← 普罗科皮乌斯

战史

§3.13.1-3.13.13

航至迈索尼与军中爆发疫病

贝利撒留为旗舰设立标志以防止船队失散,舰队历经马利亚的险情后抵达迈索尼并登岸整军,然而在候风期间士兵中爆发了致命的疾病。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.13.1

Μετὰ δὲ ταῦτα ἐφρόντιζε Βελισάριος ὅπως τε ὁ ξύμπας στόλος ἀεὶ κατὰ ταὐτὰ πλέοι καὶ ἐς χωρίον ταὐτὸ προσορμίζοιτο.

在此之后,贝利撒留用心思考如何能使整支舰队始终保持相同航向,并在同一地点停泊。

§3.13.2

ᾔδει γὰρ ὡς ἐν μεγάλῳ στόλῳ, ἄλλως τε καὶ ἢν τραχεῖς σφίσιν ἄνεμοι ἐπιπέσοιεν, ἐπάναγκες ἀπολείπεσθαί τε τῶν νεῶν πολλὰς καὶ σκεδάννυσθαι ἐς τὸ πέλαγος, οὐκ εἰδέναι τε αὐτῶν τοὺς κυβερνήτας ὁποίαις ποτὲ τῶν ἔμπροσθεν ἀναγομένων ἕπεσθαι ἄμεινον.

因为他知道,在一支庞大的舰队中,尤其是一旦遭遇狂风,许多船只势必会落伍并散失在茫茫大海上,舵手们也会不知该跟随前方航行的哪艘船只更好。

§3.13.3

λογισάμενος οὖν ἐποίει τάδε. τριῶν νεῶν, ἐν αἷς αὐτός τε καὶ ἡ θεραπεία ἔπλει, τὰ ἱστία1 ἐκ γωνίας τῆς ἄνω καὶ ἐς τριτημόριον μάλιστα ἔχρισε μίλτῳ, κοντούς τε ὀρθοὺς ἀναστήσας ἐν πρύμνῃ ἑκάστῃ ἀπεκρέμασεν ἀπ’ αὐτῶν λύχνα, ὅπως ἔν τε ἡμέρᾳ καὶ νυκτὶ αἱ τοῦ στρατηγοῦ νῆες ἔκδηλοι εἶεν· αἷς δὴ ἕπεσθαι τοὺς κυβερνήτας ἐκέλευε πάντας.

于是经过这番权衡,他采取了如下办法:在他本人及随从乘坐的三艘船上,他让人用红赭石将船帆从顶角向下约三分之一处涂红,并在每艘船的艉部竖起直立的木杆,上面悬挂起提灯,好使将领的座船在白昼和黑夜都清晰可辨;他命令所有舵手务必跟随这几艘船。

§3.13.4

οὕτω τε τῶν νεῶν τῶν τριῶν ἡγουμένων παντὶ τῷ στόλῳ τετύχηκεν αὐτῶν οὐδεμίαν ἀπολελεῖφθαι.2 ὅτε μέντοι ἐκ λιμένος ἀπαίρειν μέλλοιεν, ἐσήμαινον αὐτοῖς αἱ σάλπιγγες τοῦτο.

如此一来,在这三艘船为全军领航之下,结果没有一艘船掉队。每逢他们准备从港口起航时,号角便会向他们发出这一信号。

§3.13.5

Ἐκ δὲ Ἀβύδου ἀναχθεῖσιν αὐτοῖς ἄνεμοι σκληροὶ ἐπιπεσόντες ἤγαγον εἰς τὸ Σίγειον. αὖθίς τε νηνεμίᾳ χρησάμενοι σχολαίτεροι ἐς Μαλέαν ἦλθον, ἔνθα δὴ αὐτοῖς ἡ νηνεμία ξυνήνεγκεν ἐς τὰ μάλιστα.

自阿卑多斯扬帆起航后,骤起的狂风将他们吹向西盖翁。随后他们遇到了无风天气,便以较缓的航速抵达马利亚,而正是在该处,这阵无风天气给他们带来了极大的裨益。

§3.13.6

ἅτε γὰρ ἐν στόλῳ μεγάλῳ καὶ ναυσὶν ὑπερμεγέθεσι, νυκτὸς ἐπιγενομένης, ἡ στενοχωρία ξυνετάραξέ τε ἅπαντα καὶ ἐς ἔσχατον κινδύνου ἤνεγκεν.

