← 普罗科皮乌斯

战史

§3.14.1-3.14.17

叙拉古侦察与利比亚登陆

贝利撒留抵达西西里后,因敌情不明及士兵恐慌而焦虑不安,遂派普罗科匹乌斯前往叙拉古打探情报。普罗科匹乌斯从一名刚自迦太基赶来的仆人口中获知汪达尔人全无戒备,便携其返回;远征军随即自卡乌卡纳启航,顺利抵达利比亚的卡普特瓦达。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.14.1

Βελισάριος δέ, ἐπειδὴ τάχιστα ἐς τὴν νῆσον ἀπέβη, ἀπορούμενός τε ἤσχαλλε καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν τὸ μὴ εἰδέναι ἐπὶ τίνας ποτὲ ἀνθρώπων τοὺς Βανδίλους ἴοι,1 ἢ ὁποίους ποτὲ τὰ πολέμια, μηδὲ ὅτῳ τρόπῳ ἢ ὁπόθεν ποτὲ σφίσιν ὁρμωμένοις πολεμητέα εἴη.

然而贝利撒留刚一登上该岛,便陷入进退两难的苦恼之中;他心中翻来覆去思量的是,自己根本不知道所要对付的汪达尔人究竟是怎样的人类,在战阵中是怎样的对手,也不知道他们当以何种方式、从何处出发展开战事。

§3.14.2

μάλιστα δὲ αὐτὸν οἱ στρατιῶται ξυνετάρασσον, κατωρρωδηκότες τε τὴν ναυμαχίαν καὶ προλέγειν ἥκιστα αἰσχυνόμενοι ὡς, ἢν μέν τις σφᾶς εἰς τὴν γῆν ἀποβήσειε, πειράσονται ἄνδρες ἀγαθοὶ ἐν τῇ μάχῃ γίγνεσθαι, ἢν δὲ πολέμια πλοῖα ἐπ’ αὐτοὺς ἴοι, ἐς φυγὴν τραπήσονται·2 οὐ γὰρ οἷοί τέ εἰσι πολεμίοις τε ἀνδράσι καὶ ὕδασι διαμάχεσθαι.

士兵们更使他心烦意乱,因为他们对海战畏缩恐惧,并且毫不掩饰地预先声明:若是有人把他们送到陆地上,他们会尽力在战斗中成为勇士;但若是敌船迎面攻来,他们就会转身逃跑,因为他们实在没有能力同时与敌军战士和波涛作战。

§3.14.3

τούτοις οὖν ἅπασιν ἀπορούμενος Προκόπιον τὸν αὑτοῦ πάρεδρον ἔστελλεν ἐς Συρακούσας, πευσόμενόν τε ἤν τινες τοῖς πολεμίοις ἐνέδραι εἰσὶ προλοχίζουσαι τὸν διάπλουν ἢ ἐν νήσῳ ἢ ἐν ἠπείρῳ, καὶ ὅπη μὲν τῆς Λιβύης προσορμίσασθαι σφίσιν ἄμεινον ἂν εἴη, ὁπόθεν δὲ ὁρμωμένοις τὸν πόλεμον πρὸς Βανδίλους διενεγκεῖν ξυνοίσει.

贝利撒留因这所有事情而深感困惑,便派遣他的法务顾问普罗科匹乌斯前往叙拉古,打探敌人在海岛或大陆上是否布有伏兵窥伺航道,并在利比亚何处靠岸停泊对他们较为有利,从何处出发进行针对汪达尔人的战争才算合宜。

§3.14.4

ἐπὰν δὲ τὰ ἐντεταλμένα ποιοίη, ἐπανήκοντά οἱ ἐκέλευεν ἐς Καύκανα τὸ χωρίον ξυμμῖξαι, διακοσίοις μάλιστα σταδίοις Συρακουσῶν διέχον, οὗ δὴ αὐτός τε καὶ ὁ ξύμπας στόλος ὁρμίσασθαι ἔμελλε.

