← 普罗科皮乌斯

战史

§3.18.1-3.18.19

安马塔斯与吉巴蒙德的败亡

盖利默部署三路合围罗马军,但安马塔斯冒进早袭,阵亡于约翰前锋之手并导致汪达尔全线溃败;与此同时,吉巴蒙德的别动队亦在盐原被享有先锋特权的马萨革泰勇士及其部众全歼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.18.1

Ἐν δὲ δὴ τῇ ἡμέρᾳ ταύτῃ Γελίμερ τὸν ἀνεψιὸν Γιβαμοῦνδον ἐκέλευεν ἅμα Βανδίλων δισχιλίοις φθάνοντα τὸ ἄλλο στράτευμα κατὰ τὸ εὐώνυμον μέρος ἰέναι, ὅπως Ἀμμάτας μὲν ἐκ Καρχηδόνος, Γελίμερ δὲ αὐτὸς ὄπισθεν, Γιβαμοῦνδος δὲ ἐκ τῶν ἐν ἀριστερᾷ χωρίων ἐς ταὐτὸ ξυνιόντες ῥᾷον δὴ καὶ ἀπονώτερον τὴν κύκλωσιν τῶν πολεμίων ποιήσονται.

正是在这一天,盖利默命其侄吉巴蒙德率领两千名汪达尔人越过其余大军,沿左翼进发,以便安马塔斯从迦太基出击,盖利默本人殿后压阵,而吉巴蒙德则自左侧地域杀出,三路兵马汇聚一处,便能更加轻易且省力地合围敌军。

§3.18.2

ἐμοὶ δὲ τά τε θεῖα καὶ τὰ ἀνθρώπεια ἐν τῷ πόνῳ τούτῳ ἐπῆλθε θαυμάσαι, ὅπως ὁ μὲν θεός, πόρρωθεν ὁρῶν τὰ ἐσόμενα, ὑπογράφει ὅπη ποτὲ αὐτῷ τὰ πράγματα δοκεῖ ἀποβήσεσθαι, οἱ δὲ ἄνθρωποι ἢ σφαλλόμενοι ἢ τὰ δέοντα βουλευόμενοι οὐκ ἴσασιν ὅτι ἔπταισάν τι, ἂν οὕτω τύχοι, ἢ ὀρθῶς ἔδρασαν, ἵνα γένηται τῇ τύχῃ τρίβος, φέρουσα πάντως ἐπὶ τὰ πρότερον δεδογμένα.1

在此艰困关头,我不禁对神事与人事之理深发慨叹:神自远方预见未来,按其心意勾勒事态的终局;而世人无论犯下错失或运筹合宜,皆浑然不知自己究竟是偶有闪失还是所行不谬,这一切不过是为命运铺设道路,无可逆转地导向早已注定的定数。

§3.18.3

εἰ μὴ γὰρ Βελισάριος οὕτω διῳκήσατο τὴν παράταξιν, τοὺς μὲν ἀμφὶ τὸν Ἰωάννην προτερῆσαι κελεύσας, τοὺς δὲ Μασσαγέτας ἐν ἀριστερᾷ τῆς στρατιᾶς ἰέναι, οὐκ ἄν ποτε διαφυγεῖν τοὺς Βανδίλους ἰσχύσαμεν.

盖因贝利撒留若非如此部署阵势,命约翰一行充当前锋,马萨革泰人护持大军左翼,我军绝无可能摆脱汪达尔人。

§3.18.4

καὶ τούτων δὲ οὕτω Βελισαρίῳ βεβουλευμένων, εἰ τὸν καιρὸν Ἀμμάτας διεφύλαξε καὶ μὴ τοῦτον τεταρτημορίῳ τῆς ἡμέρας μάλιστα ἔφθασεν,2 οὐκ ἄν ποτε οὕτω Βανδίλοις διεφθάρη τὰ πράγματα·

即便贝利撒留已有此等运筹,倘若安马塔斯谨守时机,未曾抢先约四分之一个白天行动,汪达尔人的大局亦绝不至败坏至此。

§3.18.5

νῦν δὲ Ἀμμάτας προτερήσας ἀμφὶ μέσην ἡμέραν ἐς Δέκιμον ἧκε, μακρὰν ἀπολελειμμένων ἡμῶν τε καὶ τοῦ Βανδίλων στρατεύματος, οὐ τοῦτο μόνον ἁμαρτήσας, ὅτι οὐκ ἐν δέοντι ἀφίκετο χρόνῳ, ἀλλὰ καὶ τὸ Βανδίλων πλῆθος ἐν Καρχηδόνι ἀπολιπών, ἀπαγγείλας τε ὡς τάχιστα ἐς τὸ Δέκιμον ἥκειν,3 αὐτὸς ξὺν ὀλίγοις καὶ οὐδὲ ἀριστίνδην ξυνειλεγμένοις τοῖς ἀμφὶ τὸν Ἰωάννην ἐς χεῖρας ἦλθε.

