- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.19.18-3.19.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马先头部队在争夺高地失利后溃逃,但盖利梅尔因哀悼安葬阵亡之弟而坐失追击良机,贝利撒留遂重整败兵发起急袭,将毫无防备的汪达尔军彻底击溃并驱逐向努米底亚方向。
ταῦτα δὲ αὐτοῖς ἐς ἀλλήλους διαφιλονεικοῦσιν οἱ βάρβαροι ἀγχοῦ ἐγένοντο ἡγουμένου αὐτοῖς Γελίμερος καὶ ὁδῷ χρησαμένου μεταξὺ ἧς τε Βελισάριος εἶχε καὶ ἧς οἱ Μασσαγέται ἧκον1 οἱ Γιβαμούνδῳ ξυμμίξαντες.
正当他们彼此相持争论之际,在盖利梅尔率领下的蛮族军已迫近眼前。盖利梅尔所选取的行军道路,正好位于贝利撒留所走的道路与同吉巴蒙德交锋后的马萨革泰人所走的道路之间。
λοφώδεις δὲ χῶροι ἐφ’ ἑκάτερα ὄντες οὔτε τὸ Γιβαμούνδου πάθος ἰδεῖν οὔτε τὸ Βελισαρίου χαράκωμα ξυνεχώρησαν, οὐ μὴν οὐδὲ τὴν ὁδὸν ἣν οἱ ἀμφὶ Βελισάριον ἐπορεύοντο.
两侧的丘陵地带使他们既无法望见吉巴蒙德的覆灭,也望不见贝利撒留的营垒,甚至连贝利撒留一行人所行进的道路也全然看不见。
ἐπεὶ δὲ ἀγχοῦ ἀλλήλων γεγόνασιν, ἔρις τῇ στρατιᾷ ἑκατέρᾳ ἐνέπεσεν, ὁπότεροι τοῦ πάντων ὑψηλοτάτου τῶν ἐκείνῃ λόφων κρατήσουσιν.
当两军彼此靠近时,双方士卒间爆发了一场争夺当地最高山丘的角逐。
ἐδόκει γὰρ ἐνστρατοπεδεύσασθαι ἐπιτήδειος εἶναι, καὶ αὐτοὶ ἑκάτεροι ἐνθένδε ᾑροῦντο τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι.
因为该处山丘看似适于安营扎寨,双方皆欲借由此高地向敌军发起冲锋。
προτερήσαντες δὲ οἱ Βανδίλοι τόν τε λόφον καταλαμβάνουσιν ὠθισμῷ χρησάμενοι καὶ τρέπονται τοὺς πολεμίους, ἤδη φοβεροὶ αὐτοῖς γεγονότες.
汪达尔人抢先一步,发动猛攻占领了山丘,并将敌军击溃,因汪达尔人此时在罗马人眼中已成可怖之敌。
φεύγοντες δὲ Ῥωμαῖοι ἐς χωρίον ἀφικνοῦνται σταδίους ἑπτὰ τοῦ Δεκίμου ἀπέχον, ἔνθα δὴ Οὐλίαριν τὸν Βελισαρίου δορυφόρον ξὺν ὑπασπισταῖς ὀκτακοσίοις τετύχηκεν εἶναι.
溃逃的罗马人抵达一处距第十里七斯塔迪昂的地点,贝利撒留的近卫持矛军吏乌利亚里斯恰好正率八百名持盾护卫驻留于彼。
πάντες τε ᾤοντο ὡς σφᾶς οἱ ἀμφὶ τὸν Οὐλίαριν δεξάμενοι στήσονταί τε καὶ ξὺν αὐτοῖς ὁμόσε ἐπὶ τοὺς Βανδίλους χωρήσουσιν· ἀλλ’ ἐπεὶ ἅμα ἐγένοντο, παρὰ δόξαν ἤδη ξύμπαντες ἀνὰ κράτος τε ἔφευγον καὶ δρόμῳ τὴν ἐπὶ Βελισάριον ᾔεσαν.
