← 普罗科皮乌斯

战史

§3.16.1-3.16.15

贝利撒留严明军纪与叙莱克通的占领

贝利撒留在严惩抢劫农田的士兵后,训令全军严守纪律以防利比亚人倒戈。随后派出的队伍兵不血刃占领叙莱克通,查士丁尼皇帝的御信也通过被俘的驿骑送往汪达尔统治阶层。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.16.1

Τῇ δὲ ὑστεραίᾳ, ἐπειδὴ τῶν στρατιωτῶν τινες ἐς τοὺς ἀγροὺς ἀναβαίνοντες τῶν ὡραίων ἥπτοντο, αὐτῶν τε τὰ σώματα ὁ στρατηγὸς οὐ παρέργως ᾐκίσατο καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε·

次日,因有一些士兵跑到田野里抢夺果实,将军对他们的身体施加了严厉的惩罚,并在召集所有人之后发表了如下讲话:

§3.16.2

“Τὸ μὲν βιάζεσθαι καὶ τοῖς ἀλλοτρίοις σιτίζεσθαι ταύτῃ μόνον ἔν γε τοῖς ἄλλοις καιροῖς μοχθηρὸν πεφυκέναι δοκεῖ, ὅτι τὸ ἄδικον ἐν αὑτῷ φέρεται· νῦν δὲ τοσοῦτον αὐτῷ τῆς δυσκολίας περίεστιν ὥστε, εἰ μὴ πικρὸν εἰπεῖν, τὸν τοῦ δικαίου λόγον περὶ ἐλάσσονος ποιησαμένους τὸν ἐντεῦθεν κίνδυνον ἡμᾶς ἡλίκος ποτέ ἐστιν ἐκλογίζεσθαι χρή.1

“使用暴力并靠抢夺他人之物为食,在其他时候之所以被视为恶劣,仅仅是因为它自身蕴含着不义;然而眼下,此事带来的困厄是如此之大,以至于即使说来刺耳,我们也必须把对正义的考量置于次要地位,去仔细算计由此而生的危险究竟有多么巨大。

§3.16.3

ἐγὼ γὰρ ἐκείνῳ μόνῳ τὸ θαρρεῖν ἔχων εἰς τὴν γῆν ὑμᾶς ἀπεβίβασα ταύτην, ὅτι τοῖς Βανδίλοις οἱ Λίβυες, Ῥωμαῖοι τὸ ἀνέκαθεν ὄντες, ἄπιστοί τέ εἰσι καὶ χαλεπῶς ἔχουσι, καὶ διὰ τοῦτο ᾤμην ὡς οὔτ’ ἄν τι τῶν ἀναγκαίων ἡμᾶς ἐπιλείποι οὔτε τι ἐξ ἐπιδρομῆς κακὸν ἐργάσονται ἡμᾶς οἱ πολέμιοι.

因为我之所以满怀信心地将你们在这片土地上卸下,唯一的倚仗便是:利比亚人自古以来便是罗马人,对汪达尔人怀有猜忌和敌意;正因如此,我曾以为我们绝不会缺乏任何必需品,敌人也绝无法通过突袭加害于我们。

§3.16.4

ἀλλὰ νῦν αὕτη ὑμῶν ἡ ἀκράτεια ταῦτα εἰς τοὐναντίον ἡμῖν μεταβέβληκε. τοὺς γὰρ Λίβυας δήπου κατηλλάξατε τοῖς Βανδίλοις, εἰς ὑμᾶς αὐτοὺς ἤδη τὴν τούτων περιαγαγόντες δυσμένειαν.

