- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.12.1-3.12.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留率领远征军从君士坦丁堡启航,受吉梦鼓舞的普罗科匹乌斯亦随军前往。舰队在阿比多斯受风阻停泊期间,两名醉酒的马萨格泰士兵杀害同伴,贝利撒留将其处死,引发异族盟军与部分罗马士兵的不满,贝利撒留遂召集全军训话。
Ἕβδομον ἤδη ἔτος τὴν αὐτοκράτορα ἀρχὴν ἔχων Ἰουστινιανὸς βασιλεὺς ἀμφὶ θερινὰς τροπὰς τὴν στρατηγίδα ἐκέλευσε ναῦν ὁρμίσασθαι ἐς τὴν ἀκτὴν ἣ πρὸ τῆς βασιλέως αὐλῆς τυγχάνει οὖσα.
优士丁尼皇帝统治的第七个年头,正值夏至前后,他下令将旗舰停泊在皇宫前方的海岸边。
ἐνταῦθα Ἐπιφάνιος ἀφικόμενος, ὁ τῆς πόλεως ἀρχιερεύς, εὐξάμενός τε ὅσα εἰκὸς ἦν τῶν τινα στρατιωτῶν ἄρτι βεβαπτισμένον τε καὶ τοῦ Χριστιανῶν ὀνόματος μεταλαχόντα εἰς τὴν ναῦν εἰσεβίβασεν. οὕτω τοίνυν ὅ τε στρατηγὸς Βελισάριος καὶ Ἀντωνίνα ἡ γυνὴ ἔπλεον.
此时该城的主教埃庇法尼乌斯来到那里,作了例行的祈祷后,将一名刚受洗礼并获得基督徒之名的士兵领上战舰。统帅贝利撒留与其妻安东妮娜遂就此启航。
ξυνῆν δὲ αὐτοῖς καὶ Προκόπιος, ὃς τάδε ξυνέγραψε, πρότερον μὲν καὶ μάλα κατορρωδήσας τὸν κίνδυνον, ὄψιν δὲ ὀνείρου ἰδὼν ὕστερον ἣ αὐτὸν θαρσῆσαί τε ἐποίησε καὶ ἐς τὸ στρατεύεσθαι ὥρμησεν.
记录此事的普罗科匹乌斯亦随同前行;他先前对其中的危险甚是惊骇,但后来见到的一个梦兆使他鼓足了勇气,驱使他毅然从军。
ἐδόκει γὰρ ἐν τῷ ὀνείρῳ εἶναι μὲν ἐν τῇ Βελισαρίου οἰκίᾳ, εἰσελθόντα δὲ ἀγγεῖλαι1 τῶν οἰκετῶν ἕνα ὡς ἥκοιέν τινες δῶρα φέροντες· καὶ Βελισάριον διασκοπεῖσθαι κελεύειν αὐτὸν ὁποῖά ποτε εἴη τὰ δῶρα, καὶ αὐτὸν ἐν τῇ μεταύλῳ γενόμενον ἄνδρας ἰδεῖν οἳ ἔφερον ἐπὶ τῶν ὤμων γῆν αὐτοῖς ἄνθεσι.2
因为在梦中,他仿佛置身于贝利撒留的宅邸,一名仆人走进来报告说,有人送来礼物;贝利撒留便命他去查验那究竟是何等礼物,当他来到内院时,看见一些人肩上扛着连同花朵的泥土。
τούτους δὲ εἰς τὴν οἰκίαν εἰσαγαγόντα κελεῦσαι3 καταθεῖναι ἐν τῷ προστώῳ ἣν ἔφερον γῆν· οὗ δὴ Βελισάριον ἅμα τοῖς δορυφόροις ἥκοντα, αὐτόν τε κατακλίνεσθαι ἐν τῇ γῇ ἐκείνῃ καὶ τὰ ἄνθη ἐσθίειν, τοῖς τε ἄλλοις αὐτὸ δὴ τοῦτο ποιεῖν ἐγκελεύεσθαι, κατακλινομένοις τε σφίσι καὶ ἐσθίουσιν ὥσπερ ἐπὶ στιβάδος ἡδεῖαν κομιδῆ τὴν βρῶσιν φανῆναι. τὰ μὲν δὴ τῆς ὄψεως τοῦ ὀνείρου ταύτῃ πη ἔσχεν.
他将这些人领入宅内,命令他们将所运的土放置在前廊;这时贝利撒留与近卫兵一同走来,自己躺在那堆土上吃起花来,并催促其余人也照此办理;当他们仿佛躺在草垫上吃着花时,这顿饭食对他们来说竟显得格外甘美。梦中的景象大抵便是如此。
Ὁ δὲ ξύμπας στόλος τῇ στρατηγίδι νηὶ εἵπετο, καὶ προσέσχον Περίνθῳ, ἣ νῦν Ἡράκλεια ἐπικαλεῖται, ἔνθα δὴ πέντε ἡμερῶν χρόνος τῇ στρατιᾷ ἐτρίβη, ἐπεὶ βασιλεὺς ἵπποις ὅτι μάλιστα πλείστοις τὸν στρατηγὸν ἐνταῦθα ἐδωρεῖτο ἐκ τῶν βασιλικῶν ἱπποφορβίων, ἅ οἱ νέμονται ἐς τὰ ἐπὶ Θρᾴκης χωρία.
