- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.17.1-3.17.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留整编前锋、侧翼、后卫及水师协同向迦太基推进,以严明军纪赢得居民拥戴并经由格拉塞行宫抵达第十里,而盖利默则下令处死被囚的前王希尔德里克等人,并暗中尾随图谋在第十里设伏夹击。
Βελισάριος δὲ ὡς ἐς παράταξιν ὧδε διακοσμήσας τὸ στράτευμα τὴν ἐπὶ Καρχηδόνα ἐβάδιζε. τῶν δ’ ὑπασπιστῶν τριακοσίους ἀπολέξας, ἄνδρας ἀγαθοὺς τὰ πολέμια, Ἰωάννῃ παρέδωκεν, ὅς οἱ ἐπεμελεῖτο τῆς περὶ τὴν οἰκίαν δαπάνης· ὀπτίωνα τοῦτον καλοῦσι Ῥωμαῖοι.
贝利撒留便如此将全军整编如迎战阵列,向着迦太基进发。他从近卫武装侍从中挑选了三百名精于战事的勇士,托付给约翰;此人掌管他府邸的开支,罗马人称这一职位为副官。
ἀνὴρ δὲ ἦν Ἀρμένιος μὲν γένος, ξυνέσεως δὲ καὶ ἀνδρίας ἐς τὸ ἀκρότατον μάλα ἥκων. τοῦτον δὴ τὸν Ἰωάννην ἐκέλευσε τῇ στρατιᾷ ἡγεῖσθαι, οὐχ ἧσσον ἢ κατὰ εἴκοσι σταδίους διέχοντα,1 καὶ ἤν τι πολέμιον ἴδοι, κατὰ τάχος σημῆναι, ὅπως δὴ μὴ ἀπαράσκευοι ἐς μάχην καθίστασθαι ἀναγκάζοιντο.
他祖籍亚美尼亚,才智与胆略皆达至极高之境。贝利撒留命此约翰率部充当前锋,与主力保持不少于二十斯塔迪昂的距离;若窥见任何敌情,便当迅速发信示警,以免大军在猝不及防之下被迫仓促应战。
τοὺς δὲ ξυμμάχους Μασσαγέτας ἐκέλευε τοσούτοις ἢ καὶ πλείοσι σταδίοις ἀπέχοντας ἀεὶ κατὰ τὸ ἀριστερὸν μέρος τὴν πορείαν ποιεῖσθαι· αὐτὸς δὲ ὄπισθεν μετὰ τῶν ἀρίστων ἐβάδιζεν.
他又命同盟的马萨革泰人始终在左翼推进,与主力拉开二十斯塔迪昂乃至更远的距离;他自己则率领精锐殿后压阵。
ὑπώπτευε γὰρ ἐκ τῆς Ἑρμιόνης Γελίμερα σφίσιν ἑπόμενον οὐκ ἐς μακρὰν ἐπιθήσεσθαι. κατὰ γὰρ τὸ δεξιὸν μέρος οὐδὲν ἦν δέος οὐ πόρρω τῆς ἠιόνος πορευομένοις.
因他怀疑盖利默正从赫尔米奥涅尾随在后,不久便会发起突袭。至于右翼,因行军路线紧邻海岸,并无任何后顾之忧。
τοῖς δὲ ναύταις ἐπήγγελλε παρακολουθεῖν τε ἀεὶ καὶ τοῦ στρατεύματος μὴ πολὺ διεστάναι, ἀλλ’ ἐπιφόρου μὲν γινομένου τοῦ πνεύματος χαλάσαντας τὰ μεγάλα ἱστία τοῖς μικροῖς, ἃ δὴ δόλωνας καλοῦσιν, ἕπεσθαι, λωφήσαντος δὲ παντελῶς τοῦ ἀνέμου βιάζεσθαι ὅσον οἷοί τε ὦσιν ἐρέσσοντας.
他吩咐水手们务必时刻跟随,不可远离陆上大军;顺风时则降下大帆,悬起人们称为辅帆的小帆跟随前进;风力完全平息时,则当竭尽全力奋力划桨前行。
Εἰς δὲ Σύλλεκτον ἀφικόμενος Βελισάριος σώφρονάς τε τοὺς στρατιώτας παρείχετο καὶ οὔτε ἀδίκων χειρῶν ἄρχοντας οὔτε τι ἀπὸ τρόπου ἐργαζομένους, αὐτός τε πρᾳότητα καὶ φιλανθρωπίαν πολλὴν ἐνδεικνύμενος οὕτω τοὺς Λίβυας προσεποιήσατο ὥστε τοῦ λοιποῦ καθάπερ ἐν χώρᾳ οἰκείᾳ τὴν πορείαν ποιεῖσθαι, οὔτε ὑποχωρούντων τῶν ταύτῃ ᾠκημένων οὔτε τι ἀποκρύπτεσθαι βουλομένων, ἀλλὰ καὶ ἀγορὰν παρεχομένων καὶ τὰ ἄλλα τοῖς στρατιώταις ᾗ βούλοιντο ὑπηρετούντων.
