← 普罗科皮乌斯

战史

§3.12.11-3.12.22

贝利撒留论正义与军纪的演说

贝利撒留在全军面前发表演说,阐明正义与神意远比单纯的武力更能决定战局的胜败,以此证明行刑的合理性,并以此整饬了全军纪律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.12.11

“Εἰ μὲν πρὸς ἄνδρας νῦν πρῶτον εἰς πόλεμον καθισταμένους οἱ λόγοι ἐγίνοντο, μακροῦ ἄν μοι ἐδέησε χρόνου λέξαντα πεῖσαι1 ὑμᾶς ἡλίκον ἐστὶν ἐφόδιον εἰς τροπαίου κτῆσιν τὸ δίκαιον.

“如果我的这番话是对初次踏入战场的人说的,那么我就需要花费很长的时间,才能用言语说服你们:正义对于赢得胜利是一笔何等巨大的资粮。

§3.12.12

οἱ γὰρ οὐκ ἐξεπιστάμενοι τὰς τῶν τοιούτων ἀγώνων τύχας ἐν ταῖς χερσὶ μόναις οἴονται εἶναι τὸ τοῦ πολέμου πέρας.

因为那些不谙此类斗争变幻的人,总以为战争的结局仅仅取决于武力。

§3.12.13

ὑμεῖς δέ, οἳ πολλάκις μὲν νενικήκατε πολεμίους οὔτε τοῖς σώμασιν ἐλασσουμένους καὶ πρὸς ἀνδρίαν ἱκανῶς πεφυκότας, πολλάκις δὲ τῶν ἐναντίων ἐν πείρᾳ γεγένησθε, οὐκ ἀγνοεῖτε, οἶμαι, ὡς μάχονται μὲν ἐξ ἑκατέρας ἀεὶ στρατιᾶς ἄνθρωποι, βραβεύει δὲ ὁ θεὸς ὅπως ποτὲ αὐτῷ δοκεῖ καὶ τὸ τοῦ πολέμου δίδωσι κράτος.

然而你们,屡次击溃过体魄不落下风且天生勇毅的敌人,亦屡次经历过相反的际遇,我想你们绝不会不明白:在战斗的始终是双方军队的凡人,但全凭己意裁决胜负并赐予战争权柄的,却是神明。

§3.12.14

ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, τήν τε τοῦ σώματος εὐεξίαν καὶ τὴν ἐν τοῖς ὅπλοις ἐπιμέλειαν καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευὴν περὶ ἐλάσσονος προσήκει τοῦ τε δικαίου καὶ τῶν εἰς θεὸν ἡκόντων ποιεῖσθαι.

既然如此,就理当将强健的体魄、武器的整备以及其他一切军备,置于正义和事奉神灵的事宜之后。

§3.12.15

τὸ γὰρ μάλιστα ξυνενεγκεῖν τοῖς δεομένοις δυνάμενον μᾶλλον ἂν εἰκότως πρὸς ἐκείνων τιμῷτο.

因为凡是最能惠及困顿之人的,理所当然更会受到他们的器重。

§3.12.16

πρῶτον δ’ ἂν τοῦ δικαίου γένοιτο γνώρισμα ἡ τῶν ἀδίκως ἀνῃρηκότων ποινή. εἰ γὰρ τό τε δίκαιον καὶ τὸ ἄδικον κρίνειν τε καὶ ὀνομάζειν ἐκ τῶν εἰς τοὺς πέλας ἀεὶ πρασσομένων ἐπάναγκες, οὐδὲν ἂν γένοιτο μᾶλλον ἀνθρώπῳ τῆς ψυχῆς ἔντιμον.2

而正义的首要标志,便应是对枉杀人命者的惩罚。因为如果必须根据对邻人的作为来判断和界定何为公义、何为不义,那么对一个人而言,就没有任何东西比生命更为珍贵。

§3.12.17

εἰ δέ τις βάρβαρος, ὅτι τὸν ξυγγενῆ μεθύων ἀνεῖλεν, ἀξιοῖ συγγνώμονα ἔχειν τὴν δίκην, δι’ ὧν ἀπολύεσθαι τὰς αἰτίας φησὶ χείρω εἰκότως εἶναι ποιεῖ τὰ ἐγκλήματα.3

倘若某个蛮族人因喝醉酒杀死了亲属,便以为律法应当宽恕他,那么他声称能脱罪的借口,理所当然反倒使他的罪愆更加严重。

§3.12.18

οὔτε γὰρ οὕτω μεθύειν ἄξιον ἄλλως τε καὶ τὸν ἐν στρατοπέδῳ βαδίζοντα, ὥστε ἀναιρεῖν τοὺς φιλτάτους ἑτοίμως, ἀλλ’ αὐτή γε ἡ μέθη, κἂν ὁ φόνος ἥκιστα ἐπιγένηται, ποινῆς ἀξία, τό τε ξυγγενὲς ἀδικούμενον περὶ πλείονος ἂν τῶν οὐ προσηκόντων ἐς τιμωρίαν τοῖς γε νοῦν ἔχουσι φαίνοιτο.

