- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.1.1-3.1.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者宣布将记述从波斯战争转向汪达尔战争,并阐述了狄奥多西二子对帝国的瓜分、地中海世界的地理轮廓以及各统治区域的里程规模与界线。
Ὁ μὲν οὖν Μηδικὸς πόλεμος Ἰουστινιανῷ βασιλεῖ ἐς τοῦτο ἐτελεύτα· ἐγὼ δὲ ὅσα ἔς τε Βανδίλους καὶ Μαυρουσίους αὐτῷ εἴργασται φράσων ἔρχομαι. λελέξεται δὲ πρῶτον ὅθεν ὁ Βανδίλων στρατὸς τῇ Ῥωμαίων ἐπέσκηψε χώρᾳ.
于是,查士丁尼皇帝统治下的波斯战争便以此告终;我现在将要着手叙述他针对汪达尔人和毛利人所建立的一切功绩。但首先必须说明,汪达尔人的军队是从何处侵入罗马人的疆土的。
ἐπειδὴ Θεοδόσιος ὁ Ῥωμαίων αὐτοκράτωρ ἐξ ἀνθρώπων ἠφάνιστο, ἀνὴρ δίκαιος ἐν τοῖς μάλιστα1 γεγονὼς καὶ ἀγαθὸς τὰ πολέμια, διεδεξάσθην αὐτοῦ τὴν βασιλείαν ἄμφω τὼ παῖδε, Ἀρκάδιος μὲν ὁ πρεσβύτερος τὴν ἑῴαν μοῖραν, τὴν ἑσπερίαν δὲ Ὁνώριος ὁ νεώτερος.
当罗马人的皇帝狄奥多西离开人世之时——他是一位极其公正且善战的男子——他的两个儿子继承了他的帝国:长子阿卡狄乌斯统领东方部分,次子霍诺留统领西方部分。
διῄρητο δὲ ὧδε τὸ Ῥωμαίων κράτος ἄνωθεν ἀπό τε Κωνσταντίνου καὶ τῶν αὐτοῦ παίδων, ὃς τὴν βασιλείαν ἐς Βυζάντιον μεταθέμενος μείζω τε τὴν πόλιν καὶ πολλῷ ἐπιφανεστέραν καταστησάμενος ἀπ’ αὐτοῦ ἀφῆκε προσαγορεύεσθαι.
罗马人的政权自古以来便如此分割,源自君士坦丁及其诸子。君士坦丁将帝都迁至拜占庭,使该城规模更宏大、声名远播,并准许其以自己的名字命名。
Περιλαμβάνει μὲν κύκλῳ τὴν γῆν ὠκεανὸς ἢ ξύμπασαν ἢ τὴν πολλήν· οὐ γάρ πω σαφές τι ἀμφ’ αὐτῷ ἴσμεν· σχίζει δὲ αὐτὴν δίχα ἐς ἠπείρους δύο ἐκροή τις ἀπ’ αὐτοῦ κατὰ τὴν ἑσπέριον εἰσβάλλουσα μοῖραν καὶ ταύτην δὴ ποιουμένη τὴν θάλασσαν, ἀπὸ Γαδείρων μὲν ἀρξαμένη, ἐς αὐτὴν δὲ τὴν Μαιῶτιν διήκουσα λίμνην.
大洋环绕着大地四周,或环绕其全部,或环绕其大部;因为关于大洋,我们尚无确凿的知晓。而大洋在西方部分涌入的一股水流将大地一分为二,劈成两块大陆,并形成了这片海域,它始于加德拉,一直延伸到迈奥提斯湖本身。
ταύταιν ταῖν ἠπείροιν ἁτέρα μὲν ἐν δεξιᾷ εἰσπλέοντι2 τὴν θάλασσαν μέχρι καὶ ἐς τὴν λίμνην Ἀσία κέκληται, ἀπό τε Γαδείρων καὶ τῆς ἑτέρας τῶν Ἡρακλέους στηλῶν.