然而安马塔斯抢先推进,约正午时分便抵第十里,此时我军与汪达尔主力皆尚在后方远处;他不仅犯下了未在恰当时机抵达的过错,更将汪达尔主力留于迦太基城内,仅命其尽快赶赴第十里,自己则率领少数且非精挑细选的随从,便与约翰一部交锋交手。

§3.18.6

καὶ κτείνει μὲν τῶν ἀρίστων δώδεκα ἐν τοῖς πρώτοις ἀγωνιζομένους, πίπτει δὲ καὶ αὐτός, ἀνὴρ ἀγαθὸς ἐν τῷ ἔργῳ τούτῳ γενόμενος.

他虽斩杀了前锋奋战的十二名精锐勇士,但自己亦命丧沙场;在这场战斗中,他确乎展现了勇士的气魄。

§3.18.7

καὶ ἡ μὲν τροπή, ἐπεὶ Ἀμμάτας ἔπεσε, λαμπρὰ ἐγεγόνει, φεύγοντες δὲ κατὰ κράτος οἱ Βανδίλοι ἀνεσόβουν ἅπαντας τοὺς ἐκ Καρχηδόνος ἐς Δέκιμον ἰόντας.

安马塔斯一死,溃败之势立成定局;汪达尔人拼命狂奔逃窜,将那些自迦太基赶往第十里的人尽数惊扰冲散。

§3.18.8

ἐπορεύοντο γὰρ οὐδενὶ κόσμῳ οὐδὲ ὡς ἐς μάχην ξυντεταγμένοι, ἀλλὰ κατὰ συμμορίας, καὶ ταύτας βραχείας· κατὰ τριάκοντα γὰρ ἢ εἴκοσιν ᾔεσαν.

盖因后队行进毫无秩序,亦未排成迎敌之阵,仅是分成小队,往往二三十人结队而行。

§3.18.9

ὁρῶντες δὲ Βανδίλους τοὺς ἀμφὶ τὸν Ἀμμάταν φεύγοντας, καὶ οἰόμενοι τοὺς διώκοντας παμπληθεῖς εἶναι, τρέψαντες τὰ νῶτα συνέφευγον.

他们望见安马塔斯麾下的汪达尔人溃逃,又料想追兵漫山遍野,遂纷纷转身随同奔逃。

§3.18.10

Ἰωάννης δὲ καὶ οἱ ξὺν αὐτῷ οἷς ἂν ἐντύχοιεν κτείνοντες ἄχρι ἐς τὰς Καρχηδόνος πύλας ἀφίκοντο.

约翰及其部属一路斩杀所遇之敌,直杀至迦太基城门之下。

§3.18.11

καὶ γέγονε φόνος Βανδίλων ἐν τοῖς ἑβδομήκοντα σταδίοις τοσοῦτος ὥστε εἰκάζειν τοὺς θεωμένους δισμυρίων πολεμίων τὸ ἔργον εἶναι.

在这七十斯塔迪昂的路程上,汪达尔人之死伤如此惨烈,以致目击者皆推测此乃两万敌军所为。

§3.18.12

Κατὰ δὲ τὸν αὐτὸν χρόνον Γιβαμοῦνδός τε καὶ οἱ δισχίλιοι ἧκον ἐς Πεδίον Ἁλῶν, ὅπερ τεσσαράκοντα μὲν σταδίοις τοῦ Δεκίμου ἀπέχει ἐν ἀριστερᾷ εἰς Καρχηδόνα ἰόντι, ἀνθρώπων δὲ καὶ δένδρων καὶ ἄλλου ὁτουοῦν ἔρημόν ἐστι, τῆς τοῦ ὕδατος ἅλμης ἄλλο οὐδὲν ἐνταῦθα πλὴν τοὺς ἅλας ἐώσης γίγνεσθαι· ἔνθα δὴ τοῖς Οὔννοις περιπεπτωκότες ἀπώλοντο πάντες.

与此同时,吉巴蒙德与其两千兵马抵至盐原;该地距第十里四十斯塔迪昂,位于通往迦太基方向的左侧,人迹罕至,树木无存,一应万物皆空,因水质咸涩,除食盐外万物不生。他们在此正遭遇匈人部队,全军覆灭。

§3.18.13

ἦν δέ τις ἐν τοῖς Μασσαγέταις ἀνήρ, ἀνδρίας μὲν καὶ ἰσχύος εὖ ἥκων, ὀλίγων δὲ ἡγούμενος ἀνδρῶν· οὗτος εἶχε γέρας ἐκ πατέρων τε καὶ προγόνων ἐν πᾶσι τοῖς Οὐννικοῖς στρατεύμασι πρῶτος εἰς τοὺς πολεμίους εἰσβάλλειν.

马萨革泰人中有一男子,虽仅统领少数人马,却以胆识与气力超群著称;他自父祖辈世代享有特权,在匈人各军中皆有权最先向敌军发起冲锋。

§3.18.14

οὐ γὰρ ἦν θεμιτὸν ἀνδρὶ Μασσαγέτῃ προτύψαντι ἐν μάχῃ τῶν τινα πολεμίων λαβεῖν,4 πρίν γε δή τινα ἐκ ταύτης τῆς οἰκίας ἐς τοὺς πολεμίους τῶν χειρῶν ἄρξαι.

