← 普罗科皮乌斯

战史

§3.19.1-3.19.17

贝利撒留的演说与前锋部队的进军

贝利撒留在第十里前方修筑营垒并向全军发表演说激励士气,随后留下步兵,亲率骑兵出击。打前锋的同盟军抵达第十里后发现了阵亡者遗体与逼近的汪达尔大军,在遣使向贝利撒留求援的同时就是否交战产生了分歧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.19.1

Ἡμεῖς δὲ τῶν γεγονότων οὐδ’ ὁτιοῦν πεπυσμένοι ἐπὶ τὸ Δέκιμον ᾔειμεν. Βελισάριος δὲ χῶρον ἰδὼν ἐς στρατόπεδον ἱκανῶς πεφυκότα, πέντε καὶ τριάκοντα σταδίοις τοῦ Δεκίμου διέχοντα, χαράκωμά τε αὐτῷ περιέβαλεν εὖ μάλα πεποιημένον καὶ τοὺς πεζοὺς ἅπαντας ἐνταῦθα καταστησάμενος ἅπαν τε ξυγκαλέσας τὸ στράτευμα ἔλεξε τοιάδε·

我们对发生的一切毫无所闻,正向第十里进军。然而贝利撒留见到一处天然适于扎营的地点,距第十里三十五斯塔迪昂,便命人在其周围筑起一座极坚固的栅垒;他将全体步兵安置于其中,并召集全军训话道:

§3.19.2

“Ὁ μὲν τῆς ἀγωνίας καιρός, ἄνδρες συστρατιῶται, ἤδη πάρεστιν· αἰσθάνομαι γὰρ προσιόντας ἡμῖν τοὺς πολεμίους· τὰς δὲ ναῦς ὡς πορρωτάτω ἡμῶν ἡ τοῦ τόπου φύσις ἀπήνεγκε· περιέστηκε δὲ ἡμῖν ἡ τῆς σωτηρίας ἐλπὶς ἐν ταῖς χερσὶν οὖσα.1

“军中的袍泽们,奋战决胜的时刻现已来临;因我已察觉敌军正向我们逼近。此地地形已使船队远离我们而去,我们的获救之望,全系于我们自己的双手之中。

§3.19.3

οὐ γάρ ἐστιν οὐ πόλις φιλία, οὐκ ἄλλο οὐδὲν ὀχύρωμα, ὅτῳ δὴ καὶ πιστεύσαντες τὸ θαρρεῖν ὑπὲρ ἡμῶν αὐτῶν ἕξομεν.

因为既无友好的城池,亦无任何其他要塞可供我们托付信赖,以保自身之安全。

§3.19.4

ἀλλ’ εἰ μὲν ἄνδρες ἀγαθοὶ γενοίμεθα, εἰκὸς ἂν εἴη καὶ περιέσεσθαι ἡμᾶς τῷ πολέμῳ τῶν ἐναντίων· ἢν δέ τι μαλακιζοίμεθα, λελείψεται ἡμῖν ὑπὸ Βανδίλοις γεγενημένοις αἰσχρῶς διεφθάρθαι.

但倘若我们能成为勇士,我们大有希望在战事中克敌制胜;可若我们稍有畏缩怯懦,落入汪达尔人之手后,所剩的下场便唯有屈辱受灭。

§3.19.5

καίτοι πολλὰ ἡμῖν ἐφόδια πρὸς τὴν νίκην ἐστί· τό τε δίκαιον, μεθ’ οὗ πρὸς τοὺς δυσμενεῖς ἥκομεν ʽτὰ γὰρ ἡμέτερα αὐτῶν κομιούμενοι πάρεσμεν̓, καὶ τὸ τῶν Βανδίλων ἐς τὸν σφῶν αὐτῶν τύραννον ἔχθος.

然而我们握有诸多克敌制胜的凭据:其一是我们向敌宣战的正义大义(因我们此来正是为了收复我等自身的疆土),其二是汪达尔人对其自身僭主的仇怨。

§3.19.6

ἥ τε γὰρ τοῦ θεοῦ ξυμμαχία τοῖς τὰ δίκαια προτεινομένοις προσγίνεσθαι πέφυκε, καὶ στρατιώτης τῷ κρατοῦντι δύσνους ἀνδραγαθίζεσθαι οὐκ ἐπίσταται.