在这两块大陆中,对于乘船驶入这片海域的人而言位于右手侧、从加德拉及赫拉克勒斯之柱的另一端一直延伸到湖的大陆,被称为亚洲。
Σέπτον καλοῦσι τὸ ἐκείνῃ φρούριον οἱ ἐπιχώριοι, λόφων τινῶν ἑπτὰ φαινομένων ἐνταῦθα· τὸ γὰρ σέπτον ἑπτὰ τῇ Λατίνων φωνῇ δύναται.
当地人称那里的要塞为塞普顿,因为在那里可见七座山丘;在拉丁人的语言中,“塞普顿”意为七。
ἡ δὲ ἀντιπέρας αὐτῇ ξύμπασα Εὐρώπη ἐκλήθη. καὶ ὁ μὲν ταύτῃ πορθμὸς τέτταρσι καὶ ὀγδοήκοντα σταδίοις μάλιστα ἤπειρον ἑκατέραν διείργει, τὸ δὲ ἐντεῦθεν πελάγεσι μεγάλοις ἀλλήλαιν διέχετον μέχρις Ἑλλησπόντου.
而与其相对的整个对岸则被称为欧洲。此处的海峡以大约八十四斯塔德的宽度隔开两大陆,但从那里往后,直到赫勒斯滂,两大陆被辽阔的海域彼此隔开。
ταύτῃ γὰρ ξυνίασιν αὖθις ἀμφὶ Σηστόν τε καὶ Ἄβυδον, καὶ πάλιν ἔν τε Βυζαντίῳ καὶ Καλχηδόνι μέχρι τῶν πάλαι Κυανέων λεγομένων πετρῶν, οὗ καὶ νῦν Ἱερὸν ὀνομάζεται. ἐν τούτοις γὰρ δὴ τοῖς χωρίοις μέτρῳ δέκα σταδίων τε καὶ τούτου ἐλάσσονι διείργεσθον ἀλλήλαιν.
因为两大陆在塞斯托斯和阿比多斯周围再次会合,又在拜占庭和迦克墩,直到旧称深蓝岩(库阿内埃)而如今被称为“圣所”的地方彼此临近。在这些地方,两大陆彼此相隔仅十斯塔德或更短的距离。
Ἀπὸ δὲ τῆς ἑτέρας τῶν Ἡρακλέους στηλῶν μέχρι ἐς τὴν ἑτέραν διὰ τῆς ἠιόνος ἰόντι καὶ οὐ περιερχομένῳ κόλπον τε τὸν Ἰόνιον καὶ τὸν Εὔξεινον καλούμενον Πόντον, ἀλλ’ ἔκ τε Καλχηδόνος ἐς Βυζάντιον ἔκ τε Δρυοῦντος ἐς ἤπειρον τὴν ἀντιπέρας καταίροντι, πέντε καὶ ὀγδοήκοντα καὶ διακοσίων ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ ἀνδρί.3
若从赫拉克勒斯之柱中的一座直到另一座,沿海岸行进,不绕行伊奥尼亚湾和所谓的欧克辛海(黑海),而是从迦克墩渡至拜占庭,再从德律乌斯渡至对岸大陆,对于一个轻装者而言,全程为二百八十五天的旅程。
τὰ γὰρ ἀμφὶ τὸν Εὔξεινον Πόντον, ὃς ἐκ Βυζαντίου χωρεῖ εἰς τὴν λίμνην, ἅπαντα ἀκριβολογεῖσθαι ἀμήχανα ἦν, βαρβάρων τῶν ὑπὲρ ποταμὸν Ἴστρον, ὃν καὶ Δανούβιον καλοῦσι, Ῥωμαίοις βατὴν ἥκιστα ποιουμένων τὴν ἐκείνῃ ἀκτήν, πλήν γε δὴ ὅτι ἐκ Βυζαντίου μὲν ἐς τὰς τοῦ Ἴστρου ἐκβολὰς ἡμερῶν ἐστιν ὁδὸς δύο καὶ εἴκοσιν, ἅσπερ τῇ Εὐρώπῃ λογιζομένους ἐντιθέναι προσήκει.
