- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.15.21-3.15.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留阐述立即登陆并构筑营垒之利,说服全军;部队随即顺利登陆筑垒,并掘得充沛甘泉,视为胜利吉兆。
τούτων δὲ τοιούτων ὄντων, ἀξυνέτων ἀνδρῶν ἡγοῦμαι εἶναι εὔχεσθαι μὲν παρὰ τοῦ θεοῦ λαβεῖν τὰ βελτίονα, δεδομένων δὲ αὐτῶν ἀποσείεσθαί τε καὶ ἀπ’ ἐναντίας ἰέναι.
既然情况如此,我认为祈求从上帝那里获得更好的处境,却在得到赐予之后将其推开并背道而驰,乃是愚蠢之人的行径。
ἢν δὲ καὶ πλέουσιν ἡμῖν εὐθὺ Καρχηδόνος στόλος ἀπαντήσῃ πολέμιος, τοῖς μὲν στρατιώταις κατὰ κράτος φεύγουσι τὸ μὴ μεμπτοῖς εἶναι λελείψεται· ἁμάρτημα γὰρ προρρηθὲν τὴν ἀπολογίαν ἐφ’ ἑαυτοῦ φέρει· ἡμῖν δὲ καὶ διασωθεῖσιν οὐδεμία συγγνώμη.
如果我们在直趋迦太基的航行中遭遇敌方舰队,对于拼力逃窜的士兵们而言,尚可保有免受责备的余地;因为预先宣告过的过失本身就带有辩解的理由;但对于我们而言,纵然保全性命,也绝不会得到丝毫宽恕。
πολλῶν δὲ ὄντων, ἢν ἐν ταῖς ναυσὶ μένωμεν, δυσχερῶν, ἐκεῖνο μόνον ἱκανῶς, οἶμαι, λελέξεται, ᾧ μάλιστα δεδίττεσθαι ἡμᾶς ἀξιοῦσι, τὸν χειμῶνα ἐπανασείοντες.
如果我们滞留在船上,虽有诸多困难,但我认为只需充分阐明那一点便已足够——他们正是借着这一点、以暴风雨的威胁来恐吓我们。
ἢν γάρ τις ἐπιπέσοι χειμών, ἀνάγκη ταῖς ναυσίν, ὥσπερ φασί, δυοῖν ξυμβῆναι τὸ ἕτερον, ἢ πόρρω που τῆς Λιβύης διαφυγεῖν, ἢ ἐπὶ τῆς ἀκτῆς διαφθαρῆναι ταύτης.
因为一旦暴风雨降临,正如他们所说,船只必然面临两者之一的结局:要么逃窜到远离利比亚的某处,要么覆灭在这片海滩之上。
τί τοίνυν ὡς ἐκ τῶν παρόντων ἑλομένοις ἡμῖν μᾶλλον ξυνοίσει; μόνας διεφθάρθαι τὰς ναῦς, ἢ αὐτοῖς ἀνδράσιν1 ἅπαντα ἀπολωλέναι τὰ πράγματα; χωρὶς δὲ τούτων νῦν μὲν ἀπαρασκεύοις ἐπιπεσόντες τοῖς πολεμίοις κατὰ νοῦν, ὡς τὸ εἰκός, ἀπαλλάξομεν· τὰ γὰρ πολέμια τῷ ἀπροσδοκήτῳ δουλοῦσθαι πέφυκε· μικρὸν δὲ ὕστερον ἤδη τῶν πολεμίων ἐν παρασκευῇ γεγονότων ἐξ ἀντιπάλου ἡμῖν τῆς δυνάμεως ὁ ἀγὼν ἔσται.
那么,从眼下的处境出发作出抉择,何者对我们更为有利?是仅仅船只被毁,还是所有事业连同士兵自身一同归于覆灭?除这些以外,如果我们现在突袭毫无防备的敌军,按照常理,我们自当遂心如意;因为战事天生便极易屈服于出其不意;但稍过片刻,待敌军已经做好戒备,我们的战斗就将针对一支势均力敌的力量。
προσθείη δὲ ἄν τις ὡς καὶ ὑπὲρ αὐτῆς ἴσως ἀγωνιεῖσθαι δεήσει τῆς ἀποβάσεως, ἐκεῖνά τε ζητεῖν ἃ νῦν παρόντα ἡμῖν ὡς οὐκ ἀναγκαῖα ἐς βουλὴν ἔρχεται.