盖因神的庇佑自当归于主持正义之人,而对统治者怀有异心的士卒亦不知如何奋勇御敌。

§3.19.7

χωρὶς δὲ τούτων ἡμεῖς μὲν Πέρσαις τε καὶ Σκύθαις τὸν ἅπαντα ὡμιλήσαμεν χρόνον, οἱ δὲ Βανδίλοι, ἐξ ὅτου Λιβύης ἐκράτησαν, οὐδένα πολέμιον ὅτι μὴ γυμνοὺς Μαυρουσίους τεθέανται.

除此以外,我们一直以来与波斯人及斯基泰人周旋交战,而汪达尔人自占据利比亚以来,除赤身露体的毛鲁西亚人外,未曾见过任何敌人。

§3.19.8

τίς δὲ οὐκ οἶδεν ὡς ἔργου παντὸς μελέτη μὲν ἐς ἐμπειρίαν, ἀργία δὲ εἰς ἀμαθίαν φέρει; τὸ μὲν οὖν χαράκωμα, ὅθεν ἡμᾶς τὸν πόλεμον διαφέρειν δεήσει, ὡς ἄριστα ἡμῖν πεποιῆσθαι ξυμβαίνει.

天下又有谁不知,凡事操练皆能生巧,懈怠荒废则致生疏愚昧?因此,我们作为战事依托的这座营垒,已为我们修筑得尽善尽美。

§3.19.9

πάρεστι δὲ ἡμῖν τά τε ὅπλα καὶ τὰ ἄλλα πάντα ὅσα φέρειν οὐχ οἷοί τε ἐσμὲν ἐνταῦθα καταθεμένοις ἰέναι, καὶ ἀναστρέψαντας ἂν ἐνθάδε ἡμᾶς οὐδὲν τῶν ἐπιτηδείων ἐπιλίποι.2

我们可将武器及一切无法随身携带之物留置于此而后进发,即便我们退回此地,粮饷物资亦绝无匮乏之虞。

§3.19.10

εὔχομαι δὲ ὑμῶν ἕκαστον τῆς τε οἰκείας ἀρετῆς καὶ τῶν κατὰ τὸν οἶκον ἀναμνησθέντα οὕτω δὴ καταφρονήματι ἐπὶ τοὺς πολεμίους χωρεῖν.”

我期盼你们人人念及自身的勇气与家中的亲眷,如此怀着蔑视之心向敌人进发。”

§3.19.11

Τοσαῦτα εἰπὼν Βελισάριος καὶ ἐπευξάμενος τήν τε γυναῖκα καὶ τὸ χαράκωμα τοῖς πεζοῖς ἀπολιπὼν αὐτὸς μετὰ τῶν ἱππέων ἁπάντων ἐξήλασεν.

贝利撒留言毕并致祈祷后,将妻子与营垒托付给步兵,自己则率领全体骑兵出营进发。

§3.19.12

οὐ γάρ οἱ ἐφαίνετο ἐν τῷ παρόντι ξύμφορον εἶναι τῷ παντὶ διακινδυνεῦσαι στρατῷ, ἀλλὰ ξὺν τοῖς ἱππεῦσι πρῶτον ἀκροβολισαμένῳ καὶ ἀποπειρασαμένῳ τῆς τῶν πολεμίων δυνάμεως οὕτω δὴ τῷ ὅλῳ στρατεύματι διαμάχεσθαι.

因为在他看来,当下倾全军之力孤注一掷并不适宜,唯有先率骑兵展开前哨战以试探敌军虚实,随后方可动用全军决战。

§3.19.13

στείλας οὖν ἔμπροσθεν τοὺς τῶν φοιδεράτων ἄρχοντας, σὺν τῷ ἄλλῳ στρατῷ καὶ τοῖς οἰκείοις δορυφόροις τε καὶ ὑπασπισταῖς αὐτὸς εἵπετο.

