- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.15.1-3.15.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
舰队抵达利比亚近海后,贝利撒留召开将领会议商讨登陆事宜。行政长官阿耳刻拉奥斯因缺乏港湾、水源及防御要塞,力陈登陆的危险,主张直扑迦太基附近的沼泽港以速取首府,贝利撒留随后予以回应。
Ἐπεὶ δὲ τῆς ἠιόνος ἀγχοῦ ἐγένοντο, τά τε ἱστία κατατίθεσθαι ὁ στρατηγὸς ἐκέλευε καὶ ἀγκύρας ἀπὸ τῶν νεῶν ἀπορριψαμένους ἀνακωχεύειν, τούς τε ἄρχοντας συγκαλέσας ἐς τὴν αὑτοῦ ναῦν ξύμπαντας βουλὴν ὑπὲρ τῆς ἀποβάσεως προὔθηκεν.
当他们接近海岸时,将军下令降下船帆,并从船上抛下铁锚停泊;他召集全体将领到自己的旗舰上,提出关于登陆的军议。
ἔνθα δὴ ἄλλοι τε λόγοι πολλοὶ ἐλέχθησαν ἐφ’ ἑκάτερα φέροντες καὶ παρελθὼν Ἀρχέλαος ἔλεξε τοιάδε· “Τοῦ μὲν στρατηγοῦ τὴν ἀρετὴν ἄγαμαι, ὃς καὶ γνώμῃ παρὰ πολὺ νικῶν ξύμπαντας καὶ τῆς ἐμπειρίας ἐπὶ πλεῖστον ἥκων, ἔχων τε τὸ κράτος αὐτός, ἐς μέσον μὲν τὴν βουλὴν προὔθηκε, κελεύει δὲ λέγειν ἡμῶν ἕκαστον, ὥστε ὅπη ἂν ἄριστα ἔχειν δοκῇ ἑλέσθαι ἡμῖν δυνατοῖς εἶναι, παρὸν αὐτῷ γνῶναί τε μόνῳ τὰ δέοντα καὶ κατ’ ἐξουσίαν ἐξηγεῖσθαι ᾗ βούλοιτο.1
席间发表了许多倾向于正反两方面的议论,阿耳刻拉奥斯走上前来,发言如下:“我钦佩将军的德操,他不仅在见识上远胜众人,经验最为丰富,而且身握大权,却依然将军议公诸于众,命我们每个人各抒己见,以便使我们能够采纳看似最佳的方略,尽管他原本完全可以独自断定所需之事,并凭其权柄任意发号施令。
ὑμῶν δέ, ὦ ἄνδρες ἄρχοντες ʽοὐκ οἶδα ὅπως ἂν εἴποιμι εὐπετῶσ̓, θαυμάσειεν ἄν τις ὅτι μὴ πρῶτος αὐτὸς ἕκαστος πρὸς τὴν ἀπόβασιν ἀπειπεῖν ἔσπευσε.2
然而对于你们,诸位将领——我真不知该如何委婉表达才好——任何人都难免惊讶,为何你们没有每个人争先恐后地最先站出来反对登陆。
καίτοι ἐπίσταμαι ὡς τὸ εἰσηγεῖσθαί τι τοῖς ἐς κίνδυνον καθισταμένοις ὄνησιν μὲν τῷ παραινέσαντι οὐδεμίαν ἰδίᾳ φέρει, ἐς αἰτίαν δὲ ὡς τὰ πολλὰ περιίσταται.
尽管我知道,向身处险境之人提出建议,对进言者本人并不能带来任何益处,反而在多数情况下会招致责难。
οἱ γὰρ ἄνθρωποι καλῶς μὲν φερόμενοι εἰς τὴν ἰδίαν γνώμην ἢ τύχην ἀναφέρουσι τὰ πρασσόμενα, σφαλέντες δὲ τὸν παραινέσαντα αἰτιῶνται μόνον.
因为人们在行事顺利时,便将成果归功于自己的智慧或运气,而一旦受挫,就只归咎于提建议的人。
εἰρήσεται δὲ ὅμως. αἰτίαν γὰρ ὑποστείλασθαι τοὺς περὶ σωτηρίας βουλευομένους οὐχ ὅσιον.
然而我依然要说出来;因为正在商讨自身存亡之事的人若因畏惧责备而退缩,乃是不义的。
βουλεύεσθε ἐς τὴν πολεμίαν ἀποβαίνειν, ἄνδρες ἄρχοντες· τίνι λιμένι παρακαταθέσθαι τὰς ναῦς ἐννοοῦντες; ἢ τίνος πόλεως τείχει τὸ ἐχυρὸν ὑπὲρ ὑμῶν αὐτῶν ἕξοντες;
诸位将领,你们商议着要登陆敌境;可是你们打算将船只托付给哪座港湾?又寄希望于哪座城池的城墙来保障自身安全?
