- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.20.1-3.20.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留率军抵迦太基城外,为防伏兵与夜间劫掠而暂缓入城;城内开闸迎舰队,狱吏亦趁机释放了被囚的东方商人。
Τῇ δὲ ὑστεραίᾳ τῶν πεζῶν ἅμα τῇ Βελισαρίου γυναικὶ παραγενομένων ξύμπαντες τὴν ἐπὶ Καρχηδόνα ἐπορευόμεθα, ἔνθα δὴ περὶ δείλην ὀψίαν ἥκοντες ηὐλισάμεθα, καίτοι ἐκώλυεν οὐδεὶς ἐς τὴν πόλιν αὐτίκα ἐσελάσαι. οἵ τε γὰρ Καρχηδόνιοι τὰς πύλας ἀνακλίναντες λύχνα ἔκαιον πανδημεὶ καὶ ἡ πόλις κατελάμπετο τῷ πυρὶ τὴν νύκτα ὅλην ἐκείνην, καὶ τῶν Βανδίλων οἱ ἀπολελειμμένοι ἐν τοῖς ἱεροῖς ἱκέται ἐκάθηντο.
次日,当步兵与贝利撒留的妻子一同赶到后,我们全军便踏上开往迦太基的道路,于暮色已深时抵达并露营扎寨,尽管当时并无任何人妨碍我们立刻开进城去。因为迦太基人早已大开城门,全城点亮灯火,整座城市通宵灯火通明,而滞留的汪达尔人则作为请愿者退居于各圣所之内避难。
ἀλλὰ Βελισάριος διεκώλυσε τοῦ μήτε ἐνέδραν σφίσι πρὸς τῶν πολεμίων γενέσθαι μήτε τοῖς στρατιώταις ἄδειαν εἶναι,1 ἅτε ἐν νυκτὶ λανθάνουσιν, ἐς ἁρπαγὴν τραπέσθαι.
然而贝利撒留阻止了入城,以防敌军设伏,也防止士兵们借夜色掩护而肆意进行抢劫掠夺。
ταύτῃ τῇ ἡμέρᾳ αἱ νῆες, εὔρου σφίσιν ἀνέμου ἐπιπεσόντος, ἐς τὴν ἄκραν ἀφίκοντο. καὶ οἱ Καρχηδόνιοι, ἤδη γὰρ αὐτὰς καθεώρων, τὰς σιδηρᾶς ἁλύσεις τοῦ λιμένος, ὃν δὴ Μανδράκιον καλοῦσιν, ἀφελόμενοι, εἰσιτητὰ τῷ στόλῳ ἐποίουν.
在这一天,由于东风骤起,舰队抵达了海角。迦太基人见船队已然在望,便拆除了那座被他们称为曼德拉基翁的港口的铁链,使舰队得以通行入港。
ἔστι δὲ ἐν τῇ βασιλέως αὐλῇ οἴκημα σκότους ἀνάπλεων, ὃ δὴ Ἀγκῶνα καλοῦσιν οἱ Καρχηδόνιοι, ἔνθα ἐνεβάλλοντο ἅπαντες οἷς ἂν χαλεπαίνοι ὁ τύραννος.
王宫内有一间幽暗至极的密室,迦太基人称之为“肘弯”,凡惹恼僭主者皆被投入其中。
ἐνταῦθα καθειργμένοι ἐτύγχανον πολλοὶ τῶν ἑῴων ἐμπόρων ἐς ἐκεῖνο τοῦ χρόνου.
直到那时为止,许多来自东方的商人正巧被囚禁在彼处。
τούτοις γὰρ δὴ ὁ Γελίμερ χαλεπῶς εἶχεν, ἐπικαλῶν ὡς δὴ αὐτοὶ βασιλέα ἐς τὸν πόλεμον ἐναγάγοιεν, ἔμελλόν τε διαφθαρῆναι πάντες, δόξαν τοῦτο Γελίμερι2 ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ Ἀμμάτας ἐν Δεκίμῳ ἀπέθανε· παρὰ τοσοῦτον κινδύνου ἦλθον.