人们还可以补充的是,届时或许甚至不得不为登陆本身而拼死作战,去苦苦寻觅眼下已经摆在我们面前、却被当作并非必需而付诸军议讨论的那些条件。
ἢν δὲ καὶ χειμὼν τηνικαῦτα ἀγωνιζομένοις ἡμῖν ἐπιγένηται, ὡς τὰ πολλὰ ἐν θαλάσσῃ φιλεῖ γίνεσθαι, πρός τε τὰ κύματα καὶ τοὺς Βανδίλους διαμαχόμενοι μεταμαθεῖν τὴν εὐβουλίαν εἰσόμεθα.2
如果到了那时暴风雨又落在正陷于苦战的我们身上——正如海上经常发生的那样——那么在既要抗击狂浪又要同汪达尔人交战之中,我们将不得不以后悔来领教何为明智。
φημὶ δὴ ἔγωγε χρῆναι ἀποβῆναι μὲν ἡμᾶς ἐς τὴν ἤπειρον αὐτίκα δὴ μάλα, ἵππους τε ἀποβιβάζοντας καὶ ὅπλα καὶ εἴ τι ἄλλο ἐς τὴν χρείαν ἡμῖν ἀναγκαῖον εἶναι οἰόμεθα, τάφρον δὲ κατὰ τάχος ὀρύξαι καὶ χαράκωμα περιβαλεῖν οὐδέν τι ἧσσον ὅτου τις ἂν εἴποι τείχους εἰς ἀσφάλειαν ἡμῖν συντελέσαι δυνάμενον, ἐκεῖθεν δὲ ὁρμωμένους τὸν πόλεμον, ἤν τις ἐπίοι, διενεγκεῖν. ἐπιλείψει δὲ ἡμᾶς ἄνδρας ἀγαθοὺς γινομένους τῶν ἐπιτηδείων οὐδέν. τοῖς γὰρ κρατοῦσι τῶν πολεμίων τὸ κυρίοις εἶναι τῶν ἐκείνοις προσηκόντων ξυμβαίνει, καὶ ἡ νίκη πάντα περιβαλομένη τὰ χρήματα, ἔνθα ἂν κλίνῃ, κατατίθεσθαι πέφυκεν. ὥστε ὑμῖν ἥ τε σωτηρία καὶ ἡ τῶν ἀγαθῶν περιουσία ἐν ταῖς χερσὶ κεῖται.”
因此我断言,我们应当立刻登上大陆,把马匹、武器以及我们认为所需的一切必需品卸下,并火速挖掘壕沟、筑起围栏,其坚固程度绝不逊色于任何人所能称道的城墙,足以保障我们的安全;若有敌人来犯,便以此为依托进行战争。 只要我们成为勇武之士,必需之物就绝不会匮乏;因为对于战胜敌手之人而言,顺理成章便能拥有属于对方的一切,而胜利在囊括所有财富之后,无论偏向何方,都会将其安放在那里。因此,你们的安全与丰盛的财富,皆掌握在你们自己的手中。”
Ταῦτα Βελισαρίου εἰπόντος ξυνέφασάν τε καὶ ἀπεδέξαντο ἅπας ὁ ξύλλογος, καὶ διαλυθέντες ὡς τάχιστα τὴν ἀπόβασιν ἐποιήσαντο τρισὶ μάλιστα μησὶν ὕστερον ἢ αὐτοῖς ἐκ Βυζαντίου ὁ ἀπόπλους ἐγένετο.
贝利撒留言毕,全体与会者皆表示赞同并欣然接受;随后众人散去,以最快速度实施了登陆,此时距他们从拜占庭起航大约已过了三个月。
καὶ δείξας τι χωρίον ἐπὶ τῆς ἠιόνος ὁ στρατηγὸς τοῖς τε στρατιώταις καὶ ναύταις ἐκέλευε τήν τε τάφρον ὀρύσσειν καὶ τὸ χαράκωμα περιβάλλεσθαι.