ἢ οὐκ ἀκηκόατε ὡς ταύτην μὲν τὴν ἀκτὴν ἐννέα ἡμερῶν ὁδόν, λέγω δὲ εἰς Ἰούκην ἐκ Καρχηδόνος, κατατείνειν φασίν, ἀλίμενόν τε παντελῶς οὖσαν καὶ τοῖς ἀνέμοις ὅθεν ἂν ἐπιπνεύσαιεν ἐκκειμένην;
难道你们没有听闻,据说从迦太基到尤凯,这片海岸延伸达九日的行程,完全无港可泊,且毫无遮蔽地迎受着无论从何方吹来的狂风吗?
τεῖχος δὲ οὐδὲν ἐς πᾶσαν Λιβύην ὅτι μὴ τὸ Καρχηδόνος ἀπολέλειπται, τοῦτο Γιζερίχου βουλεύσαντος. προσθείη δὲ ἄν τις ὡς καὶ τούτῳ τῷ χωρίῳ ὕδωρ τὸ παράπαν ἐνδεῖν λέγουσι. φέρε γάρ, εἰ δοκεῖ, καί τι τῶν ἐναντίων ὑποθέμενοι τὴν διάγνωσιν ποιησώμεθα.
并且由于盖泽里克当年的决断,全利比亚境内除迦太基外,再无一处留有城墙; 人们还可以补充的是,据说这处地方也全然缺乏水源。那么来吧,如果诸位赞同,让我们设想一些不利的情况来作出研判。
τοὺς γὰρ ἐς ἀγῶνας καθισταμένους μηδὲν προσδοκᾶν δύσκολον οὔτε ἀνθρώπινον οὔτε τῆς τῶν πραγμάτων φύσεως ἄξιον.
因为投身于争斗之人不预料任何险阻,既不合人之常情,也不符合事物的本性。
ἢν οὖν ἀποβεβηκότων ἡμῶν εἰς τὴν ἤπειρον χειμὼν ἐπιπέσοι, οὐκ ἀνάγκη δυοῖν θάτερον ταῖς ναυσὶ ξυμβῆναι, ἢ ὡς ἀπωτάτω διαφυγεῖν, ἢ ἐπὶ τῆς ἀκτῆς ἀπολωλέναι ταύτης;
那么,若是我们在登上大陆之后遭遇暴风雨袭来,岂非必然在两件事中发生其一:船只要么逃向极远之处,要么覆灭在这片海滩之上?
εἶτα τίς ἡμῖν τῶν ἀναγκαίων γενήσεται πόρος; μηδεὶς ἐς ἐμὲ βλεπέτω τὸν τῆς δαπάνης χορηγὸν ἔπαρχον. ἀρχὴν γὰρ πᾶσαν τῆς ὑπουργίας ἐστερημένην ἐπάναγκες ἐς ὄνομά τε καὶ πρόσωπον ἰδιώτου ἀποκεκρίσθαι.3
到那时,我们所需物资的来源又在何处?谁也不要指望我这个供应开支的总督;因为任何官职一旦丧失了行使职权所必需的资财,便必然降格为只有平民的名义与身份。
ποῦ δὲ ἡμῖν τῶν ὅπλων τὰ περιττὰ καταθεμένοις ἢ ἄλλο τι τῶν ἀναγκαίων δέχεσθαι δεήσει προσιόντα τὸν βάρβαρον; ἀλλὰ ταῦτα μὲν οὐδὲ λέγειν καλὸν ὅπη ἐκβήσεται.
而在我们将多余的铠甲或其他必需之物存放在何处之后,才能去迎战来犯的蛮族?然而这些事最终将演变为何种结局,甚至连说出口都是不妥的。
ἐγὼ δὲ ἡγοῦμαι χρῆναι ἡμᾶς εὐθὺ Καρχηδόνος ἰέναι. λιμένα γὰρ οὐ πλεῖον ἢ τεσσαράκοντα σταδίους αὐτῆς διέχοντα εἶναί φασιν, ὃν δὴ Στάγνον καλοῦσιν, ἀφύλακτόν τε παντάπασιν ὄντα καὶ πρὸς τὸν ἅπαντα στόλον ἱκανῶς πεφυκότα. ὅθεν δὴ ὁρμωμένοις ἡμῖν τὸν πόλεμον διενεγκεῖν οὐ χαλεπὸν ἔσται.
依我之见,我们应当直趋迦太基。因为据说距其不到四十斯塔狄翁之处有一座港湾,被称为‘沼泽’,完全无人把守,且其天然条件足以容纳整支舰队;从那里出发,我们进行这场战争便毫无困难。
οἶμαι δὲ ἔγωγε ὡς Καρχηδόνος τε ἡμᾶς ἐξ ἐπιδρομῆς κρατήσειν εἰκός, ἄλλως τε καὶ μακρὰν αὐτῆς ἀπολελειμμένων τῶν πολεμίων, καὶ κρατήσασιν οὐδὲν τοῦ λοιποῦ μοχθηρὸν ἔσεσθαι. τὰ γὰρ ἀνθρώπεια πάντα κατειλημμένων τῶν κεφαλαίων καταρρεῖν οὐκ ἐς μακρὰν εἴωθεν. ὧν δὴ πάντων ἡμᾶς ἐνθυμουμένους τὰ βέλτιστα αἱρεῖσθαι προσήκει.” Ἀρχέλαος μὲν τοσαῦτα εἶπε.
