← 普罗科皮乌斯

战史

§3.2.1-3.2.14

哥特诸部的族源与阿拉里克的入侵

本节概述了哥特各部族共同的族源与特征,并叙述了西哥特人在阿拉里克率领下侵入罗马领土、将毫无抵抗的城镇彻底毁灭的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.1

Ὁνωρίου δὲ τὴν πρὸς ἡλίου δυσμαῖς ἔχοντος βασιλείαν βάρβαροι τὴν ἐκείνου κατέλαβον χώραν· οἵτινες δὲ καὶ ὅτῳ τρόπῳ, λελέξεται.

当霍诺留掌握日落之西方的帝位时,蛮族占据了他的疆土;他们是何许人以及以何种方式行事,将于后文叙述。

§3.2.2

Γοτθικὰ ἔθνη πολλὰ μὲν καὶ ἄλλα πρότερόν τε ἦν καὶ τανῦν ἔστι, τὰ δὲ δὴ πάντων μέγιστά τε καὶ ἀξιολογώτατα Γότθοι τέ εἰσι καὶ Βανδίλοι καὶ Οὐισίγοτθοι καὶ Γήπαιδες. πάλαι μέντοι Σαυρομάται καὶ Μελάγχλαινοι ὠνομάζοντο· εἰσὶ δὲ οἳ καὶ Γετικὰ ἔθνη ταῦτ’ ἐκάλουν.

哥特诸部族从前还有许多其他的,如今亦有许多,然而其中最为庞大且显赫的,则是哥特人、汪达尔人、西哥特人以及吉皮特人。但在古时,他们曾被称为萨乌罗马泰人和黑袍人;亦有人将这些统称为盖塔族群。

§3.2.3

οὗτοι ἅπαντες ὀνόμασι μὲν ἀλλήλων διαφέρουσιν, ὥσπερ εἴρηται, ἄλλῳ δὲ τῶν πάντων οὐδενὶ διαλλάσσουσι.

正如前文所述,他们彼此之间虽名号各异,但在一切其他方面均毫无差别。

§3.2.4

λευκοί τε γὰρ ἅπαντες τὰ σώματά εἰσι καὶ τὰς κόμας ξανθοί, εὐμήκεις τε καὶ ἀγαθοὶ τὰς ὄψεις, καὶ νόμοις μὲν τοῖς αὐτοῖς χρῶνται, ὁμοίως δὲ τὰ ἐς τὸν θεὸν αὐτοῖς ἤσκηται. τῆς γὰρ Ἀρείου δόξης εἰσὶν ἅπαντες, φωνή τε αὐτοῖς ἐστι μία, Γοτθικὴ λεγομένη· καί μοι δοκοῦν1 ἐξ ἑνὸς μὲν εἶναι ἅπαντες τὸ παλαιὸν ἔθνους, ὀνόμασι δὲ ὕστερον τῶν ἑκάστοις ἡγησαμένων διακεκρίσθαι.

因为他们皆肤色白皙,发色金黄,身材修长,仪表堂堂,遵守相同的法律,其敬奉神祇之事亦完全相同。盖因他们皆从阿里乌派之见解,且拥有同一种被称为哥特语的语言;在我看来,他们古时本尽出一族,后来才依各自领袖之名号而分化。

§3.2.6

οὗτος ὁ λεὼς ὑπὲρ ποταμὸν Ἴστρον ἐκ παλαιοῦ ᾤκουν. ἔπειτα Γήπαιδες μὲν τὰ ἀμφὶ Σιγγιδόνον τε καὶ Σίρμιον χωρία ἔσχον, ἐντός τε καὶ ἐκτὸς ποταμοῦ Ἴστρου, ἔνθα δὴ καὶ ἐς ἐμὲ ἵδρυνται.

这支民众自古便居于伊斯特罗斯河彼岸。随后,吉皮特人占据了辛吉杜努姆和西尔米乌姆周边的土地,无论伊斯特罗斯河以内或以外,直至我所处之时他们仍定居于彼处。

§3.2.7

Τῶν δὲ δὴ ἄλλων Οὐισίγοτθοι μὲν ἐνθένδε ἀναστάντες τὰ μὲν πρῶτα ἐς ξυμμαχίαν Ἀρκαδίου βασιλέως ἀφίκοντο, χρόνῳ δὲ ὕστερον (οὐ γὰρ οἶδε βαρβάροις ἐνδιαιτᾶσθαι ἡ ἐς Ῥωμαίους πίστις), ἡγουμένου αὐτοῖς Ἀλαρίχου, ἐς ἐπιβουλὴν ἑκατέρου βασιλέως ἐτράποντο, ἐκ Θρᾴκης τε ἀρξάμενοι ξυμπάσῃ Εὐρώπῃ ὡς πολεμίᾳ ἐχρήσαντο.

而在其余部族中,西哥特人自彼处出发,起初曾与阿卡狄乌斯皇帝结盟;但过了一段时间之后(因为对罗马人的忠义绝难居于蛮族之中),他们在阿拉里克的率领下,转而图谋暗算两位皇帝,自色雷斯起便将整个欧洲视同敌国。

§3.2.8

βασιλεὺς δὲ Ὁνώριος πρότερον μὲν ἐν Ῥώμῃ καθῆστο, οὐδὲν ὅ τι καὶ πολέμιον ἐν νῷ ἔχων, ἀλλ’ ἀγαπῶν, οἶμαι, ἤν τις αὐτὸν ἐν τοῖς βασιλείοις ἡσυχάζειν ἐῴη.

