- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.13.14-3.13.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
近卫禁军长官约翰为省钱而在公共浴场敷衍烘焙的军粮在迈索尼腐烂,导致数百名士兵病死,贝利撒留紧急调配当地面包制止了灾难。舰队随后经由扎金索斯驶往西西里,慢速航行导致全军淡水变质,唯有贝利撒留之妻安东妮娜通过埋罐防晒使将帅所用的水得以幸免。
τὰ δὲ νῦν ὅτῳ ποτὲ τρόπῳ τούτους δὴ τοὺς στρατιώτας διεχρήσατο ἐρῶν ἔρχομαι.
现在,我将要叙述他是以何种手段残害了这些士兵。
τὸν ἄρτον ᾧ δὴ μέλλουσιν ἐν τῷ στρατοπέδῳ οἱ στρατιῶται σιτίζεσθαι, δὶς μὲν ἐπάναγκες ἐς τὸν πνιγέα εἰσάγεσθαι, ἐπιμελῶς δὲ οὕτως ὀπτᾶσθαι ὥστε ἐξικνεῖσθαί τε ἐπὶ πλεῖστον καὶ μὴ χρόνῳ βραχεῖ διαφθείρεσθαι, τόν τε οὕτως ὀπτώμενον ἄρτον ἀνάγκη ἐλάσσω τὸν σταθμὸν ἕλκειν· καὶ διὰ τοῦτο ἐν ταῖς τοιαῖσδε ἀρτοδαισίαις εἰώθασιν οἱ στρατιῶται τοῦ συνειθισμένου σταθμοῦ τὸ τεταρτημόριον ἀποτέμνεσθαι.1
士兵们在军营中所食用的面包,必须两次送入烤炉,并精心烘焙,以使其能够保存最久而不至在短期内腐败;而以这种方式烘焙的面包必然会减轻重量。因此,在此类口粮配给中,士兵们通常会被从常规重量中扣除四分之一。
Ἰωάννης οὖν λογισάμενος ὅπως ἐλάσσω τε τὰ ξύλα καὶ τὸν μισθὸν τοῖς ἀρτοποιοῖς ἥσσονα δοίη, καὶ ὅπως οἱ οὐκ ἐνδεὴς ὁ σταθμὸς εἴη,2 ὠμὸν ἔτι τὸν ἄρτον ἐς τὸ δημόσιον βαλανεῖον ἐσκομίσας τὸν Ἀχιλλέα, οὗ δὴ ἔνερθεν τὸ πῦρ καίεται, καταθέσθαι ἐκέλευσε.
约翰于是盘算着如何减少木柴开销并少付面包师工资,同时又使分量在自己手中不致亏欠,便叫人将尚处于生面状态的面包送入名为“阿喀琉斯”的公共浴场,命令放在下方有火燃烧之处。
καὶ ἐπειδὴ ἀμωσγέπως ὀπτᾶσθαι ἐδόκει, ἐμβαλὼν θυλακίοις ἐνθέμενός τε ἐν ταῖς ναυσὶν ἔστελλε.
当它看来勉强算烤熟之后,便装入麻袋,运上船只打发出发。
καὶ ἐπεὶ ὁ στόλος ἐς Μεθώνην ἀφίκετο, διαρρυέντες οἱ ἄρτοι ἐπανῆκον αὖθις ἐς ἄλευρα, οὐχ ὑγιᾶ μέντοι, σεσηπότα δὲ καὶ εὐρωτιῶντα καί τινα ὀσμὴν ἤδη βαρεῖαν φέροντα.
舰队抵达迈索尼时,那些面包已经松散碎裂,重新化作了面粉——然而并非完好的面粉,而是腐烂发霉、并且已经散发出难闻恶臭之物。
ἐχορήγουν τε αὐτὰ τοῖς στρατιώταις πρὸς μέτρον οἷς προσέκειτο ἡ τιμὴ αὕτη, χοίνιξί τε ἤδη καὶ μεδίμνοις τὴν ἀρτοδαισίαν ποιούμενοι.
负责此项职责的人按容量将其配发给士兵,此时已改用升和斗来发放这些口粮。
τούτοις δὲ οἱ στρατιῶται ὥρᾳ θέρους ἐν χωρίῳ αὐχμοὺς ἔχοντι σιτιζόμενοι ἐνόσησάν τε καὶ αὐτῶν ἀπέθανον οὐχ ἧσσον ἢ πεντακόσιοι· ὃ δὴ καὶ τοῖς πλείοσι ξυμπεσεῖν ἔμελλεν, ἀλλὰ Βελισάριος διεκώλυσεν, ἄρτους αὐτοῖς ἐπιχωρίους χορηγεῖσθαι κελεύσας. βασιλεῖ δὲ τὸ πρᾶγμα δηλώσας αὐτὸς μὲν ηὐδοκίμησεν, οὐ μήν τινα τότε Ἰωάννῃ ζημίαν ἤνεγκε.