贝利撒留抵达叙莱克通后,令士兵严守军纪,既不主动施加不法侵害,亦无任何非分之举;他本人更展现出极大的温和与仁厚,从而深深赢得了利比亚人的心,以致往后全军行军宛如行于本邦土地一般:当地居民既不逃遁,亦不隐匿财物,反而开辟集市供应粮饷,凡士兵所需皆悉心服侍。
ὀγδοήκοντα δὲ σταδίους ἀνύοντες εἰς ἡμέραν ἑκάστην ἄχρι ἐς Καρχηδόνα διετελέσαμεν, ἢ κατὰ πόλιν, ἂν οὕτω τύχῃ, ἢ ἐν στρατοπέδῳ ἐκ τῶν παρόντων ὡς ἀσφαλέστατα αὐλιζόμενοι.
我们每日行进八十斯塔迪昂,一路抵达迦太基,沿途或宿于城镇之内(若碰巧遇城),或依据现有条件尽可能安全地立营露宿。
οὕτω γοῦν διά τε Λέπτης πόλεως καὶ Ἀδραμητοῦ ἐς Γράσσην τὸ χωρίον ἀφικόμεθα, πεντήκοντα καὶ τριακοσίους σταδίους Καρχηδόνος διέχον.
我们便这样途经莱普提斯城和哈德鲁梅图姆,来到了一个叫作格拉塞的地方,此地距迦太基有三百五十斯塔迪昂。
ἔνθα δὴ βασίλειά τε ἦν τοῦ Βανδίλων ἡγουμένου καὶ παράδεισος κάλλιστος ἁπάντων ὧν ἡμεῖς ἴσμεν.
那里不仅有汪达尔统治者的行宫,更有一座我们所知最为优美典雅的园林。
ταῖς τε γὰρ κρήναις κομιδῆ κατάρρυτός ἐστι καὶ ἄλσους ἔχει πάμπολυ χρῆμα. ὀπώρας δὲ τὰ δένδρα μεστά ἐστι ξύμπαντα· ὥστε τῶν στρατιωτῶν ἕκαστος τὴν καλύβην ἐν δένδροις ὀπώρας ἐπήξατο καὶ τῶν καρπῶν τηνικάδε ὡραίων ὄντων ἐς κόρον μὲν αὐτῶν ἀφίκοντο πάντες, αἴσθησις δὲ σχεδόν τι τῆς ὀπώρας ἐλασσουμένης οὐ γέγονε.
此地泉水遍流,灌溉极丰,且有茂林蓊郁。所有树木皆缀满果实,致使每名士兵都在果树丛中搭建营棚;当时正值果实成熟的时节,全军皆得尽情饱食,而枝头的果实却几乎不见减少之迹。
Γελίμερ δέ, ἐπεὶ ἐν Ἑρμιόνῃ τὸ πρῶτον παρόντας ἤκουσε τοὺς πολεμίους, γράφει πρὸς τὸν ἀδελφὸν Ἀμμάταν ἐς Καρχηδόνα, Ἰλδέριχον μὲν καὶ ἄλλους, ὅσους εἴτε κατὰ γένος εἴτε ἄλλως αὐτῷ προσήκοντας ἐν φυλακῇ ἔχει, ἀποκτιννύναι, αὐτὸν δὲ τούς τε Βανδίλους καὶ εἴ τι ἄλλο μάχιμον ἐν τῇ πόλει ἦν ἐν παρασκευῇ ποιήσασθαι, ὅπως τῶν πολεμίων ἐν στενοῖς γενομένων ἀμφὶ τὸ τῆς πόλεως προάστειον, ὃ Δέκιμον καλοῦσιν, ἀμφοτέρωθεν ξυνιόντας κυκλώσασθαί τε αὐτοὺς καὶ σαγηνεύσαντας2 διαφθεῖραι.