众人都以为乌利亚里斯的部众会收拢溃兵、稳住阵脚,并同他们一道迎战汪达尔人;然而两队人马一经汇合,出人意料的是,全军竟一并竭力溃退,慌不择路地向着贝利撒留的方向狂奔而去。
Ἐνθενδε οὐκ ἔχω εἰπεῖν ὅ τί ποτε παθὼν Γελίμερ, ἐν ταῖς χερσὶν ἔχων τὸ τοῦ πολέμου κράτος, ἐθελούσιος αὐτὸ τοῖς πολεμίοις μεθῆκε, πλὴν εἰ μὴ ἐς τὸν θεὸν καὶ τὰ τῆς ἀβουλίας ἀναφέρειν δεήσει,2 ὅς, ἡνίκα τι ἀνθρώπῳ συμβῆναι βουλεύηται φλαῦρον, τῶν λογισμῶν ἁψάμενος πρῶτον οὐκ ἐᾷ τὰ ξυνοίσοντα ἐς βουλὴν ἔρχεσθαι.
自此之后,我实在无法说明究竟是何原因使盖利梅尔在胜券在握之际,竟自愿将主导权拱手让给敌人;除非必须连愚昧妄举也归结于神——每当神定意要让凡人遭遇灾祸时,必先扰乱其心智,使有利之策根本无从进入其谋划之中。
εἴτε γὰρ τὴν δίωξιν εὐθυωρὸν ἐποιήσατο, οὐδ’ ἂν αὐτὸν ὑποστῆναι Βελισάριον οἶμαι, ἀλλ’ ἄρδην ἅπαντα ἡμῖν διαφθαρῆναι τὰ πράγματα·3 τοσοῦτον δὴ τό τε τῶν Βανδίλων πλῆθος τό τε αὐτῶν κατὰ Ῥωμαίων δέος4 ἐφαίνετο· εἴτε καὶ Καρχηδόνος εὐθὺ ἤλασε, τούς τε σὺν Ἰωάννῃ εὐπετῶς ἂν ἅπαντας ἔκτεινεν, οἵ γε κατὰ ἕνα καὶ δύο ἀφροντιστήσαντές τε καὶ περιπάτους ἐν τῷ πεδίῳ ποιούμενοι τοὺς κειμένους ἐσύλων.
因为倘若他立即乘胜追击,依我之见,纵使贝利撒留本人亦绝无法抵挡,而我军的全盘大局定将荡然无存;汪达尔人之众及其给罗马人造成的惶恐竟至于斯。又或者倘若他径直策马驰往迦太基,便可轻而易举地将约翰麾下之人尽数歼灭,盖因那些人毫无防备,三两成群地在平原上游荡并剥夺死者的遗物。
καὶ τὴν πόλιν ξὺν τοῖς χρήμασι διασωσάμενος τῶν τε ἡμετέρων νεῶν οὐ πόρρω ἀφικομένων ἐκράτει καὶ ὅλην ἡμῖν ἀνέστελλε τοῦ τε ἀπόπλου καὶ τῆς νίκης ἐλπίδα. ἀλλὰ γὰρ ἔπραξε τούτων οὐδέτερα.
如此一来,他不仅能保全城池与财宝,还能制服相距不远而抵达的我军船队,从而彻底斩断我们回航与取胜的全部希望。然而实际上,这两件事他一件也未去做。
βάδην δὲ κατιὼν ἐκ τοῦ λόφου, ἐπεὶ ἐν τῷ ὁμαλεῖ ἐγένετο καὶ τἀδελφοῦ τὸν νεκρὸν εἶδεν, ἔς τε ὀλοφύρσεις ἐτράπετο καὶ τῆς ταφῆς ἐπιμελούμενος οὕτω δὴ τοῦ καιροῦ τὴν ἀκμὴν ἤμβλυνεν, ἧς γε οὐκέτι ἀντιλαβέσθαι ἐδύνατο.
他缓步走下山丘,一至平地望见其弟的尸骸,便痛哭哀号,忙于料理丧葬,就此断送了再也无法追回的决胜良机。
τοῖς δὲ φεύγουσι Βελισάριος ἀπαντήσας στῆναι κελεύει, κοσμίως τε ἅπαντας διατάξας καὶ πολλὰ ὀνειδίσας, ἐπειδὴ τήν τε Ἀμμάτα τελευτὴν καὶ τὴν Ἰωάννου δίωξιν ἤκουσε καὶ περὶ τοῦ χωρίου καὶ τῶν πολεμίων ἐπύθετο ὅσα ἐβούλετο, δρόμῳ ἐπὶ Γελίμερά τε καὶ Βανδίλους ἐχώρει.
