- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.2.15-3.2.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉里克将三百名精锐青年伪装成奴隶赠予罗马贵族,令其内应打开萨拉里亚门攻陷并洗劫了罗马;而霍诺留皇帝接到凶报时,却愚蠢地将城池沦陷误认为自己的宠物公鸡死掉。
τῶν ἐν στρατῷ νεανιῶν οὔπω γενειασκόντων, ἀλλ’ ἄρτι ἡβηκότων, τριακοσίους ἀπολεξάμενος, οὕσπερ εὖ τε γεγονέναι καὶ ὑπὲρ τὴν ἡλικίαν ἀρετῆς μεταποιεῖσθαι ἠπίστατο, ἔφασκε μὲν αὐτοῖς κρύφα ὡς σφίσι τῶν ἐν Ῥώμῃ πατρικίων τινάς, ἅτε δούλοις οὖσι δῆθεν τῷ λόγῳ, δωρήσεσθαι μέλλοι.
他从军中那些尚未长须、刚及成年的青年中挑选了三百人,他深知他们出身高贵且自负具有超越其年龄的英勇,暗中向他们表明,他打算将他们赠送给罗马城中的某些贵族,名义上自然是作为奴隶。
παρήγγελλε δὲ ὥστε, ἐπειδὰν ἐν ταῖς ἐκείνων οἰκίαις τάχιστα γένωνται, πρᾳότητα πολλὴν καὶ σωφροσύνην ἐνδεικνυμένους ἅπαντα προθύμως ὑπηρετεῖν, ἅπερ ἂν αὐτοῖς πρὸς τῶν κεκτημένων ἐπικείμενα ᾖ· ἔπειτα οὐ πολλῷ ὕστερον καὶ ἐν ἡμέρᾳ τακτῇ ἀμφὶ ἡμέραν μάλιστα μέσην, ἁπάντων ἤδη τῶν αὐτοὺς ληψομένων ὕπνον, ὡς τὸ εἰκός, μετὰ τὰ σιτία αἱρουμένων, ἐν πύλῃ ἅπαντας τῇ Σαλαρίᾳ καλουμένῃ γενέσθαι, καὶ τούς τε φύλακας οὐδὲν προαισθομένους ἐξ ἐπιδρομῆς κτεῖναι τάς τε πύλας ἀνοιγνύναι ὡς τάχιστα.
他吩咐他们,一旦进入那些人的宅邸,务须展现出极大的温顺与克制,热心服从主人所吩咐的一切差遣;此外,在不久之后约定的某一日正午时分,届时收纳他们的人照例在饭后多已入睡,他们要全体赶到被称为萨拉里亚门的城门处,趁守军未曾察觉之时发动突袭将其斩杀,并尽快打开城门。
ταῦτα ἐπαγγείλας Ἀλάριχος τοῖς νεανίαις, πρέσβεις αὐτίκα πρὸς τοὺς ἐκ βουλῆς ἔπεμψε, δηλῶν ὅτι ἀγασθείη μὲν αὐτοὺς τῆς ἐς τὸν σφῶν βασιλέα εὐνοίας, οὐκέτι δὲ τὸ λοιπὸν ἐνοχλήσει, τῆς τε ἀρετῆς καὶ πίστεως ἕνεκα, ἧς ἐς ἄγαν μεταποιεῖσθαί εἰσιν ἔνδηλοι,1 ὅπως τε αὐτοῦ μνημεῖα παρ’ ἀνδράσι καλοῖς τε καὶ ἀγαθοῖς σώζοιτο, οἰκέταις τισὶ δωρεῖσθαι βούλοιτο αὐτῶν ἕκαστον.
阿拉里克向青年们作了这些交代后,立即遣使去见元老院议员们,表示赞赏他们对其皇帝的忠诚,今后将不再予以侵扰,盖因他们极其显露出所自负的勇气与忠信,且为了在仁善之士中间留存对他的纪念,他愿赠与他们每人若干僮仆。
ταῦτα σημήνας καὶ τοὺς νεανίας οὐκ ἐς μακρὰν στείλας, συσκευάζεσθαι ἐς τὴν ἄφοδον τοὺς βαρβάρους ἐκέλευε, τούτου τε αἴσθησιν Ῥωμαίοις παρεῖχεν.
他通报了这些话,不久后便派出了青年们,并命蛮族收拾行装准备撤退,且让罗马人觉察到了这一动向。
οἳ δὴ τούς τε λόγους ἄσμενοι ἤκουσαν καὶ τὰ δῶρα δεξάμενοι ἐν πολλῇ εὐπαθείᾳ ἐγένοντο, ἑκαστάτω τῆς τοῦ βαρβάρου ἐπιβουλῆς ὄντες.
罗马人欣然听信了这些言辞,接受了礼物并沉浸在极大的欢欣之中,全然没有料到蛮族的阴谋诡计。
οἵ τε γὰρ νέοι τῷ εὐπειθέστεροι τοῖς κεκτημένοις εἶναι2 τὸ ὕποπτον ἀπεκρούοντο, τοῦ τε στρατοπέδου οἱ μὲν ἤδη ἐξανιστάμενοί τε καὶ διαλύοντες τὴν προσεδρείαν ἐφαίνοντο, οἱ δὲ ὅσον οὔπω3 ταὐτὸ τοῦτο ποιήσειν ἐπίδοξοι ἦσαν.