因为要想精确详述从拜占庭延伸至湖的整个欧克辛海周边是办不到的,伊斯特罗斯河(又称多瑙河)彼岸的蛮族使罗马人根本无法通行那里的海岸;唯独从拜占庭到伊斯特罗斯河口有二十二天的路程,计算者应当将其归入欧洲。
κατὰ δὲ τὴν τῆς Ἀσίας μοῖραν, εἴη δ’ ἂν ἐκ Καλχηδόνος ἐς ποταμὸν Φᾶσιν, ὃς ῥέων ἐκ Κόλχων κάτεισιν ἐς τὸν Πόντον, ἀνύεται τεσσαράκοντα ὁδὸς ἡμερῶν.
而在亚洲部分——那便是从迦克墩到法西斯河(该河从科尔喀斯流下汇入海中)——行程为四十天。
ὥστε ξύμπασα ἡ Ῥωμαίων ἐπικράτεια κατά γε τὴν ἐπὶ θαλάσσῃ ὁδὸν ἐς ἑπτὰ καὶ τεσσαράκοντα καὶ τριακοσίων ἡμερῶν ξύνεισι μέτρον, ἤν τις, ὅπερ εἴρηται, τὸν Ἰόνιον κόλπον ἐς ὀκτακοσίους μάλιστα διήκοντα σταδίους ἐκ Δρυοῦντος διαπορθμεύηται.
因此,整个罗马帝国的领土,至少按沿海路线计算,若如前所述从德律乌斯横渡大约八百斯塔德的伊奥尼亚湾,合起来总计为三百四十七天的距离。
ἡ γὰρ τοῦ κόλπου πάροδος ἐς ὁδὸν ἡμερῶν διήκει οὐχ ἧσσον ἢ τεσσάρων. τοσαύτη μὲν ἡ Ῥωμαίων ἀρχὴ κατά γε τὸν παλαιὸν ἐγένετο χρόνον.
因为绕行该海湾的陆路需不少于四天的路程。罗马人的帝国至少在古代有如此之大。
Ἐπέβαλλε δὲ τῷ μὲν τὸ τῆς ἑσπερίας ἔχοντι κράτος Λιβύης τὰ πλεῖστα διήκοντα ἐς ἐνενήκοντα ὁδὸν ἡμερῶν· τοσοῦτον γὰρ τὸ ἐκ Γαδείρων ἐς τὰ ὅρια τῆς ἐν Λιβύῃ Τριπόλεώς ἐστιν· ἐν δὲ δὴ τῇ Εὐρώπῃ πέντε καὶ ἑβδομήκοντα ὁδὸν ἡμερῶν ἔλαχε· τοσαύτη γὰρ ἡ ἐκ τῆς ἑτέρας τῶν Ἡρακλεους στηλῶν ἐς κόλπον τὸν Ἰόνιον τυγχάνει οὖσα. προσθείη δὲ ἄν τις καὶ τὴν τοῦ κόλπου περίοδον.
掌管西方政权者分得了利比亚的大部,其范围长达九十天的路程;因为从加德拉到利比亚境内的黎波里的边界便有这么远;而在欧洲,他分得了七十五天的路程;因为从赫拉克勒斯之柱的另一端到伊奥尼亚湾的距离恰好便是如此。有人或许还可以加上绕行该海湾的路程。
βασιλεὺς δὲ ὁ τῆς ἕω ἡμερῶν εἴκοσι καὶ ἑκατὸν ὁδὸν ἐκληρώσατο ἐκ τῶν Κυρήνης ὁρίων τῆς ἐν Λιβύῃ μέχρι Ἐπιδάμνου, ἣ πρὸς αὐτῷ κεῖται τῷ Ἰονίῳ κόλπῳ, Δυρράχιον τανῦν καλουμένη, καὶ ὅση ἀμφὶ τὸν Εὔξεινον Πόντον, ὡς ἔμπροσθεν εἴρηται, ὑπὸ Ῥωμαίοις ἐστί.