他吩咐他,一旦完成受托的使命,便返回在卡乌卡纳与他会合,该地距叙拉古大约两百斯塔狄翁,贝利撒留本人及全支舰队正打算在那里停泊。

§3.14.5

τῷ δὲ λόγῳ τροφὰς αὐτὸν ἔπεμπεν ὠνησόμενον, ἅτε τῶν Γότθων ἀγορὰν σφίσιν ἐθελόντων διδόναι, δόξαν τοῦτο βασιλεῖ τε Ἰουστινιανῷ καὶ Ἀμαλασούνθῃ τῇ Ἀταλαρίχου μητρί, ὃς τότε παῖς τε ὢν καὶ ὑπὸ τῇ μητρὶ Ἀμαλασούνθῃ τρεφόμενος εἶχε τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος.

在名义上,他是派他去采购粮秣,因为哥特人愿意为他们提供集市,这乃是查士丁尼皇帝与阿塔拉里克的母亲阿玛拉逊莎之间议定的;阿塔拉里克当时尚年幼,由其母阿玛拉逊莎抚育,执掌着哥特人与意大利人的统治大权。

§3.14.6

ἐπειδὴ γὰρ Θευδέριχος τετελευτήκει καὶ ἐς τὸν θυγατριδοῦν Ἀταλάριχον, ὀρφανὸν τοῦ πατρὸς ἤδη πρότερον γεγονότα, ἡ βασιλεία ἧκε, δειμαίνουσα ἡ Ἀμαλασοῦνθα περί τε τῷ παιδὶ καὶ τῇ βασιλείᾳ φίλον Ἰουστινιανὸν ἐς τὰ μάλιστα ἑταιρισαμένη τά τε ἄλλα ἐπήκουεν αὐτῷ ἐπιτάττοντι καὶ τότε ἀγορὰν διδόναι τῷ στρατοπέδῳ ἐπηγγέλλετο καὶ ἐποίει ταῦτα.

因为在狄奥多里克去世、王位传给早已失去父亲的外孙阿塔拉里克之后,阿玛拉逊莎对其子及王位深怀忧虑,便竭尽全力结交查士丁尼为友,在皇帝下达指令的其他事情上无不顺从,并且在此刻答应为军队提供集市,并切实予以履行。

§3.14.7

Γενόμενος δὲ ἐν ταῖς Συρακούσαις Προκόπιος καὶ ἀνδρὸς παρὰ δόξαν ἐπιτυχὼν πολίτου μέν οἱ καὶ φίλου ὑπάρχοντος ἐκ παιδός, ἐπ’ ἐργασίᾳ δὲ τῇ κατὰ θάλασσαν ἀπὸ παλαιοῦ ἐν Συρακούσαις ᾠκημένου, ἐπύθετο ὅσων ἔχρῃζεν·

普罗科匹乌斯抵达叙拉古后,意外地碰上了一个自幼便是其同胞城邦公民兼密友的人,此人长久以来在叙拉古以经营海上贸易为生,普罗科匹乌斯由此获悉了他所需要的一切情况。

§3.14.8

οὗτος γὰρ ὁ ἀνὴρ οἰκέτην αὐτῷ ἐπέδειξε, τριταῖόν οἱ ἐκείνῃ τῇ ἡμέρᾳ ἐκ Καρχηδόνος ἥκοντα, ὃς δὴ ἔφασκεν ὡς οὐδέ τινα πρὸς Βανδίλων ἐνέδραν τῷ στόλῳ ἔσεσθαι ἄξιον εἶναι ὑφορᾶσθαι.

因为这个人领着他去见自己的一名家仆,该仆人正是离开迦太基后第三天于当天抵达的;他断言舰队根本不必怀疑汪达尔人会有任何伏击。

§3.14.9

πρὸς οὐδενὸς γὰρ ἐκείνους ἀνθρώπων πεπύσθαι στράτευμα ἐπ’ αὐτοὺς ἐν τούτῳ τῷ χρόνῳ ἰέναι, ἀλλὰ καὶ στρατεύσασθαι ὀλίγῳ ἔμπροσθεν ἐπὶ Γώδαν εἴ τι ἐν Βανδίλοις δραστήριον ἦν.