于是他派遣同盟军将领在前开路,自己则率其余人马以及身边的持矛与持盾禁卫亲兵尾随其后。

§3.19.14

ἐπεὶ δὲ οἱ φοιδερᾶτοι ξὺν τοῖς ἡγεμόσιν ἐγένοντο ἐν τῷ Δεκίμῳ, ὁρῶσι τοὺς τῶν πεπτωκότων νεκρούς, δώδεκα μὲν ἑταίρους τῶν μετὰ Ἰωάννου, πλησίον δὲ αὐτῶν Ἀμμάταν καὶ Βανδίλων τινάς.

当同盟军与其将领抵达第十里时,见到了阵亡者的尸骸:约翰部下的十二名同伴,以及在他们身旁的安马塔斯和若干汪达尔人。

§3.19.15

παρὰ δὲ τῶν ταύτῃ ᾠκημένων τὸν πάντα λόγον ἀκούσαντες ἤσχαλλον, ἀπορούμενοι ὅπη αὐτοῖς χωρητέα εἴη.3 ἔτι δὲ αὐτῶν ἀπορουμένων καὶ ἀπὸ τῶν λόφων ἅπαντα περισκοπουμένων τὰ ἐκείνῃ χωρία, κονιορτός τε ἀπὸ μεσημβρίας ἐφαίνετο καὶ μικρὸν ὕστερον Βανδίλων ἱππέων πάμπολυ χρῆμα.4

他们从当地居民口中听闻了全部始末,顿时惊惶忧虑,不知该往何处进退。当他们仍在不知所措、从丘陵上眺望巡视四周地域之际,正南方扬起一阵尘土,旋即出现了大批密密麻麻的汪达尔骑兵。

§3.19.16

καὶ πέμπουσι μὲν πρὸς Βελισάριον, ὡς τάχιστα ἥκειν αἰτοῦντες, ἅτε δὴ σφίσιν ἐγκειμένων τῶν πολεμίων. τῶν δὲ ἀρχόντων αἱ γνῶμαι δίχα ἐφέροντο.

鉴于敌军步步紧逼,他们遂遣使前往贝利撒留处,恳请其从速驰援。然而众将领的意见却分歧相左:

§3.19.17

οἱ μὲν γὰρ ἠξίουν τοῖς ἐπιοῦσιν ὁμόσε ἰέναι, οἱ δὲ οὐκ ἀξιόχρεων σφίσιν ἐς τοῦτο ἔφασκον εἶναι τὴν δύναμιν.

有人主张径直向进逼之敌发起正面迎击,另有人则声称己方的兵力根本不足以胜任此举。

语法注4 条
  1. 3.19.2περιέστηκε δὲ ἡμῖν ἡ τῆς σωτηρίας ἐλπὶς ἐν ταῖς χερσὶν οὖσα

    περιέστηκε(περιίστημι的完成时)表示“事态转变为/归结为”,配合补充性分词οὖσα及介词短语ἐν ταῖς χερσίν,意为“我们获救的希望最终完全落在了我们自己的双手中”。

  2. 3.19.9καὶ ἀναστρέψαντας ἂν ἐνθάδε ἡμᾶς οὐδὲν τῶν ἐπιτηδείων ἐπιλίποι

    宾格分词ἀναστρέψαντας修饰代词ἡμᾶς(动词ἐπιλίποι的宾语),起条件分词作用(“若我们返回”)。虚词ἄν与希求法动词ἐπιλίποι连用,构成潜在希求表达(“必需物资绝不会弃我们于不顾/告罄”)。

  3. 3.19.15ἀπορούμενοι ὅπη αὐτοῖς χωρητέα εἴη

    动形容词χωρητέα采用中性复数的非人称用法,配合动作主体与格αὐτοῖς,在间接疑问句中表示必然性或义务:“他们究竟应当向何处进军”。

  4. 3.19.15πάμπολυ χρῆμα

    名词χρῆμα与形容词πάμπολυ连用,搭配属格ἱππέων,属于表示“巨量”、“庞大群体”的惯用委婉修辞表达(即“数量极为庞大的骑兵群”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.19.1-3.19.17