但如今,你们这种放纵的行为却将这一切引向了相反的方向。因为你们如今把他们的敌意引向了你们自己,从而使利比亚人与汪达尔人达成了和解。

§3.16.5

φύσει γὰρ πρόσεστι τοῖς ἀδικουμένοις ἡ πρὸς τοὺς βιαζομένους ἔχθρα, καὶ περιέστηκεν ὑμῖν τῆς τε ὑμῶν αὐτῶν ἀσφαλείας καὶ τῆς τῶν ἀγαθῶν ἀφθονίας ὀλίγα ἄττα ἀργύρια ἀνταλλάξασθαι,2 παρὸν ὑμῖν παρ’ ἑκόντων ὠνουμένοις τὰ ἐπιτήδεια τῶν κυρίων μήτε ἀδίκοις εἶναι δοκεῖν καὶ φίλοις ἐκείνοις ἐς τὰ μάλιστα χρῆσθαι.

受侵害之人自然会对施暴者产生敌意,而你们本可以在自愿的主人那里购买补给,既不显得不公,又能将他们作为极佳的朋友对待,如今却落得用自身的安全和物资的充裕去换取区区几个银币的下场。

§3.16.6

νῦν οὖν πρός τε Βανδίλους ὑμῖν καὶ Λίβυας ὁ πόλεμος ἔσται, λέγω δὲ ἔγωγε καὶ τὸν θεὸν αὐτόν, ὃν οὐδεὶς ἀδικῶν ἐς ἐπικουρίαν παρακαλεῖ.

因此,如今你们不仅要与汪达尔人交战,还要与利比亚人作战;我甚至要说,你们还要与上帝亲自作对,因为行不义之人绝无资格祈求祂的庇护。

§3.16.7

ἀλλὰ παύσασθε μὲν τοῖς ἀλλοτρίοις ἐπιπηδῶντες, κέρδος δὲ ἀποσείσασθε κινδύνων μεστόν.

赶快停止抢夺他人物产的行径,摆脱这充满危险的贪利吧。

§3.16.8

οὗτος γὰρ ἐκεῖνος ὁ καιρός ἐστιν ἐν ᾧ μάλιστα σωφροσύνη μὲν οἵα τε σώζειν, ἀκοσμία δὲ ἐς θάνατον φέρει. τούτων γὰρ ἐπιμελομένοις ὑμῖν ἵλεως μὲν ὁ θεός, εὔνους δὲ ὁ τῶν Λιβύων λεώς, καὶ τὸ τῶν Βανδίλων γένος εὐέφοδον ἔσται.”

因为眼下正是节制尤其能够拯救人、而放肆必致灭顶之灾的时刻。只要你们谨遵这些训诫,上帝便会施恩,利比亚百姓必会心怀善意,而汪达尔一族也将易于攻克。”

§3.16.9

Τοσαῦτα εἰπὼν Βελισάριος καὶ τὸν ξύλλογον διαλύσας, ἐπεὶ ἤκουσε Σύλλεκτον πόλιν ἡμέρας ὁδὸν τοῦ στρατοπέδου διέχουσαν ἐπὶ θαλάσσῃ εἶναι ἐν τῇ ἐπὶ Καρχηδόνα φερούσῃ, ἧς τὸ μὲν τεῖχος ἐκ παλαιοῦ καθῃρημένον ἐτύγχανεν, οἱ δὲ ταύτῃ ᾠκημένοι τοὺς τῶν οἰκιῶν τοίχους πανταχόθεν ἀποφράξαντες διὰ τὰς τῶν Μαυρουσίων ἐπιδρομὰς περιβόλου ἐφύλασσον σχῆμα, τῶν δορυφόρων ἕνα Βοριάδην ἅμα τῶν ὑπασπιστῶν τισιν ἔστελλεν, ἐπαγγείλας αὐτοῖς τῆς τε πόλεως ἀποπειρᾶσθαι καί, ἢν ἕλωσι, κακὸν μὲν μηδὲν ἐν αὐτῇ δρᾶσαι, ἐπαγγείλασθαι δὲ ἀγαθὰ μυρία, καὶ ὡς ἐπὶ τῇ αὐτῶν ἐλευθερίᾳ ἥκοιεν, ὥστε εἰσιτητὰ τῷ στρατῷ ἐς αὐτὴν γενέσθαι.