盖因在这一家族的人率先向敌人动手交锋之前,任何马萨革泰人在战场上擅自突前斩杀敌兵,皆为法度所不容。

§3.18.15

οὗτος ἀνήρ, ἐπεὶ τὰ στρατεύματα οὐ πόρρω ἀπ’ ἀλλήλων ἐγένετο, ἐξελάσας τὸν ἵππον, τοῦ τῶν Βανδίλων στρατοπέδου μόνος ὡς ἐγγυτάτω ἔστη.

此人待两军相距未远之际,策马奔出,孑然一人挺立于距汪达尔军阵最近之处。

§3.18.16

οἱ δὲ Βανδίλοι, ἢ τὴν τοῦ ἀνδρὸς εὐψυχίαν καταπλαγέντες ἢ καί τι τοὺς πολεμίους ὑποτοπήσαντες ἐς αὐτοὺς μηχανᾶσθαι, οὔτε κινεῖσθαι οὔτε τὸν ἄνδρα βαλεῖν ἔγνωσαν.5

汪达尔人或为该男子的英豪之胆所震慑,或疑心敌军正向其设伏,决定既不轻动,亦不发箭射之。

§3.18.17

οἶμαι δὲ αὐτοὺς οὐπώποτε Μασσαγετῶν μάχην ἐν πείρᾳ ἔχοντας, ἀκούοντας δὲ κομιδῆ μάχιμον τὸ ἔθνος εἶναι, οὕτω δὴ κατορρωδῆσαι τὸν κίνδυνον.

我以为,汪达尔人未尝经历与马萨革泰人的战斗,唯闻该族极具剽悍之气,因而对眼前的危险深感战栗恐惧。

§3.18.18

ἀναστρέψας δὲ ἐς τοὺς ὁμοφύλους ὁ ἄνθρωπος ἔλεξεν ὡς ὁ θεὸς σφίσιν ἕτοιμον βρῶσιν τοὺς ξένους τούσδε πέμψειεν.

那人遂转马返回同族之中,宣称神已将这些异邦人作为现成的口粮赐予他们。

§3.18.19

οὕτω δὴ ὁρμωμένους αὐτοὺς οἱ Βανδίλοι οὐχ ὑπέμειναν, ἀλλὰ λύσαντες τὴν τάξιν καὶ ἥκιστα ἐς ἀλκὴν ἰδόντες ἅπαντες αἰσχρῶς διεφθάρησαν.

当他们猛扑向前时,汪达尔人根本无法抵挡,全军溃散阵脚,毫无还手反抗之意,悉数屈辱受歼。

语法注5 条
  1. 3.18.2ἵνα γένηται τῇ τύχῃ τρίβος, φέρουσα πάντως ἐπὶ τὰ πρότερον δεδογμένα

    此处 ἵνα 引导的从句并非前文人行事(οὐκ ἴσασιν...)的主观目的,而是阐明神意安排与人事的最终结局(神之最终目的或客观结果):人的失误或谋划皆在无形中为“命运”开辟了道路(τρίβος)。阴性分词 φέρουσα 修饰阴性名词 τρίβος,意指这条道路必然导向“预先注定的终局”。

  2. 3.18.4τεταρτημορίῳ τῆς ἡμέρας μάλιστα ἔφθασεν

    与格 τεταρτημορίῳ 与动词 ἔφθασεν(抢先、提早)连用,作表示“差异幅度(度量与程度)”的与格,意指安马塔斯比预定战机提前了大约四分之一个白天(古代将白昼分为十二小时,此处约合三小时)。

  3. 3.18.5ἀπαγγείλας τε ὡς τάχιστα ἐς τὸ Δέκιμον ἥκειν

    分词 ἀπαγγείλας(传令、吩咐)后接不定式 ἥκειν 引出间接命令。该不定式的逻辑主语是前文留在迦太基城内的汪达尔大军主力(τὸ Βανδίλων πλῆθος),而非安马塔斯本人。

  4. 3.18.14οὐ γὰρ ἦν θεμιτὸν ἀνδρὶ Μασσαγέτῃ προτύψαντι ἐν μάχῃ τῶν τινα πολεμίων λαβεῖν

    在非人称结构 οὐκ ἦν θεμιτόν(不合常法/不被允许)中,分词 προτύψαντι(抢先突进/争先出手)与表示受众的与格 ἀνδρὶ Μασσαγέτῃ 一致,并由主语性不定式 λαβεῖν(斩杀/捕获)作支配。此句说明在特定世家之人首启战端之前,其他马萨革泰士兵擅自出阵交锋是触犯部族禁律的。

  5. 3.18.16οὔτε κινεῖσθαι οὔτε τὸν ἄνδρα βαλεῖν ἔγνωσαν

    动词 ἔγνωσαν 连用不定式 κινεῖσθαι 与 βαλεῖν,表示决断或裁夺(“决定既不动身亦不射击该男子”),而非单纯的认知(“知晓”),体现出汪达尔人因惊骇或生疑而采取的僵持不动态势。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.18.1-3.18.19