- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.20.12-3.20.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
舰队为躲避风暴而停泊于斯塔格努姆,卡洛纽姆斯却在曼德拉基翁大肆劫掠;次日贝利撒留劝谕部队严守纪律后进驻迦太基王宫,并在接到控诉后命卡洛纽姆斯立誓退还赃物。
τήν τε γὰρ ἐκείνῃ ἀκτὴν ἀλίμενον εἶναι ἔφασκον καὶ χειμῶνα ἐπίσημον αὐτίκα μάλα γενήσεσθαι ἐπίδοξον εἶναι,1 ὃν δὴ οἱ ἐπιχώριοι Κυπριανὰ καλοῦσι.
因为他们说,那里的海岸无港可泊,而且一场被当地人称为“基普里亚纳”的著名风暴极有可能即刻降临。
προὔλεγόν τε ὡς, εἰ ἐνταῦθα σφίσιν ἐπιγένηται, οὐδ’ ἂν τῶν νεῶν μίαν διασώσασθαι δυνατοὶ εἶεν.2 καὶ ἦν δὲ οὕτως.
他们还预先告诫说,若此风暴在彼处降临于他们头上,他们恐连一艘船也无法保全。而事实确系如此。
ἐν βραχεῖ οὖν τά τε ἱστία χαλάσαντες καὶ βουλευσάμενοι τοῦ μὲν Μανδρακίου πειράσασθαι οὐκ ᾤοντο χρῆναι ʽτάς τε γὰρ Βελισαρίου ἐντολὰς ὑπεστέλλοντο καὶ ἅμα τὴν ἐς τὸ Μανδράκιον εἴσοδον ταῖς ἁλύσεσιν ἀποκεκλεῖσθαι ὑπώπτευον, ἄλλως τε καὶ τῷ παντὶ στόλῳ τὸν λιμένα ἐκεῖνον οὐχ ἱκανὸν εἶναἰ, τὸ δὲ Στάγνον σφίσιν ἐφαίνετο ἐν καλῷ κεῖσθαι ʽμέτρῳ γὰρ σταδίων τεσσαράκοντα Καρχηδόνος διέχεἰ ἐμπόδιόν τε οὐδὲν ἐν αὐτῷ εἶναι καὶ πρὸς τὸν στόλον ἅπαντα ἱκανῶς πεφυκέναι.
于是,他们急忙降下风帆并进行商议,认为不宜贸然前往曼德拉基翁(因他们既对贝利撒留的训令心存顾忌,同时又怀疑进入曼德拉基翁的航道已被铁链锁闭,加之该港口根本不足以容纳整支舰队);而在他们看来,斯塔格努姆则地势优越(盖因其距迦太基仅四十斯塔迪昂),内无任何阻碍,且适宜接纳整支舰队。
ἔνθα δὴ ἀφικόμενοι περὶ λύχνων ἁφὰς ὡρμίσαντο πάντες, πλήν γε δὴ ὅτι Καλώνυμος ἅμα τῶν ναυτῶν τισι, τοῦ τε στρατηγοῦ ἀφροντιστήσας καὶ τῶν ἄλλων πάντων, ἔς τε τὸ Μανδράκιον λάθρα ἀπέβη, οὐδενὸς κωλῦσαι τολμήσαντος, καὶ χρήματα τῶν ἐπὶ θαλάσσῃ ᾠκημένων ἐμπόρων ξένων τε καὶ Καρχηδονίων διήρπασε.
他们抵达该处后,约在掌灯时分全员抛锚停泊;然而唯独卡洛纽姆斯率领若干水手,完全不顾主帅与其余众人,见无人敢于阻拦,遂暗中在曼德拉基翁登陆,将依海而居的外国商人与迦太基商人的财物洗劫一空。
Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Βελισάριος τούς τε ἐν ταῖς ναυσὶ τὴν ἀπόβασιν ἐκέλευε ποιεῖσθαι καὶ ὅλον διακοσμήσας τὸ στράτευμα διατάξας τε ὡς ἐς μάχην ἐπὶ Καρχηδόνα ἐσήλαυνεν· ἐδεδίει γὰρ μή τίς οἱ ἐνέδρα πρὸς τῶν πολεμίων ὑπαντιάσῃ.
次日,贝利撒留命令船上众人登陆,将全军整饬并列成临战队形,向迦太基挺进;因他担心敌军会设下伏兵前来迎击。
ἔνθα δὴ πολλὰ μὲν τοὺς στρατιώτας ὑπέμνησεν, ἡλίκα σφίσιν εὐτυχήματα γένοιτο, ἐπειδὴ σωφροσύνην ἐς Λίβυας ἐπεδείξαντο, πολλὰ δὲ παρῄνεσε τὴν εὐκοσμίαν ἐν Καρχηδόνι ὡς μάλιστα διασώσασθαι.