因为那些青年通过对主人表现得格外顺从来消除了嫌疑,而在营地中,一部分人看似已拔营解围,另一部分人似乎也转瞬之间便要效仿此举。
ἐπεὶ δὲ ἡ κυρία παρῆν, Ἀλάριχος μὲν ἅπαν ἐξοπλίσας τὸ στράτευμα ὡς ἐς τὴν ἔφοδον ἐν παρασκευῇ εἶχεν ἄγχιστα πύλης τῆς Σαλαρίας· ἐνταῦθα γὰρ ἐνστρατοπεδευσάμενος τῆς πολιορκίας κατ’ ἀρχὰς ἔτυχε.
当约定的日期到来时,阿拉里克已让全军披坚执锐,在萨拉里亚门极近处严阵以待准备发起冲击;因为在围城之初,他恰好就在那里安营扎寨。
ξύμπαντες δὲ οἱ νεανίαι καιρῷ τῆς ἡμέρας τῷ ξυγκειμένῳ ἐς ταύτην δὴ τὴν πύλην γενόμενοι τούς τε φύλακας ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες ἀπέκτειναν, τάς τε πύλας ἀνακλίναντες κατ’ ἐξουσίαν Ἀλάριχόν τε καὶ τὴν στρατιὰν τῇ πόλει ἐδέξαντο.
所有青年在约定的时刻赶到这座城门,出其不意地袭击并杀死了守军,随心所欲地推开城门,将阿拉里克及其军队迎入了城中。
οἱ δὲ τάς τε οἰκίας ἐνέπρησαν αἳ τῆς πύλης ἄγχιστα ἦσαν, ἐν αἷς ἦν καὶ ἡ Σαλουστίου, τοῦ Ῥωμαίοις τὸ παλαιὸν τὴν ἱστορίαν γράψαντος, ἧς δὴ τὰ πλεῖστα ἡμίκαυτα καὶ ἐς ἐμὲ ἕστηκε· τήν τε πόλιν ὅλην ληισάμενοι καὶ Ῥωμαίων τοὺς πλείστους διαφθείραντες πρόσω ἐχώρουν.
他们焚烧了距离城门最近的宅邸,其中亦包括萨卢斯特的居所——此人在古时曾为罗马人撰写历史,其宅邸大半呈半焚毁状,直到我的时代仍屹立着;他们在劫掠了全城并消灭了大半罗马人之后,便继续向前进发。
τότε λέγουσιν ἐν Ῥαβέννῃ Ὁνωρίῳ τῷ βασιλεῖ τῶν τινα εὐνούχων δηλονότι ὀρνιθοκόμον ἀγγεῖλαι ὅτι δὴ Ῥώμη ἀπόλωλε. καὶ τὸν ἀναβοήσαντα φάναι “Καίτοι ἔναγχος ἐδήδοκεν ἐκ χειρῶν τῶν ἐμῶν.” εἶναι γάρ οἱ ἀλεκτρυόνα ὑπερμεγέθη, Ῥώμην ὄνομα· καὶ τὸν μὲν εὐνοῦχον ξυνέντα τοῦ λόγου εἰπεῖν Ῥώμην τὴν πόλιν πρὸς Ἀλαρίχου ἀπολωλέναι, ἀνενεγκόντα δὲ τὸν βασιλέα ὑπολαβεῖν4 “Ἀλλ’ ἔγωγε, ὦ ἑταῖρε, Ῥώμην μοι ἀπολωλέναι τὴν ὄρνιν ᾠήθην.” τοσαύτῃ ἀμαθίᾳ τὸν βασιλέα τοῦτον ἔχεσθαι λέγουσι.
据说当时在拉文纳,一名显然是主管养鸟的宦官向霍诺留皇帝报告说“罗马亡了”。皇帝惊呼道:“可它方才还从我手中吃食呢!”原来他有一只极大的公鸡,名字便叫“罗马”;那宦官领会其意,便言明是城市罗马遭阿拉里克毁灭,而皇帝回过神来答道:“可是朋友,我还以为是我的那只鸟儿罗马死了呢。”据说这位皇帝愚鲁至此。
- 3.2.18ἧς ἐς ἄγαν μεταποιεῖσθαί εἰσιν ἔνδηλοι
关系代词 ἧς 的先行词为属格短语 τῆς τε ἀρετῆς καὶ πίστεως,并充当不定式 μεταποιεῖσθαι 的属格宾语(μεταποιέομαι 支配属格)。形容词 ἔνδηλοι 搭配不定式构成人称结构(等同于非人称结构 ἔνδηλόν ἐστιν αὐτοὺς μεταποιεῖσθαι),意为“显然他们极力自负/追求的(勇气与忠信)”。
- 3.2.21τῷ εὐπειθέστεροι τοῖς κεκτημένοις εἶναι
带冠词的与格不定式 τῷ εὐπειθέστεροι ... εἶναι 表示方式或原因(“通过对主人更为顺从”)。值得注意的是,不定式的表语形容词比较级 εὐπειθέστεροι 采用了主格,与主句的主语 οἵ τε γάρ νέοι 保持一致。
- 3.2.21ὅσον οὔπω
惯用习语,字面意为“仅差尚未”,引申为“旋即”、“转瞬之间”、“随时”。与 ἐπίδοξοι ἦσαν(被预料)连用,表示其他部队也看似马上就要采取撤退行动。
- 3.2.26ἀνενεγκόντα δὲ τὸν βασιλέα ὑπολαβεῖν
受前文 λέγουσι 支配的间接引语中的“对格加不定式”结构。分词 ἀνενεγκόντα 为动词 ἀναφέρω 的第二不定过去时主动分词对格,在此作不及物或反身意义,意为“回过神来”、“醒悟过来”。