在盛夏时节且干燥缺水的地域食用这些东西,士兵们纷纷染病,其中死者不下五百人。若不是贝利撒留出面制止并下令为他们供应当地的面包,同样的情形势必会波及绝大多数人。他向皇帝据实奏报了此事,自己由此深孚众望,但在当时并未给约翰带来任何惩处。
Ταῦτα μὲν δὴ οὕτως ἐγένετο. ἐκ δὲ Μεθώνης ὁρμηθέντες ἀφίκοντο ἐς τὸν Ζακυνθίων λιμένα, ἔνθα δὴ ὕδωρ τε ἐμβεβλημένοι ὅσον σφίσιν ἐξικνεῖσθαι ἔμελλε τὸ Ἀδριατικὸν πέλαγος διαπλέουσι καὶ τὰ ἄλλα παρασκευασάμενοι ἔπλεον.
这些事情便是如此发生的。他们从迈索尼起航,抵达扎金索斯人的港口,并在那里补充了足以供横渡亚得里亚海所需的饮水,做完其余准备后便扬帆前行。
ἀνέμου δὲ σφίσι μαλακοῦ τε καὶ νωθροῦ κομιδῆ ἐπιπνεύσαντος ἑκκαιδεκαταῖοι κατέπλευσαν τῆς Σικελίας ἐς χῶρον ἔρημον, οὗ τὸ ὄρος ἐγγὺς ἡ Αἴτνη ἀνέχει.
由于吹向他们的风力极其柔和迟缓,他们在第十六天驶抵西西里的一处荒僻之地,其地正邻近耸立的埃特纳火山。
ἐν δὲ τῷ διάπλῳ τούτῳ διατρίψασιν αὐτοῖς ὥσπερ εἴρηται, ξυνέπεσεν ἅπασι διαφθαρῆναι τὰ ὕδατα, πλήν γε δὴ οὗ3 Βελισάριός τε αὐτὸς καὶ οἱ ξυμπόται ἔπινον.
正如所述,他们在这趟航程中耗费了太长时间,结果所有人的饮水都碰巧腐败变质,只有贝利撒留本人及其同席者所饮用的水除外。
τοῦτο γὰρ διεσώσατο μόνον ἡ Βελισαρίου γυνὴ τρόπῳ τοιῷδε. ἀμφορέας ἐξ ὑάλου πεποιημένους ὕδατος ἐμπλησαμένη οἰκίσκον τε ἐκ σανίδων ποιήσασα ἐν κοίλῃ νηὶ ἔνθα δὴ τῷ ἡλίῳ ἐσιέναι ἀδύνατα ἦν, ἐνταῦθα ἐς ψάμμον τοὺς ἀμφορέας κατέχωσε, ταύτῃ τε ἀπαθὲς τὸ ὕδωρ διέμεινε. τοῦτο μὲν οὖν οὕτως ἔσχε.
因为唯有这些水是由贝利撒留的妻子用如下方法保存下来的:她把玻璃制成的双耳罐装满水,在阳光无法照入的船舱底层用木板搭起一个小隔间,将这些双耳罐埋在其中的沙土里;借此方法,水得以完好无损地保存下来。这件事情大致如此。
- 3.13.15τοῦ συνειθισμένου σταθμοῦ τὸ τεταρτημόριον ἀποτέμνεσθαι
动词 ἀποτέμνεσθαι 带有中动或被动态的受损意味,表示主语 οἱ στρατιῶται(士兵们)在其配额中“被扣除四分之一”。宾格 τὸ τεταρτημόριον 作为受损动作所涉及的保留宾语,与表示分离的属格 τοῦ συνειθισμένου σταθμοῦ(常规重量)相连。
- 3.13.16ὅπως οἱ οὐκ ἐνδεὴς ὁ σταθμὸς εἴη
附着词形 οἱ 为第三人称单数与格代词(相当于 αὐτῷ),在此充当利益与格或领属与格,意为“使重量对他而言不致亏欠”。这指未充分烘烤的面包不会因水分蒸发而失重,从而能让他交足所规定的账面重量。
- 3.13.23πλήν γε δὴ οὗ
介词 πλήν 要求后接属格。此处的关系代名词 οὗ 或是受省略的先行词(ἐκείνου [τοῦ ὕδατος])之属格同化(attraction),或是与动词 ἔπινον 构成部分属格用法并与 πλήν 结构结合,意为“除了贝利撒留本人及其同席者所喝的水之外”。