因为他说,汪达尔人未曾从任何人那里听说此刻会有大军前来攻打他们,不仅如此,不久之前汪达尔人中凡有行动能力的兵力,全已出征去讨伐戈达斯。

§3.14.10

καὶ διὰ ταῦτα Γελίμερα πολέμιον οὐδὲν ἐννοοῦντα, Καρχηδόνος τε καὶ τῶν ἄλλων ἁπάντων ὠλιγορηκότα τῶν ἐπὶ θαλάσσῃ χωρίων, ἐν Ἑρμιόνῃ διατριβὴν ἔχειν, ἥ ἐστιν ἐν Βυζακίῳ ἡμερῶν τεττάρων ὁδῷ τῆς ἠιόνος διέχουσα· ὥστε πάρεστιν αὐτοῖς πλεῖν τε οὐδὲν δειμαίνουσι δύσκολον καὶ προσορμίζεσθαι ἔνθα ἂν αὐτοὺς τὸ πνεῦμα καλοίη.

正因如此,盖利梅尔根本未虑及任何敌情,不仅忽视了迦太基,也弃置了海滨所有其他据点,滞留在拜扎凯纳境内的埃尔米奥内,那里距海岸有四天的路程;因此,他们完全可以毫无畏惧地航行,不受任何险阻困扰,并在风势所引之处随处靠岸停泊。

§3.14.11

ταῦτα Προκόπιος ἀκούσας τῆς τε χειρὸς τοῦ οἰκέτου λαβόμενος ἐπὶ τὸν λιμένα ἐβάδιζε τὴν Ἀρέθουσαν, ἔνθα δή οἱ τὸ πλοῖον ὡρμίζετο, πυνθανόμενός τε τοῦ ἀνθρώπου συχνὰ καὶ διερευνώμενος ἕκαστα. ἐσβὰς δὲ ξὺν αὐτῷ ἐς τὴν ναῦν αἴρεσθαί τε τὰ ἱστία ἐκέλευσε καὶ πλεῖν κατὰ τάχος ἐς Καύκανα.

普罗科匹乌斯听闻这番话后,拉着这名家仆的手向其船只停泊的阿雷图萨港走去,一路上频频向这人探问并详查各项细节。他与仆人一同登船后,下令扬帆,全速驶向卡乌卡纳。

§3.14.12

καὶ ἐπεὶ ὁ τοῦ οἰκέτου δεσπότης ἐπὶ τῆς ἠιόνος θαυμάζων εἱστήκει ὅτι οἱ οὐκ ἀπεδίδου τὸν ἄνθρωπον, ἀναβοήσας Προκόπιος, πλεούσης ἤδη τῆς νεώς, παρῃτεῖτο μή οἱ χαλεπῶς ἔχειν· χρῆναι γὰρ τὸν οἰκέτην τῷ τε στρατηγῷ συμμῖξαι3 καὶ ἐς τὴν Λιβύην τῷ στρατῷ καθηγησάμενον οὐκ ἐς μακρὰν εἰς τὰς Συρακούσας ἐπανήκειν, χρήματα μεγάλα περιβαλλόμενον.

当仆人的主人站在海滩上,惊愕于他为何不将仆人归还时,由于船只已经在航行中,普罗科匹乌斯高声喊道,恳请他莫要见怪;因为他说,这名家仆必须去见将军,为大军引路前往利比亚,且不久之后便会携带着巨额资财返回叙拉古。

§3.14.14

Ἀφικόμενοι δὲ ἐς τὰ Καύκανα εὑρίσκουσιν ἅπαντας ἐν πένθει μεγάλῳ. Δωρόθεος γὰρ ὁ τῶν ἐν Ἀρμενίοις καταλόγων στρατηγὸς ἐνταῦθα ἐτετελευτήκει, πολὺν αὑτοῦ πόθον τῷ παντὶ στρατοπέδῳ ἀπολιπών.