整支舰队紧随旗舰,驶抵现名赫拉克利亚的佩林托斯,大军在此耽搁了五天时间,因为皇帝在此将色雷斯地区皇家马场放牧的大批骏马赐予了统帅。
ὅθεν δὴ ἀπάραντες Ἀβύδῳ προσωρμίσαντο, καὶ σφίσι ξυνέπεσε τῇδε διὰ τὴν νηνεμίαν ἡμέρας διατρίβουσι τέσσαρας πρᾶγμα τοιόνδε ξυνενεχθῆναι.
从那里启航后,他们在阿比多斯靠泊;由于风平浪静,他们在此逗留了四天,期间适逢发生了这样一件事。
Μασσαγέται δύο τῶν τινα ἑταίρων ἐν τῇ ἀκρατοποσίᾳ ἐρεσχελοῦντα σφᾶς, ἅτε οἰνωμένω, ἀνειλέτην. πάντων γὰρ ἀνθρώπων μάλιστά εἰσιν ἀκρατοπόται οἱ Μασσαγέται.
两名马萨格泰人因喝得酩酊大醉,将一名在狂饮中嘲弄他们的同伴杀死;因为在所有人类当中,马萨格泰人最喜饮纯酒。
Βελισάριος οὖν αὐτίκα τὼ ἄνδρε τούτω ἐν τῷ κολωνῷ ὃς ἄγχι Ἀβύδου ἐστὶν ἀνεσκολόπισε.
贝利撒留遂立即将这两人钉死在阿比多斯附近山丘的木桩上。
καὶ ἐπειδὴ οἵ τε ἄλλοι καὶ οἱ τοῖν ἀνδροῖν ξυγγενεῖς ἐδυσχέραινόν τε καὶ ἔφασκον οὐκ ἐπὶ τιμωρίᾳ οὐδ’ ἐπὶ τῷ ὑπεύθυνοι εἶναι4 Ῥωμαίων νόμοις ἐς ξυμμαχίαν ἥκειν (τὰ γὰρ δὴ σφῶν νόμιμα οὐ τοιάσδε τῶν φόνων ποιεῖσθαι τὰς τίσεις), ξυνεθρύλλουν δὲ αὐτοῖς τὴν ἐς τὸν στρατηγὸν αἰτίαν καὶ στρατιῶται Ῥωμαῖοι οἷς δὴ ἐπιμελὲς ἐγεγόνει τῶν ἁμαρτανομένων μὴ εἶναι δίκας, τούς τε Μασσαγέτας καὶ τὸ ἄλλο στράτευμα ξυγκαλέσας Βελισάριος ἔλεξε τοιάδε·
鉴于其他人以及这两名凶手的亲属皆大为愤慨,声称他们前来结盟并非为了受罚,亦非为了受制于罗马的法律(因他们本族的习俗对杀人并不施加这般的惩罚),而那些巴不得犯过者免受刑罚的罗马士兵亦随声附和,共同大肆非难统帅,贝利撒留于是召集了马萨格泰人及其余军队,发表了如下讲话:
- 3.12.4εἰσελθόντα δὲ ἀγγεῖλαι
宾格分词 εἰσελθόντα 与不定式 ἀγγεῖλαι 的逻辑主语 τῶν οἰκετῶν ἕνα(一名仆人)性数格一致。整个结构由句首的无人称动词 ἐδόκει(仿佛、看似)统摄,引出一连串的宾格加不定式结构以叙述梦境。
- 3.12.4αὐτοῖς ἄνθεσι
与强意代词 αὐτός 连用的伴随或包罗性与格,为惯用表达,意为“连同花朵一起”、“花也一并附在上面”。
- 3.12.5τούτους δὲ εἰς τὴν οἰκίαν εἰσαγαγόντα κελεῦσαι
宾格分词 εἰσαγαγόντα 的逻辑主语是不定式 κελεῦσαι 的未明示主语(即叙述者普罗科匹乌斯本人),表明是他将人领入并下达命令。该从属结构仍受前文 ἐδόκει 的统括支配。
- 3.12.10ἐπὶ τῷ ὑπεύθυνοι εἶναι
前置词 ἐπί 支配带定冠词的与格不定式 τῷ εἶναι,表示目的或条件(“以受……制约为条件”)。表语形容词 ὑπεύθυνοι 采用主格,是因为不定式的逻辑主语与主句动词 ἔφασκον 的主语一致,从而依同格规则保持主格。