将军在岸上指定了一处地点,命令士兵和水手挖掘壕沟并筑起围栏。
οἱ δὲ κατὰ ταῦτα ἐποίουν. ἅτε δὲ ὄχλου πολλοῦ ἐργαζομένου καὶ τοῦ φόβου τὴν προθυμίαν ἐγείροντος καὶ τοῦ στρατηγοῦ ἐγκελευομένου, αὐτῇ τῇ ἡμέρᾳ ἥ τε τάφρος ὀρώρυκτο καὶ τὸ χαράκωμα ξυντετέλεστο καὶ οἱ σκόλοπες κύκλῳ πανταχόθεν ξυνεπεπήχατο.
众人遵命而行。由于劳作的人数众多,内心的恐惧激发了热忱,加之将军从旁督促,就在当天,壕沟便已挖就,围栏筑成,四周也到处钉满了木桩。
ἔνθα δὴ καί τι τοῖς τὴν τάφρον ὀρύσσουσι τετύχηκε θαυμάσιον ἡλίκον. ὕδατος πολύ τι χρῆμα3 ἡ γῆ ἀνῆκεν, οὐ γεγονὸς τοῦτο ἐν Βυζακίῳ πρότερον, ἄλλως τε καὶ τοῦ χωρίου ἀνύδρου ὄντος.
就在那里,对于掘壕的人们而言,发生了一件极其不可思议的奇事:土地涌出了极大量的甘泉,这在比扎基翁是从未发生过的,尤其是此地原本全然缺水。
τοῦτο δὴ τὸ ὕδωρ ἐς πᾶσαν χρείαν τοῖς ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις ἐπήρκεσε. καὶ συνηδόμενος τῷ στρατηγῷ Προκόπιος ἔλεγεν ὡς οὐ διὰ τὴν χρείαν τῇ τοῦ ὕδατος περιουσίᾳ χαίροι, ἀλλ’ ὅτι οἱ ξύμβολον εἶναι δοκεῖ νίκης ἀπόνου καὶ τοῦτο σφίσι προλέγειν τὸ θεῖον.
这泉水便足以供应人与牲畜的一切所需。普罗科匹乌斯与将军一同欣喜,并说道:他之所以为泉水的丰沛而高兴,并非由于其实际功用,而是因为在他看来,这乃是毫不费力获得胜利的预兆,是神明在以此向他们预示吉兆。
ὅπερ οὖν καὶ ἐγένετο. τὴν μὲν οὖν νύκτα ἐκείνην οἱ στρατιῶται ξύμπαντες ἐν τῷ στρατοπέδῳ ηὐλίσαντο, φύλακάς τε καὶ τὰ ἄλλα ᾗπερ εἰώθει ποιούμενοι, πλήν γε δὴ ὅτι τοξότας πέντε ἐν νηὶ ἑκάστῃ Βελισάριος ἐκέλευσε μεῖναι φυλακῆς ἕνεκα, καὶ τοὺς δρόμωνας ἐν κύκλῳ αὐτῶν ὁρμίζεσθαι, φυλασσομένους μή τις ἐπ’ αὐτὰς κακουργήσων ἴοι.
而事实果然也是如此。那晚,全体士兵都在营寨中露宿,按常例设立卫兵并作各项防务,唯独贝利撒留命令每艘船上留下五名弓箭手驻守,并令快速战船在其周围环形抛锚,戒备是否有敌前来袭扰破坏。
- 3.15.25αὐτοῖς ἀνδράσιν
伴随与格(dativus sociativus)。代词 αὐτός 与名词与格复数不带介词连用,表示“连同士兵自身一起”。
- 3.15.28μεταμαθεῖν τὴν εὐβουλίαν εἰσόμεθα
由 εἴσομαι(οἶδα 的将来时)支配不定式 μεταμαθεῖν(意为“事后改变见解”或“付出代价后才领会”)构成的句式。整句带有讽刺意味,表示“我们将不得不以后悔/后知后觉来领会何谓真正的明智”。
- 3.15.34ὕδατος πολύ τι χρῆμα
名词 χρῆμα 连同形容词(πολύ τι)与部分属格(ὕδατος)构成的习惯表达,意为“极大量的泉水/水”,是希罗多德等古典散文中常见的拟古修辞用法。