贝利撒留迎面截住溃逃之众,下令他们停下,整饬队列并严辞责备。在听闻安马塔斯之死与约翰追击之事、并就地形与敌情探明了所需知晓的一切之后,他便率军飞奔杀向盖利梅尔及汪达尔人。
οἱ δὲ βάρβαροι ἄτακτοί τε καὶ ἀπαράσκευοι ἤδη γεγονότες ἐπιόντας αὐτοὺς οὐχ ὑπέμειναν, ἀλλὰ φεύγουσιν ἀνὰ κράτος, πολλοὺς ἐνταῦθα ἀποβαλόντες, καὶ ἡ μάχη ἐτελεύτα ἐς νύκτα. ἔφευγον δὲ οἱ Βανδίλοι οὐκ ἐς Καρχηδόνα οὐδὲ ἐς Βυζάκιον, ὅθενπερ ἧκον, ἀλλ’ ἐπὶ τὸ Βούλλης πεδίον καὶ τὴν εἰς Νουμίδας ὁδὸν φέρουσαν.
蛮族此刻已然阵脚大乱、全无防备,根本抵挡不住他们的冲锋,遂竭尽全力落荒而逃,在此役中伤亡惨重;战斗直至夜幕降临时方告结束。汪达尔人既未逃向迦太基,亦未逃向其来处的比扎齐恩,而是逃往布拉平原及通往努米底亚的道路。
οἱ μὲν οὖν ἀμφὶ τὸν Ἰωάννην καὶ οἱ Μασσαγέται περὶ λύχνων ἁφὰς εἰς ἡμᾶς ἀναστρέψαντες καὶ ἅπαντα τὰ ξυμβεβηκότα μαθόντες τε καὶ ἀναγγείλαντες σὺν ἡμῖν ἐν Δεκίμῳ διενυκτέρευσαν.
约翰的部众与马萨革泰人约在点灯时分返回我们驻地,得知并通报了全部经过后,便与我们在第十里露营共度了一宿。
- 3.19.18ὁδῷ χρησαμένου μεταξὺ ἧς τε Βελισάριος εἶχε καὶ ἧς οἱ Μασσαγέται ἧκον
介词 μεταξύ 之后省略了作其宾语的先行词(如 τῆς ὁδοῦ),关系代名词 ἧς... καὶ ἧς 与该属格保持一致。整个结构表示取道于“在贝利撒留所走之(路)与马萨革泰人所来之(路)二者之间”。
- 3.19.25πλὴν εἰ μὴ ἐς τὸν θεὸν καὶ τὰ τῆς ἀβουλίας ἀναφέρειν δεήσει
πλὴν εἰ μή 为惯用的复合连词短语,意为“除非”或“若非……之外”,在此用于对主句 οὐκ ἔχω εἰπεῖν(“我无法说明”)提出例外限制。
- 3.19.26οὐδ’ ἂν αὐτὸν ὑποστῆναι Βελισάριον οἶμαι, ἀλλ’ ἄρδην ἅπαντα ἡμῖν διαφθαρῆναι τὰ πράγματα
此句为受 οἶμαι 支配的宾格不定式结构,ἄν 与不定式 ὑποστῆναι 及 διαφθαρῆναι 搭配,在间接引语中表示与过去事实相反的条件句主句(相当于直接引语中的 οὐδ' ἂν ὑπέστη ... ἀλλ' ἂν διεφθάρη),呼应前面的条件从句 εἴτε γὰρ τὴν δίωξιν εὐθυωρὸν ἐποιήσατο。
- 3.19.27αὐτῶν κατὰ Ῥωμαίων δέος
αὐτῶν 为指代汪达尔人的主格性属格,此处 δέος 并非指他们自身的畏惧,而是指他们所散发的恐慌威势,与 κατὰ Ῥωμαίων(针对罗马人)结合意为“他们令罗马人产生的恐惧”,与前文的“汪达尔人之众”形成对仗并列。