在彼处,他向将士们大加申说,由于他们先前对利比亚人展现出克制自守,曾获得何等巨大的福祉,并极力劝谕他们在迦太基城内当竭力维持良好秩序。
Λίβυας γὰρ ἅπαντας Ῥωμαίους τὸ ἀνέκαθεν ὄντας γενέσθαι τε3 ὑπὸ Βανδίλοις οὔτι ἐθελουσίους καὶ πολλὰ πεπονθέναι πρὸς ἀνδρῶν βαρβάρων ἀνόσια. διὸ δὴ καὶ βασιλέα ἐς πόλεμον καταστῆναι Βανδίλοις, εἶναί τε οὐχ ὅσιον ξυμβῆναί τι πρὸς αὐτῶν ἄχαρι ἐς ἀνθρώπους ὧν τὴν ἐλευθερίαν ὑπόθεσιν ποιησάμενοι ἐπὶ Βανδίλους ἐστράτευσαν.
因为他说,全体利比亚人自古以来皆是罗马人,归于汪达尔人统治之下绝非出于自愿,且在野蛮人手中遭受了无数不道之苦;正因如此,皇帝才对汪达尔人开战,而他们本是以光复这些人的自由为名出兵讨伐汪达尔人的,若由他们自己之手向这些人横加任何暴行,实属大逆不道。
τοσαῦτα παραινέσας ἔς τε Καρχηδόνα εἰσῆλθε καί, ἐπεὶ πολέμιον σφίσιν οὐδὲν ἐφαίνετο, ἐς τὸ Παλάτιον ἀναβὰς ἐν τῷ Γελίμερος θρόνῳ ἐκάθισεν.
作了如此劝勉之后,他便进入迦太基;见并无任何敌踪,他遂登上王宫,坐于盖利梅尔的宝座之上。
ἐνταῦθα ἐντυχόντες πολλῇ κραυγῇ Βελισαρίῳ ἐμπόρων τε πλῆθος καὶ ἄλλοι Καρχηδόνιοι ὅσοις ἐπιθαλάσσια τὰ οἰκία τετύχηκεν εἶναι, ᾐτιῶντο ἁρπαγὴν σφίσι τῶν ὑπαρχόντων τῇ προλαβούσῃ νυκτὶ πρὸς τῶν ναυτῶν ξυμβῆναι.
此时,大批商人与住宅恰好临海的其余迦太基人高声喧嚷着来到贝利撒留面前,控诉其财产在前一夜遭到了水手们的劫掠。
ὁ δὲ Καλώνυμον ὅρκοις καταλαμβάνει ἦ μὴν4 ἅπαντα ἐς τὸ ἐμφανὲς ἐνεγκεῖν τὰ φώρια.
贝利撒留遂命卡洛纽姆斯立誓保证,务必将全部赃物公之于众。
Καλώνυμος δὲ ὀμόσας τε καὶ τὰ ὀμωμοσμένα ἐν ἀλογίᾳ ποιησάμενος τὸ μὲν παραυτίκα τὰ χρήματα ἐληίσατο, χρόνῳ δὲ οὐ πολλῷ ὕστερον τὴν δίκην ἔτισεν ἐς Βυζάντιον.
然而卡洛纽姆斯虽发了誓,却将誓言置若罔闻,当下依然侵吞了财物;但在不久之后,他便在拜占庭付出了代价。
νόσῳ γὰρ ἁλοὺς τῇ καλουμένῃ ἀποπληξίᾳ καὶ τῶν φρενῶν ἔξω γενόμενος τῆς τε γλώσσης ἀποτραγὼν τῆς αὑτοῦ, εἶτα ἀπέθανεν. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.
因为他染上了一种被称为中风的疾病,精神失常,咬断了自己的舌头,随即毙命。不过,这些皆是后话了。
- 3.20.12ἐπίδοξον εἶναι
非人称表达 ἐπίδοξόν ἐστιν(“很有可能……”)置于前文 ἔφασκον 所统辖的“宾格加不定式”结构中,变为不定式 εἶναι。其在逻辑上的主语为 χειμῶνα ἐπίσημον ... γενήσεσθαι(“著名风暴即将降临”)。
- 3.20.13εἰ ἐνταῦθα σφίσιν ἐπιγένηται, οὐδ’ ἂν τῶν νεῶν μίαν διασώσασθαι δυνατοὶ εἶεν
引导在 προὔλεγον ὡς 之后的间接引语条件句。条件从句保留了带有连词 εἰ 的虚拟式 ἐπιγένηται,对应于直接引语中由 ἐάν/ἤν 引导的未来明确条件;归结从句中的 ἄν 搭配希求法(ἂν ... δυνατοὶ εἶεν)则如实保留了直接引语中表示潜势或可能性的结构。
- 3.20.19Λίβυας γὰρ ἅπαντας Ῥωμαίους τὸ ἀνέκαθεν ὄντας γενέσθαι τε
此处承接前文的 παρῄνεσε(劝勉)及隐含的言语动作,在没有明确引语动词的情况下,直接以间接引语的“宾格加不定式”句式(γενέσθαι τε ... καὶ πεπονθέναι ... καταστῆναι, εἶναί τε)延续贝利撒留讲话的具体内容。
- 3.20.23ὅρκοις καταλαμβάνει ἦ μὴν
惯用表达 ὅρκοις καταλαμβάνω(“以誓言约束某人/令某人立誓”)后接常用于誓词的强调助词 ἦ μήν(“务必……”、“确实……”)以及不定式 ἐνεγκεῖν。