我个人认为,我们极有可能通过突袭占领迦太基,尤其是因为敌军目前远离该城;而一旦攻取,今后便不会再有任何艰难;因为人类的世事一旦被夺取了关键要害,往往在不久后便全线崩溃。因此,我们在深思熟虑所有这些之后,理应选择最善之策。”阿耳刻拉奥斯陈述至此。
Βελισάριος δὲ ἔλεξεν ὧδε· “Μηδεὶς ὑμῶν, ὦ ξυνάρχοντες, ἐπιγνώμονος εἶναι τοὺς λόγους οἰέσθω,4 μηδὲ διὰ τοῦτο ἐν ὑστάτῳ εἰρῆσθαι, ὥστε αὐτοῖς ἕπεσθαι, ὁποῖοί ποτ’ ἂν ὦσιν, ἀναγκαῖον ἅπασι γίγνεσθαι.
贝利撒留则如此说道:“诸位同僚,你们谁也不要认为我的言论是仲裁者的判词,也不要以为它留在最后陈述,就意味着所有人无论如何都必须服从。
ὅσα μὲν γὰρ ὑμῶν ἑκάστῳ δοκεῖ ἄριστα εἶναι ἀκήκοα· προσήκει δὲ καὶ ἐμὲ ὅσα γινώσκω ἐς μέσον ἐξενεγκόντα οὕτω σὺν ὑμῖν ἑλέσθαι τὰ κρείσσω.
因为关于你们每个人认为最好的方略,我都已悉心听取;而我将自己所认定的主张公之于众,进而与你们共同选择更优之策,也是适宜的。
ἐκεῖνο δὲ ὑπομνῆσαι ὑμᾶς ἄξιον, ὡς ὀλίγῳ πρότερον οἱ μὲν στρατιῶται δεδιέναι τε τοὺς ἐν τῇ θαλάσσῃ κινδύνους ἄντικρυς ἔλεγον καὶ ὡς ἐς φυγὴν τρέψονται, ἢν ναῦς πολεμία ἐπ’ αὐτοὺς ἴοι, ἡμεῖς δὲ τὸν θεὸν ᾐτοῦμεν γῆν τὴν Λιβύης καὶ τὴν ἐς ταύτην ἀπόβασιν εἰρηναίαν ἡμῖν ἐπιδεῖξαι.
但有一件事值得提醒诸位:不久之前,士兵们还公然声称畏惧海上的凶险,扬言敌船一旦来攻便要转身逃跑;而我们当时则在恳求上帝赐予我们利比亚的陆地,并向我们展示一次平靖的登陆机会。”
- 3.15.2παρὸν αὐτῷ γνῶναί τε μόνῳ τὰ δέοντα καὶ κατ’ ἐξουσίαν ἐξηγεῖσθαι ᾗ βούλοιτο
非人称动词 πάρεστι 的中性单数分词 παρόν 构成的对格绝对独立结构(accusative absolute),在此表让步(“尽管他原本可以……”)。其逻辑主语为后接的不定词短语 γνῶναί τε... καὶ ἐξηγεῖσθαι,αὐτῷ 则为其与格补足语。
- 3.15.3θαυμάσειεν ἄν τις ὅτι μὴ πρῶτος αὐτὸς ἕκαστος πρὸς τὴν ἀπόβασιν ἀπειπεῖν ἔσπευσε
主句包含带有 ἄν 的愿望语气(θαυμάσειεν ἄν,表潜势,“任何人都难免惊讶”)。随后的 ὅτι 从句引导原因或内容,其中否定词使用了 μή 而非常规的 οὐ,这体现了潜势语气的主观色彩以及说话者带有责难的情态。
- 3.15.13ἐπάναγκες ἐς ὄνομά τε καὶ πρόσωπον ἰδιώτου ἀποκεκρίσθαι
由谓语形容词 ἐπάναγκες(“必然的”)支配的“对格加不定词”结构。其对格主语为前面的 ἀρχὴν ... πᾶσαν τῆς ὑπουργίας ἐστερημένην(“任何被剥夺执行职能的官职”),谓语不定词为完成体被动态不定词 ἀποκεκρίσθαι(“被降格为/归入”)。
- 3.15.18Μηδεὶς ὑμῶν, ὦ ξυνάρχοντες, ἐπιγνώμονος εἶναι τοὺς λόγους οἰέσθω
属于表特征或归属的谓语性属格(predicate genitive)结构:ἐπιγνώμονος εἶναι 意为“属于裁决者/仲裁者(的特权)”。由带否定的第三人称现在时祈使语气(μηδεὶς... οἰέσθω,“谁也不要认为”)统领该对格加不定词结构(τοὺς λόγους... εἶναι)。