因为醉酒到竟能轻易杀害至亲的地步本就不该——尤其对于身在军旅之中行进之人而言更是如此;而且即便完全没有继发杀人事件,酗酒本身就该受罚;况且在明达事理的人看来,至亲受害所应招致的惩罚,比不相干之人受害理当更为严厉。

§3.12.19

τὸ μὲν οὖν παράδειγμα καὶ ἡ τῶν πραττομένων ἀπόβασις ὁποία ποτέ ἐστιν ὁρᾶν πάρεστιν.

这一榜样以及所犯之事招致的后果究竟如何,如今大家有目共睹。

§3.12.20

ὑμᾶς δὲ προσήκει μήτε χειρῶν ἄρχειν ἀδίκων μήτε τι φέρεσθαι τῶν ἀλλοτρίων· ὡς οὐ περιόψομαί γε4 οὐδὲ ὑμῶν τινα συστρατιώτην ἐμὸν ἡγήσομαι εἶναι, κἂν πάνυ φοβερὸς τοῖς πολεμίοις εἶναι δοκῇ ὃς ἂν μὴ καθαραῖς ταῖς χερσὶν ἐς τοὺς ἀντιπάλους δύνηται χρῆσθαι.

因此,你们理当既不挑起不义的武斗,亦不去掠夺他人的财物;因为请确信,我决不会姑息,也决不会将你们当中的任何人视为我的战友——无论他在敌人看来多么令人胆寒,只要他不能用洁净的双手去迎战对手。

§3.12.21

τὸ γὰρ ἀνδρεῖον οὐκ ἂν νικῴη μὴ μετὰ τοῦ δικαίου ταττόμενον.” Βελισάριος μὲν τοσαῦτα εἶπεν.

因为若不与正义并肩列阵,勇武就绝不可能赢得胜利。”贝利撒留言尽于此。

§3.12.22

ἡ δὲ στρατιὰ ξύμπασα, ἐπειδὴ τά τε λεγόμενα ἤκουσαν καὶ ἐς τὼ ἀνεσκολοπισμένω ἀνέβλεψαν, ἐς δέος τι ἀμήχανον ἦλθον καὶ σωφρόνως βιοτεύειν ἐν νῷ ἔλαβον, ὡς οὐκ ἔξω κινδύνου μεγάλου ἐσόμενοι, ἤν τι οὐκ ἔννομον ποιοῦντες ἁλοῖεν.

整支大军听了这番训诫,又抬头看见了那两个被钉死在木桩上的人,心头不由得升起一种无法抑制的畏惧,于是暗下决心谨守节制,因为他们明白,如果行违法之事而被拿获,自己绝不可能免于杀身之祸。

语法注4 条
  1. 3.12.11μακροῦ ἄν μοι ἐδέησε χρόνου λέξαντα πεῖσαι

    无人称动词 ἐδέησε(支配属格 μακροῦ χρόνου)与 ἄν 连用,构成与事实相反的条件句主句。阳性宾格分词 λέξαντα 充当不定式 πεῖσαι 的逻辑主语,并未与与格代词 μοι 保持性数格一致,这体现了不定式的主语常规置于宾格的语法惯用。

  2. 3.12.16οὐδὲν ἂν γένοιτο μᾶλλον ἀνθρώπῳ τῆς ψυχῆς ἔντιμον

    τῆς ψυχῆς 是从属于比较级 μᾶλλον … ἔντιμον 的比较属格(“比生命/灵魂更宝贵”)。承接前句“根据对邻人的行为判定正与不正”的前提,指出剥夺生命乃是最大的不义,从而论证了对杀人者的惩处(ἡ τῶν ἀδίκως ἀνῃρηκότων ποινή)是正义的首要标志。

  3. 3.12.17δι’ ὧν ἀπολύεσθαι τὰς αἰτίας φησὶ χείρω εἰκότως εἶναι ποιεῖ τὰ ἐγκλήματα

    关系代词 ὧν 兼含先行词,相当于 διὰ τούτων δι’ ὧν(“正是借由他声称……的那些理由”)。在句法上,τὰ ἐγκλήματα 是 ποιεῖ 的宾语,χείρω εἶναι 则为其宾语补足语。贝利撒留以此表明,将醉酒作为免责借口,恰恰在情理上加重了其罪行。

  4. 3.12.20ὡς οὐ περιόψομαί γε

    连词 ὡς 与将来时直陈式 περιόψομαι 连用,引出一个断定性的告诫或说明(“须知我决不会坐视不管”)。紧接前文的训诫(ὑμᾶς δὲ προσήκει...),有力地宣告了统帅严明军纪、绝不姑息的坚定立场。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.12.11-3.12.22