因为盖利梅尔对他们极为痛恨,指控他们唆使皇帝挑起战争;而且他们本已濒临处决,盖利梅尔恰在安马塔斯战死于第十里的当天作出了这一决定;他们当时所面临的危险已至于此。
τούτου ὁ φύλαξ τοῦ δεσμωτηρίου, ἐπεὶ τά τε ἐν Δεκίμῳ πραχθέντα ἤκουσε καὶ τὸν στόλον εἶδε τῆς ἄκρας ἐντός, ἐσελθὼν ἐς τὸ οἴκημα πυνθάνεται τῶν ἀνδρῶν, οὔπω τἀγαθὰ πεπυσμένων, ἀλλ’ ἐν τῷ σκότῳ καθημένων καὶ καραδοκούντων τὸν θάνατον, τί ποτε ἄρα βουλομένοις ἂν αὐτοῖς εἴη τῶν ὑπαρχόντων προεμένοις σεσῶσθαι.3
这座监狱的守吏在听闻第十里所发生之事并见到海角内侧的舰队后,走进密室向那些商人探询——他们尚不知此等喜讯,仍坐于黑暗中等待受死——若能保全性命,他们究竟愿意舍弃现有财产中的何物。
τῶν δὲ ἅπαντα αἱρουμένων διδόναι ἃ βούλοιτο, ἄλλο μὲν οὐδὲν ᾔτει τῶν πάντων χρημάτων, ἠξίου δὲ ἅπαντας ὀμνύναι ὡς, ἢν διαφύγοιεν, καὶ αὐτῷ ἐν κινδύνοις γενησομένῳ ξυλλήψονται ὅση δύναμις. οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν.
商人们表示愿意奉上他所希冀的一切财物,他却分文不取,只要求他们全员立誓:一旦脱险,在他自身也身处险境之际,当竭尽全力予以相助。众人遂依言起誓。
ὁ δὲ τόν τε λόγον ἅπαντα ἔφραζε καὶ σανίδα ἐκ τοῦ πρὸς θάλασσαν ἀφελὼν μέρους προσιόντα τὸν στόλον ἐπέδειξε, τῆς τε εἱρκτῆς ἀφεὶς ἅπαντας ξὺν αὐτοῖς ᾔει.
于是他将实情全盘托出,并拆去朝海一侧的木板,向他们展示正驶近的船队;在将众人悉数放出牢狱之后,他便与他们一道离去。
Οἱ δὲ ἐν ταῖς ναυσὶν ὄντες, οὔπω τι ἀκηκοότες ὧν ἐν τῇ γῇ ὁ στρατὸς ἔδρασε, διηποροῦντο, καὶ τὰ ἱστία χαλάσαντες ἔς τε τὸ Μερκούριον πέμψαντες τὰ ἐν Δεκίμῳ πραχθέντα ἔμαθον, καὶ περιχαρεῖς γενόμενοι ἔπλεον.
而在船上的众人尚未听闻陆军的战果,正彷徨无措,遂降下风帆并派人前往墨丘利角,探明了第十里的战况,随后满心欢喜地继续扬帆航行。
ἐπεὶ δὲ τοῦ πνεύματος σφίσιν ἐπιφόρου ὄντος ἀπὸ σταδίων πεντήκοντα καὶ ἑκατὸν Καρχηδόνος ἐγένοντο, Ἀρχέλαος μὲν καὶ οἱ στρατιῶται αὐτοῦ ὁρμίσασθαι ἐκέλευον, τὴν τοῦ στρατηγοῦ δεδιότες πρόρρησιν, οἱ δὲ ναῦται οὐκ ἐπείθοντο.
当他们顺风航行至距迦太基一百五十斯塔迪昂之处时,阿耳刻拉奥斯与士兵们因畏惧主帅先前的戒令,力主在此抛锚停泊,但水手们却拒不服从。
- 3.20.2τοῦ μήτε ἐνέδραν σφίσι πρὸς τῶν πολεμίων γενέσθαι μήτε τοῖς στρατιώταις ἄδειαν εἶναι
由动词 διεκώλυσε(阻止、妨碍)所支配的带冠词属格不定式短语(τοῦ + 不定式)。此结构在此既可理解为表达否定目的(“以免……”),亦可视为阻碍动词所要求的属格宾语补足语,并通过 μήτε...μήτε 并列了 γενέσθαι 与 εἶναι 两个不定式。
- 3.20.6δόξαν τοῦτο Γελίμερι
由非人称动词 δοκεῖ 的中性单数宾格分词(δόξαν)构成的绝对宾格结构(accusative absolute)。在此作状语,表示原因或伴随状况,意为“因为盖利梅尔作出了如此决定”。
- 3.20.7τί ποτε ἄρα βουλομένοις ἂν αὐτοῖς εἴη τῶν ὑπαρχόντων προεμένοις σεσῶσθαι
由潜在希求法(εἴη ἄν)结合惯用句式 βουλομένῳ μοί ἐστι(“某人乐意/希望……”)构成的间接疑问句。与格分词 προεμένοις 表示条件性伴随状况(“若放弃现有财产”),而不定式 σεσῶσθαι 则作 εἴη 的主语(“得以获救”)。