贝利撒留言毕,便遣散了集会。当他得知距军营一日路程、位于通往迦太基的沿海路上有一座名叫叙莱克通的城市——此城的城墙虽在古时即被拆毁,但当地居民为了防备摩尔人的袭扰,将各自房屋的外墙从四周封堵起来,维持着一圈围墙的形状——他便派遣宿卫军之一的鲍里阿得斯同若干近卫武装侍从前往,吩咐他们试探袭取该城;若攻下该城,不得在城内作恶,反而要许诺无数恩惠,并宣布他们是为解救当地人的自由而来,以便军队能够通行入城。

§3.16.10

οἱ δὲ περὶ λύχνων ἁφὰς ἀγχοῦ τῆς πόλεως γενόμενοι ἐν φάραγγί τε λαθόντες διενυκτέρευσαν. ἕωθεν δὲ ἀγροίκων σὺν ἁμάξαις ἐς αὐτὴν εἰσιόντων ἐπιτυχόντες συνεισῆλθόν τε σιωπῇ καὶ οὐδενὶ πόνῳ τὴν πόλιν ἔσχον.

他们于初掌灯火的时分行抵该城附近,潜伏在山谷中度过了长夜。清晨,恰逢农夫赶着货车进城,他们便悄无声息地尾随入内,毫不费力地占据了该城。

§3.16.11

καὶ ἐπεὶ ἡμέρα ἐγένετο, οὐδενὸς θορύβου ἡγησαμένου, τόν τε ἱερέα καὶ εἴ τι δόκιμον ἦν ξυγκαλέσαντες τάς τε τοῦ στρατηγοῦ ἐντολὰς ἀπήγγελλον, καὶ τὰς κλεῖς τῶν εἰσόδων παρ’ ἑκόντων λαβόντες τῷ στρατηγῷ ἔπεμψαν.

天亮后,在未引起任何骚动的情况下,他们召集了主教和城中显贵,传达了将军的指令,并在居民自愿交付之下接过了城门的钥匙,将其送交将军。

§3.16.12

Τῇ δὲ αὐτῇ ἡμέρᾳ καὶ ὁ τοῦ δημοσίου δρόμου ἐπιμελούμενος ηὐτομόλησε παραδοὺς τοὺς δημοσίους ξύμπαντας ἵππους. ξυλληφθέντα δὲ καί τινα τῶν ἐς τὰς βασιλικὰς ἀποκρίσεις ἀεὶ στελλομένων, οὓς δὴ βεριδαρίους καλοῦσι, κακὸν μὲν οὐδὲν ὁ στρατηγὸς ἔδρασε, χρυσῷ δὲ πολλῷ δωρησάμενος καὶ πιστὰ λαβὼν τὰς ἐπιστολὰς ἐνεχείρισεν ἅσπερ Ἰουστινιανὸς βασιλεὺς πρὸς Βανδίλους ἔγραψεν, ἐφ’ ᾧ τοῖς Βανδίλων ἄρχουσι δοῦναι.3 ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Οὔτε Βανδίλοις πολεμεῖν ἔγνωμεν οὔτε τὰς Γιζερίχου σπονδὰς λύομεν, ἀλλὰ τὸν ὑμέτερον τύραννον καθελεῖν ἐγχειροῦμεν, ὃς τῶν Γιζερίχου διαθηκῶν ὀλιγωρήσας τὸν μὲν βασιλέα ὑμῶν καθείρξας τηρεῖ, τῶν δὲ αὐτοῦ συγγενῶν οὓς μὲν σφόδρα ἐμίσει κατ’ ἀρχὰς ἔκτεινε, τοὺς δὲ λοιποὺς τὰς ὄψεις ἀφελόμενος ἐν φυλακῇ ἔχει, οὐκ ἐῶν θανάτῳ καταλῦσαι τὰς συμφοράς.

