένοιτο.

彼时宛见命运女神盛装炫示,彰显万物皆归其所有,而无一物为凡人所私有。

§3.21.8

Βελισαρίῳ δὲ ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ εὐδοκιμῆσαι ὡς οὔτε τῶν κατ’ αὐτὸν οὐδενὶ πώποτε οὔτε τῳ ἄλλῳ τῶν ἐκ παλαιοῦ γεγονότων τετύχηκε.

贝利撒留在当日所博得的盛名,乃其当代之人未尝享有,亦为自古以降之任何他人所未见。

§3.21.9

τῶν γὰρ δὴ Ῥωμαίων στρατιωτῶν οὐκ εἰωθότων θορύβου χωρὶς ἐς πόλιν κατήκοον σφίσιν οὐδ’ ἂν κατὰ πεντακοσίους εἶεν2 ἄλλως τε καὶ ἐκ τοῦ ἀπροσδοκήτου ἰέναι, οὕτω δὴ κοσμίους ἅπαντας ὁ στρατηγὸς οὗτος τοὺς ἀρχομένους παρέσχετο ὥστε οὐδὲ ὕβριν τινὰ ἢ ἀπειλὴν γενέσθαι, οὐ μὴν οὐδέ τι ἐμπόδισμα τῇ κατὰ τὴν πόλιν ἐργασίᾳ ξυνέβη, ἀλλ’ ἐν ἁλούσῃ πόλει καὶ πολιτείαν μεταβαλούσῃ καὶ βασιλείαν ἀλλαξαμένῃ οὐδὲ τῶν ἀπὸ τῆς ἀγορᾶς ξυνέβη τινὸς τὴν οἰκίαν ἀποκεκλεῖσθαι, ἀλλ’ οἱ γραμματεῖς τὰ βιβλίδια γράψαντες τοὺς στρατιώτας, ὥσπερ εἰώθει, ἐς τὰς οἰκίας εἰσήγαγον, αὐτοί τε ὤνιον ἀπὸ τῆς ἀγορᾶς τὸ ἄριστον λαβόντες ὡς ἑκάστῳ ἦν βουλομένῳ ἡσύχαζον.

盖因罗马将士即便仅有五百之众,更兼出其不意入城之时,亦从未有不生骚乱而进入属邑之习,而此位统帅却令麾下全体将士秩序井然,以致未曾发生分毫暴行或恐吓;城中市肆百业更未受丝毫阻碍,一座沦陷、更易政体且改朝换代的城池之中,市肆商贾竟无一家闭门歇业,文书官们书写了宿营凭单,依例将士兵引入各宅,士兵亦自行从市集出资购办午餐,各自依愿安歇。

§3.21.11

Μετὰ δὲ Βελισάριος Βανδίλοις τε τοῖς ἐς τὰ ἱερὰ καταφυγοῦσι πιστὰ ἐδίδου καὶ τῶν τειχῶν ἐπεμελεῖτο. ἦν γὰρ ὁ Καρχηδόνος περίβολος οὕτω δὴ ἀπημελημένος ὥστε ἐσβατὸς ἐν χώροις πολλοῖς τῷ βουλομένῳ καὶ εὐέφοδος ἐγεγόνει.

此后,贝利撒留向逃入圣所避难的汪达尔人颁予安全保证,并着手整饬城垣。因迦太基的周垣年久失修,以致在诸多地段,任何人皆可随意出入、易于攻袭。

§3.21.12

μοῖρα γὰρ οὐκ ὀλίγη αὐτοῦ κατεπεπτώκει καὶ διὰ τοῦτο Γελίμερα οἱ Καρχηδόνιοι ἔφασκον ἐν τῇ πόλει οὐχ ὑποστῆναι. οὐ γὰρ ἄν ποτε οἴεσθαι3 χρόνῳ ὀλίγῳ οἷόν τε εἶναι τῷ περιβόλῳ τούτῳ τὴν ἀσφάλειαν ἀνασώσασθαι.

城垣有相当大的一部分已经坍塌,据迦太基人言,盖利梅尔之所以未在城中坚守,亦系因此缘故;盖因其料定绝不可能在短时间内令此周垣重获安全之故。

语法注3 条
  1. 3.21.6εἱστιάθημεν

    作者在此突兀地转用第一人称复数(被动动词不定过去时)。这从句法上标明了普罗柯比本人作为贝利撒留顾问随军亲历的自传性目击证据:他本人确实在场,并一同在盖利梅尔宫中享用了这顿筵席。

  2. 3.21.9οὐδ’ ἂν κατὰ πεντακοσίους εἶεν

    这是一个带有 ἄν 的潜能希求法从句(省略了 εἰ,或作为插入性条件句),嵌入在独立属格结构(τῶν γὰρ δὴ Ῥωμαίων στρατιωτῶν οὐκ εἰωθότων...)之中。它表达让步含义:“纵使仅以五百人为群”。介词 κατά 与数词连用,表分配(“以……为单位”)。

  3. 3.21.13οὐ γὰρ ἄν ποτε οἴεσθαι

    紧接前文 ἔφασκον 的间接引语中 ἄν + 不定式结构。它代表直接引语中的潜能或虚拟判断(如 οὐκ ἄν ποτε ᾤετο,“盖因其绝不可能认为”),转入间接引语而变为不定式 οἴεσθαι。其逻辑主语(盖利梅尔)由上下文承前省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.21.1-3.21.13