因为身处庞大船队且尽是巨舰之中,夜幕降临后,狭窄的水域使一切陷入混乱,并将他们推入了极度危险的境地。

§3.13.7

ἐνταῦθα οἵ τε κυβερνῆται καὶ οἱ ἄλλοι ναῦται ἀρετὴν ἐπεδείξαντο, βοῇ τε καὶ πατάγῳ πολλῷ χρώμενοι καὶ τοῖς κοντοῖς διωθούμενοι, ἐμπείρως τε ἀπ’ ἀλλήλων τὰς διαστάσεις ποιούμενοι, ὥστε εἰ καὶ πνεῦμα ἐπίφορον ἢ καὶ ἀπ’ ἐναντίας αὐτοῖς ἐπεγένετο, μόλις ἂν οἱ ναῦταί μοι δοκεῖ σφᾶς τε αὐτοὺς καὶ τὰς ναῦς διεσώσαντο.3

在此处,舵手们与其他水手显出了卓越的能力,他们大声呼喊、喧嚷不休,用长篙互相推顶,熟练地拉开彼此的间距,以至于如果当时起了风,无论是顺风还是逆风,在我看来,水手们都很难保全自身与船只。

§3.13.8

νῦν δὲ οὕτως ὥσπερ εἴρηται διαφυγόντες Ταινάρῳ προσέμιξαν, ἣ νῦν Καινούπολις ἐπικαλεῖται.

但实际情况是,他们正如所说的那样脱险,并靠泊在泰纳隆,该地如今被称为凯诺波利斯。

§3.13.9

εἶτα ἐνθένδε ὁρμηθέντες Μεθώνῃ προσέσχον, εὗρόν τε ὀλίγῳ πρότερον τοὺς ἀμφὶ Βαλεριανόν τε καὶ Μαρτῖνον αὐτόσε ἀφικομένους.

随后他们从那里出发,驶抵迈索尼,并发现瓦莱里安与马丁的人马不久前刚刚到达该地。

§3.13.10

καὶ ἐπεὶ ἄνεμοι οὐκ ἐπέπνεον σφίσι, τὰς μὲν ναῦς Βελισάριος ἐνταῦθα ὥρμισε, τὸ δὲ στράτευμα ἀπεβίβασεν ἅπαν, καὶ ἀποβάντας τούς τε ἄρχοντας διεκόσμησε καὶ τοὺς στρατιώτας διέτασσε.

由于没有起风,贝利撒留便将船只停泊在此,让全军悉数登岸;将士们上岸后,他整顿将领,并布置士兵的阵列。

§3.13.11

ταῦτά τε αὐτοῦ διέποντος καὶ ἀνέμων ἥκιστα ἐπιγινομένων, ἐπῆλθε πολλοῖς τῶν στρατιωτῶν νόσῳ διαφθαρῆναι ἐξ αἰτίας τοιᾶσδε.

就在他料理这些事务而依然毫无风力之时,由于如下的原因,许多士兵染病丧生。

§3.13.12

Ὁ τῆς αὐλῆς ἔπαρχος Ἰωάννης φλαῦρός τε ἦν τὸν τρόπον καὶ οὕτω δυνατὸς εἰς τὸ προσαγαγεῖν εἰς τὸ δημόσιον ἐπινοῆσαι χρήματα ἐπὶ λύμῃ ἀνθρώπων, ὡς οὐκ ἄν ποτε ἔγωγε φράσαι ἱκανῶς ἔχοιμι.

近卫禁军长官约翰性情卑劣,极擅长以祸害生灵为代价巧立名目为国库聚敛钱财,其手段之甚令我简直无法充分描述。

§3.13.13

ἀλλὰ ταῦτα μὲν καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἡνίκα πρὸς τῆς ἱστορίας ἐς τόδε ἠγόμην τοῦ λόγου.

不过,这件事情在前面的叙述中,当史书的脉络将我引向该话题时,便已经被提及过了。

语法注3 条
  1. 3.13.3τριῶν νεῶν, ἐν αἷς αὐτός τε καὶ ἡ θεραπεία ἔπλει, τὰ ἱστία

    属格 τριῶν νεῶν 是充当其后名词短语 τὰ ἱστία 的部分属格(整体属格)。其间插入了关系从句 ἐν αἷς... ἔπλει,构成了语序倒置(hyperbaton)。

  2. 3.13.4τετύχηκεν αὐτῶν οὐδεμίαν ἀπολελεῖφθαι

    τετύχηκεν 作非人称用法,以带宾格的动词不定式结构(αὐτῶν οὐδεμίαν ἀπολελεῖφθαι)作为真正主语,意为“结果发生了……/碰巧……”。αὐτῶν 是指代前文船只的部分属格。

  3. 3.13.7ὥστε εἰ καὶ πνεῦμα ἐπίφορον ἢ καὶ ἀπ’ ἐναντίας αὐτοῖς ἐπεγένετο, μόλις ἂν οἱ ναῦταί μοι δοκεῖ σφᾶς τε αὐτοὺς καὶ τὰς ναῦς διεσώσαντο

    这是一个由表示结果的 ὥστε 引导的从句,内部嵌套了一个与过去事实相反的虚拟条件句(条件从句:εἰ... ἐπεγένετο;主句:μόλις ἂν ... διεσώσαντο)。插入语 μοι δοκεῖ(“在我看来”)插入在主语 οἱ ναῦται 与谓语动词之间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.13.1-3.13.13