同日,主管官道驿传的人也前来归降,交出了全部官马。有一名常被派去传递御令的人——即人们所谓的驿骑——被俘获,将军并未加害于他,反赠予大量黄金并取得其效忠誓言,将查士丁尼皇帝写给汪达尔人的信件托付予他,条件是他必须将其递交给汪达尔人的统治者。 信中阐明了如下内容:“我们既未决意与汪达尔人开战,亦未毁弃盖塞里克的盟约,而是企图推翻你们的僭主;他藐视盖塞里克的遗诏,将你们的国王拘禁监视,将其亲族中深为痛恨者早先予以杀害,对其余之人则剜去双眼囚于狱中,甚至不允许他们以死解脱苦难。

§3.16.14

συλλάβεσθε τοίνυν ἡμῖν καὶ συνελευθεροῦτε ὑμᾶς αὐτοὺς οὕτω μοχθηρᾶς τυραννίδος, ὅπως ἂν δύνησθε τῆς τε εἰρήνης καὶ τῆς ἐλευθερίας ἀπόνασθαι. ταῦτα γὰρ ὑμῖν παρ’ ἡμῶν ἔσεσθαι πρὸς τοῦ θεοῦ τὰ πιστὰ δίδομεν.” τοσαῦτα μὲν τὰ βασιλέως γράμματα ἐδήλου. ὁ δὲ ταῦτα παρὰ Βελισαρίου λαβὼν ἐξενεγκεῖν μὲν εἰς τὸ φανερὸν οὐκ ἐτόλμησε, λάθρα δὲ τοῖς φίλοις ἐπιδείξας οὐδὲν ὅ τι καὶ λόγου ἄξιον διεπράξατο.

因此,请与我们携手,同心将你们自己从如此残酷的暴政中解救出来,以便你们能够安享和平与自由。我们对神起誓保证,这些都将由我们赋予你们。”皇帝的书信所表达的便是这些内容。然而,那人从贝利撒留处取得信件后,却不敢将其公之于众,仅暗中展示给友人看,并未办成任何值得一提的事情。

语法注3 条
  1. 3.16.2τὸν τοῦ δικαίου λόγον περὶ ἐλάσσονος ποιησαμένους τὸν ἐντεῦθεν κίνδυνον ἡλίκος ποτέ ἐστιν ἐκλογίζεσθαι χρή

    在由非人称动词 χρή 引导的“对格加不定式”结构中,分词 ποιησαμένους 与意义上的主语(对格代词 ἡμᾶς)在格、性、数上保持一致。此外,间接疑问从句 ἡλίκος ποτέ ἐστιν 的逻辑主语名词短语 τὸν ἐντεῦθεν κίνδυνον 被先提(prolepsis)作为不定式 ἐκλογίζεσθαι 的宾语。

  2. 3.16.5περιέστηκεν ὑμῖν τῆς τε ὑμῶν αὐτῶν ἀσφαλείας καὶ τῆς τῶν ἀγαθῶν ἀφθονίας ὀλίγα ἄττα ἀργύρια ἀνταλλάξασθαι

    动词 περιέστηκεν 与与格代词 ὑμῖν 连用,作非人称用法,表示“事情最终落得……的结局”,以不定式 ἀνταλλάξασθαι 为主语。表示交换的动词 ἀνταλλάσσομαι 支配所获得之物的对格(ὀλίγα ἄττα ἀργύρια)以及所放弃/换出之物的属格(τῆς... ἀσφαλείας καὶ... ἀφθονίας),讽刺地揭示了以巨大代价换取微薄利益的愚蠢行径。

  3. 3.16.12ἐφ’ ᾧ τοῖς Βανδίλων ἄρχουσι δοῦναι

    习语 ἐφ’ ᾧ 后接不定式 δοῦναι,构成表示约定条件或目的的固定结构,意为“在……的条件下 / 为了……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.16.1-3.16.15