而东方的皇帝则抽签分得了从利比亚昔兰尼的边界到紧临伊奥尼亚湾且如今被称为都拉齐翁的埃庇达诺斯的一百二十天的路程,以及如前所述欧克辛海周围受罗马人统治的所有地区。
μιᾶς δὲ ἡμέρας ὁδὸς ἐς δέκα καὶ διακοσίους διήκει σταδίους, ὅσον Ἀθήνηθεν Μέγαράδε ἰέναι. οὕτω μὲν ἤπειρον ἑκατέραν οἱ Ῥωμαίων αὐτοκράτορες διείλοντο σφίσι.
一天的路程长达二百一十斯塔德,大约相当于从雅典到墨加拉的距离。罗马人的皇帝们便是这样将两块大陆在彼此之间进行了分割。
τῶν δὲ δὴ νήσων Βρεττανία μέν, ἡ ἐκτὸς στηλῶν τῶν Ἡρακλείων νήσων πασῶν μεγίστη παρὰ πολὺ οὖσα, μετὰ τῆς ἑσπερίας, ὥς γε τὸ εἰκός, ἐτάττετο μοίρας· ἐντὸς δὲ αὐτῶν Ἔβουσα, ὥσπερ ἐν Προποντίδι τῇ μετὰ τὴν ὠκεανοῦ ἐσβολὴν ἐν θαλάσσῃ κειμένη, ἐς ἑπτὰ ἡμερῶν ὁδὸν μάλιστα διήκουσα, καὶ δύο ἀμφ’ αὐτὴν ἕτεραι, Μαϊορίκα τε καὶ Μινορίκα ἐπιχωρίως καλούμεναι.
至于诸岛屿,赫拉克勒斯之柱外远为一切岛屿中最大的不列颠,理所当然地被划入了西方部分;在柱内的岛屿中,埃布萨仿佛位于大洋涌入后的海中之普罗庞提斯,其长度大约相当于七天的路程,以及其周围的另外两座岛,当地语言称为马约里卡和米诺里卡,亦是如此。
τῶν δὲ κατὰ θάλασσαν νήσων ἑκάστη θατέρῳ τοῖν βασιλέοιν ἐπέβαλεν, ὡς αὐτῇ ἐντός που τῶν ἐκείνου ὁρίων ξυνέβαινε κεῖσθαι.4
海上的每一座岛屿,则根据其恰好坐落在哪位皇帝的边界之内,便归属于两位皇帝之中的哪一位。
- 3.1.2ἐν τοῖς μάλιστα
习惯性搭配,起最高级作用,意为“极其”、“尤其是”。此处修饰 δίκαιος,强调狄奥多西是一位极其公正的人。
- 3.1.5εἰσπλέοντι
现在分词阳性单数与格,作“关系与格”或“观察者与格”,确立了观察视角:“对于乘船驶入(海域)的人而言”,从而确定方位(右侧)的标准。
- 3.1.9εὐζώνῳ ἀνδρί
与格短语,作观察者与格或关系与格,用以设定作为衡量行程日数基准的行为人(“对于一个轻装者而言”)。
- 3.1.19τῶν δὲ κατὰ θάλασσαν νήσων ἑκάστη θατέρῳ τοῖν βασιλέοιν ἐπέβαλεν, ὡς αὐτῇ ἐντός που τῶν ἐκείνου ὁρίων ξυνέβαινε κεῖσθαι.
主句骨架为 ἑκάστη(主语)... ἐπέβαλεν(谓语动词,意为“归属于/被分配给”)θατέρῳ τοῖν βασιλέοιν(与格补足语)。从属句中的 ὡς 表方式或比例(“根据……”),αὐτῇ 为指代各个岛屿的与格代词,与不定式结构 ξυνέβαινε κεῖσθαι 相呼应。