他们抵达卡乌卡纳时,发现所有人都陷入巨大的悲痛之中。因为亚美尼亚编遣部队的将领多罗修斯死于该地,在全军中留下了对他的深切怀念。

§3.14.15

Βελισάριος δέ, ἐπεί οἱ ὅ τε οἰκέτης ἐς ὄψιν ἦλθε καὶ τὸν πάντα λόγον ἔφρασε, περιχαρὴς γενόμενος καὶ Προκόπιον πολλὰ ἐπαινέσας, ἐκέλευσε σημῆναι τὸν ἀπόπλουν ταῖς σάλπιγξιν.

然而贝利撒留在一见到仆人并听取了详尽的陈述之后,欢欣无比,对普罗科匹乌斯大加赞扬,随即下令吹响军号发出启航信号。

§3.14.16

ἀράμενοί τε κατὰ τάχος τὰ ἱστία, Γαύλῳ τε καὶ Μελίτῃ ταῖς νήσοις προσέσχον, αἳ τό τε Ἀδριατικὸν καὶ Τυρρηνικὸν πέλαγος διορίζουσιν.

他们迅速扬帆,驶抵划分亚得里亚海与第勒尼安海的高洛斯和梅利特两岛。

§3.14.17

ἔνθα δὴ αὐτοῖς Εὔρου πολύ τι πνεῦμα ἐπιπεσὸν τῇ ὑστεραίᾳ τὰς ναῦς ἐς τὴν Λιβύης ἀκτὴν ἤνεγκεν ἐς χωρίον, ὃ δὴ Κεφαλὴν Βράχους τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Ῥωμαῖοι. Καπούτβαδα γὰρ ὁ τόπος προσαγορεύεται, πέντε ἡμερῶν ὁδὸν εὐζώνῳ ἀνδρὶ Καρχηδόνος διέχων.

在那里,强劲的东风向他们袭来,并在次日将船只带到了利比亚海岸的一处地点,罗马人用自己的语言称其为“暗滩之头”。因为该地名叫卡普特瓦达,距离迦太基有轻装行人五天的路程。

语法注3 条
  1. 3.14.1τὸ μὴ εἰδέναι ἐπὶ τίνας ποτὲ ἀνθρώπων τοὺς Βανδίλους ἴοι

    带冠词的不定式短语 τὸ μὴ εἰδέναι ... 作动词 ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν(“使他心烦意乱/辗转思量”)的主语。间接疑问句中的 ἴοι 为过去历史时态引导下的斜衍祈愿语气(oblique optative)。

  2. 3.14.2ὡς, ἢν μέν τις σφᾶς εἰς τὴν γῆν ἀποβήσειε, πειράσονται ἄνδρες ἀγαθοὶ ἐν τῇ μάχῃ γίγνεσθαι, ἢν δὲ πολέμια πλοῖα ἐπ’ αὐτοὺς ἴοι, ἐς φυγὴν τραπήσονται

    由 προλέγειν 引出的间接引语从句。直接引语中的条件从句假设(ἐάν τις ... ἀποβήσῃ 以及 ἐὰν ... ἴῃ,搭配虚拟语气)在过去历史时态的引导动词后转为祈愿语气(ἀποβήσειε 和 ἴοι),而主句结论部分的将来直陈式(πειράσονται 与 τραπήσονται)则保留了直接引语的时态。

  3. 3.14.13χρῆναι γὰρ τὸν οἰκέτην τῷ τε στρατηγῷ συμμῖξαι

    由“宾格加不定式”(accusative and infinitive)构成的从属结构。它承接了前文 παρῃτεῖτο(“乞求”)中所蕴含的言语意义,以非人称动词 χρή 的不定式 χρῆναι 说明主人不应生气的理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.14.1-3.14.17