而霍诺留皇帝先前驻于罗马,心中毫无征战之想,我想他只要有人准许他在宫廷之中安居便心满意足了。

§3.2.9

ἐπεὶ δὲ οὐκ ἄποθεν οἱ βάρβαροι, ἀλλά που ἐν Ταυλαντίοις εἶναι στρατῷ μεγάλῳ ἠγγέλλοντο, καταλιπὼν τὰ βασίλεια οὐδενὶ κόσμῳ ἐς Ῥάβενναν φεύγει, πόλιν ἐχυρὰν ἐς αὐτόν που λήγοντα κειμένην τὸν Ἰόνιον κόλπον.

及至有消息报称蛮族率领大军已去之不远,就在陶兰提奥伊人境内的某处时,他弃宫殿于不顾,仓皇逃奔拉文纳,那是一座坐落于伊奥尼亚湾尽头附近的坚固要塞。

§3.2.10

εἰσὶ δὲ οἳ καὶ φασὶν αὐτὸν τοὺς βαρβάρους ἐπαγαγέσθαι, στάσεως αὐτῷ πρὸς τῶν ὑπηκόων γεγενημένης, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, ὅσα γε τὸ τοῦ ἀνθρώπου ἐκλογίζεσθαι ἦθος.2 οἱ δὲ βάρβαροι, ἐπεὶ οὐδὲν σφίσιν ἀπήντα πολέμιον, γίνονται ὠμότατοι ἀνθρώπων ἁπάντων. πόλεις τε γάρ, ὅσας εἷλον, οὕτω κατειργάσαντο ὥστε οὐδὲν εἰς ἐμὲ αὐταῖς ἀπολέλειπται γνώρισμα, ἄλλως τε καὶ ἐντὸς τοῦ Ἰονίου κόλπου, πλήν γε δὴ ὅτι πύργον ἕνα ἢ πύλην μίαν ἤ τι τοιοῦτο αὐταῖς περιεῖναι ξυνέβη· τούς τε ἀνθρώπους ἅπαντας ἔκτεινον, ὅσοι ἐγένοντο ἐν ποσίν,3 ὁμοίως μὲν πρεσβύτας, ὁμοίως δὲ νέους, οὔτε γυναικῶν οὔτε παίδων φειδόμενοι. ὅθεν εἰς ἔτι καὶ νῦν ὀλιγάνθρωπον τὴν Ἰταλίαν ξυμβαίνει εἶναι.

甚至有人称,因其臣民掀起叛乱,是他亲自将蛮族招引而至;但依我看,只要考量此人的性情品格,这些说法便不足采信。 而蛮族由于未遇任何抵抗力量,遂成全人类中最残暴者。他们破城之后,将其尽毁,乃至及至我所处之时,各城均未留下任何遗迹,尤其在伊奥尼亚湾之内更是如此,唯独凑巧有一座塔楼、一座城门或类似之物得以幸存;他们屠杀了所遇的一切人,不论老幼皆无二致,既不顾惜妇人,亦不怜悯孩童。故而直至今日,意大利依然人烟稀少。

§3.2.13

χρήματα δὲ ἅπαντα ἐληίσαντο ἐκ πάσης Εὐρώπης, καί, τό γε κεφάλαιον, ἐν Ῥώμῃ τῶν τε δημοσίων τῶν τε ἰδίων οὐδ’ ὁτιοῦν ἀπολιπόντες ἐπὶ Γαλλίας ἐχώρησαν. τρόπῳ δὲ ὅτῳ Ῥώμην Ἀλάριχος εἷλεν, ἐγὼ δηλώσω.

他们还自全欧洲劫掠了一切资财,概而言之,在罗马城中无论公私财物一无所留,而后便向高卢进发。至于阿拉里克是以何种方式攻取罗马的,我将予以说明。

§3.2.14

Ἐπειδὴ χρόνος τέ οἱ πολὺς ἐν τῇ προσεδρείᾳ ἐτέτριπτο καὶ οὔτε βίᾳ οὔτε τινὶ μηχανῇ ἄλλῃ ἴσχυσε τὸ χωρίον ἑλεῖν, ἐπενόει τάδε.

当他在围城之中耗费了大量时日,无论凭借强攻还是依仗其他任何计策皆无法攻取该地之时,他便谋划了如下方策。

语法注3 条
  1. 3.2.5καί μοι δοκοῦν

    中性分词 δοκοῦν 以无人称形式构成了宾格绝对结构(accusative absolute),意为“在我看来似乎……”,后接由不定式 ἐξ ἑνὸς μὲν εἶναι... διακεκρίσθαι 构成的间接引语从句。

  2. 3.2.11ὅσα γε τὸ τοῦ ἀνθρώπου ἐκλογίζεσθαι ἦθος

    中性复数宾格关系代词 ὅσα 结合限定小词 γε,引入带有表示限制或视角的不定式结构(τὸ... ἐκλογίζεσθαι),构成限制性状语从句,意为“至少在考量该人品性的范围内”。

  3. 3.2.12ἐγένοντο ἐν ποσίν

    希腊语散文中的固定惯用表达,字面意为“出现在脚下”,实际意为“挡在路途中”或“出现在他们行进所至之处”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.2.1-3.2.14