盖利默在赫尔米奥涅初次听闻敌军已至,便致信留在迦太基的胞弟安马塔斯,命其诛杀希尔德里克及其他所有在押囚犯(无论系其宗亲抑或与他另有关系之人),并督促城内的汪达尔人及一切尚有战力之人做好准备,待敌军进抵那被称为第十里的城郊狭道时,便从两面合围,如张网捕鱼般将敌尽数歼灭。
Ἀμμάτας δὲ κατὰ ταῦτα ἐποίει, καὶ τόν τε Ἰλδέριχον, ξυγγενῆ ὄντα, καὶ Εὐαγέην ἀπέκτεινε καὶ τῶν Λιβύων ὅσοι αὐτοῖς ἐπιτήδειοι ἦσαν. Ὁάμερ γὰρ ἤδη ἐξ ἀνθρώπων ἠφάνιστο. τούς τε Βανδίλους ἐξοπλίσας, ὡς εἰς καιρὸν ἐπιθησόμενος, ἐν παρασκευῇ ἐποιήσατο. Γελίμερ δὲ ὄπισθεν, οὐ παρέχων ἡμῖν αἴσθησιν, εἵπετο, πλήν γε δὴ ὅτι ἐν τῇ νυκτὶ ταύτῃ ᾗ ἐν Γράσσῃ ηὐλισάμεθα, κατάσκοποι ἑκατέρωθεν ἰόντες ξυνέμιξαν, πλήξαντές τε ἀλλήλους ἐς τὸ σφέτερον στρατόπεδον ἑκάτεροι ἀπεχώρησαν, καὶ ταύτῃ γέγονεν ἡμῖν φανερὸν οὐ πόρρω εἶναι τοὺς πολεμίους.
安马塔斯遂遵命行事,杀害了宗亲希尔德里克以及埃瓦格斯,并将与他们亲近的利比亚人亦一并处死;盖因霍阿默此前早已不在人世。他将汪达尔人武装齐备,蓄势待发,准备在有利战机发起进攻。盖利默则在后尾随,未被我军察觉;唯独在我们宿营于格拉塞的那一夜,双方斥候偶遇交锋,互有击伤后各自退回本阵,由此我们才清楚知悉敌军已在咫尺之遥。
ἐνθένδε ἡμῖν πορευομένοις τὰς ναῦς ἐσορᾶν ἀδύνατα ἦν. πέτραι γὰρ ὑψηλαί, πόρρω τῆς θαλάσσης διήκουσαι, περίοδον τοῖς πλέουσι πολλῷ μέτρῳ ἐργάζονται, καὶ ἄκρα ἀνέχει, ἧς ἐντὸς τοῦ Ἑρμοῦ πόλισμά ἐστι.3
由此处继续行军时,我们已无法望见舰队。因巍峨的峭壁深探入海,迫使航船绕行极长的航程,且有海角凸出,其内侧坐落着赫尔墨斯之邑。
Βελισάριος οὖν Ἀρχελάῳ τε τῷ ἐπάρχῳ καὶ Καλωνύμῳ τῷ ναυάρχῳ ἐπέστελλεν ἐς Καρχηδόνα μὲν μὴ καταίρειν, σταδίους δὲ ἀμφὶ τοὺς διακοσίους ἀπέχοντας ἄχρι αὐτὸς καλέσῃ μένειν.
贝利撒留遂传令长官阿耳克拉奥斯与水军将领卡罗纽莫斯,切不可直接驶入迦太基,而当在相距约二百斯塔迪昂处停驻待命,直至他亲自召集。
ἐκ δὲ Γράσσης ἐξαναστάντες τεταρταῖοι ἐς Δέκιμον ἀφικόμεθα, σταδίοις ἑβδομήκοντα Καρχηδόνος ἀπέχον.
随后我们自格拉塞拔营起程,于第四日抵达了距迦太基七十斯塔迪昂的第十里。
- 3.17.2οὐχ ἧσσον ἢ κατὰ εἴκοσι σταδίους διέχοντα
介词 κατά 与数词 εἴκοσι σταδίους 连用,表示空间的约数或跨度,意为“相距不少于约二十斯塔迪昂”。宾格分词 διέχοντα 与不定式 ἡγεῖσθαι 的逻辑主语 Ἰωάννην 保持一致,规定了先锋部队应当与主力保持的前行距离。
- 3.17.11σαγηνεύσαντας
源自围网捕鱼(σαγήνη)的比喻性动词,意为“如张网捕鱼般一网打尽”。其逻辑主语是前文的从两翼合围之部队(ἀμφοτέρωθεν ξυνιόντας),形象地描绘了将罗马军队诱入狭道后截断退路予以全歼的包围战术构想。
- 3.17.15ἧς ἐντὸς τοῦ Ἑρμοῦ πόλισμά ἐστι
关系代名词 ἧς 的先行词为前文的 ἄκρα(海角,即墨丘利海角/本角)。ἐντός 是支配属格的副词性介词,表明在该海角内侧(西面海湾内)坐落着“赫尔墨斯之邑”(即赫尔迈翁,邻近阿斯庇斯)。
