- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.11.17-3.11.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
优士丁尼授予贝利撒留全权统帅远征军并派瓦莱里安等人先行出发,但出发时的口信被视作不祥之兆;同时盖利梅尔派其弟查宗前往撒丁岛平叛。
ἐστέλλετο δὲ καὶ Ἀρχέλαος, ἀνὴρ ἐς πατρικίους τελῶν, ἤδη μὲν τῆς αὐλῆς ἔπαρχος ἔν τε Βυζαντίῳ καὶ Ἰλλυριοῖς γεγονώς, τότε δὲ τοῦ στρατοπέδου καταστὰς ἔπαρχος· οὕτω γὰρ ὁ τῆς δαπάνης χορηγὸς ὀνομάζεται.
属于贵族阶层的阿耳刻拉奥斯也被派往该处,他此前曾在拜占庭和伊利里亚担任宫廷长官,此时则被任命为军营长官;因为主管开支的官员便是如此称呼的。
στρατηγὸν δὲ αὐτοκράτορα ἐφ’ ἅπασι Βελισάριον βασιλεὺς ἔστελλεν, ὃς τῶν ἑῴων αὖθις καταλόγων ἦρχε.
皇帝派遣贝利撒留作为全军的统帅,他再度指挥着东方军团。
καὶ αὐτῷ πολλοὶ μὲν δορυφόροι, πολλοὶ δὲ ὑπασπισταὶ εἵποντο, ἄνδρες τε ἀγαθοὶ τὰ πολέμια καὶ τῶν περὶ ταῦτα κινδύνων ἀτεχνῶς ἔμπειροι.
许多近卫骑兵与许多扈从随他前行,他们皆是善战的勇士,对战争的一切危险了如指掌。
γράμματά τε αὐτῷ βασιλεὺς ἔγραφε, δρᾶν ἕκαστα ὅπη ἂν αὐτῷ δοκῇ ἄριστα ἔχειν,1 ταῦτά τε κύρια εἶναι ἅτε αὐτοῦ βασιλέως αὐτὰ διαπεπραγμένου. βασιλέως γὰρ αὐτῷ ῥοπὴν τὰ γράμματα ἐποίει.
皇帝还赐予他敕书,指示他按自己认为最妥善的方式便宜行事,其处置的效力犹如皇帝亲自办理一般;因为这封敕书赋予了他等同于皇帝本人的决断权。
ὥρμητο δὲ ὁ Βελισάριος ἐκ Γερμανίας, ἣ Θρᾳκῶν τε καὶ Ἰλλυριῶν μεταξὺ κεῖται. ταῦτα μὲν οὖν ἐγίνετο τῇδε.
贝利撒留从位于色雷斯与伊利里亚之间的日耳曼尼亚出发。这些事情便是这样进行的。
Γελίμερ δὲ Τριπόλεώς τε πρὸς Πουδεντίου καὶ Σαρδοῦς πρὸς Γώδα ἐστερημένος, Τρίπολιν μὲν ἀνασώσασθαι μόλις ἤλπισεν, ἀπωτέρω τε ᾠκημένην καὶ Ῥωμαίων ἤδη τοῖς ἀποστᾶσι ξυλλαμβανόντων, ἐφ’ οὓς δὴ μὴ αὐτίκα στρατεύειν ἔδοξέν οἱ ἄριστα ἔχειν· ἐς δὲ τὴν νῆσον προτερῆσαι ἠπείγετο, πρὶν ἢ καὶ ἐς ταύτην ξυμμαχίαν ἐκ βασιλέως ἥκειν.
与此同时,盖利梅尔由于的黎波里被普登提乌斯夺走、撒丁岛被戈达斯据有,自知很难收复的黎波里,因为该地路途过于遥远,且罗马人已在支援叛军,于是他认为眼下不宜立即进攻他们;但他急于先夺取那座岛屿,以免皇帝的援军赶到那里。
ἀπολέξας οὖν Βανδίλων χιλιάδας πέντε καὶ ναῦς εἴκοσι καὶ ἑκατὸν τὰς ἄριστα πλεούσας στρατηγόν τε ἀποδείξας Τζάζωνα τὸν ἀδελφὸν ἔστελλε.
于是他挑选了五千名汪达尔人及一百二十艘航速最快的战舰,任命其弟查宗为统帅,将他们派出。
καὶ οἱ μὲν ἐπὶ Γώδαν τε καὶ Σαρδὼ θυμῷ τε πολλῷ καὶ σπουδῇ χρώμενοι ἔπλεον, βασιλεὺς δὲ Ἰουστινιανὸς Βαλεριανόν τε καὶ Μαρτῖνον προτέρους ἔστελλεν, ἐφ’ ᾧ προσδέξονται τὴν ἄλλην στρατιὰν2 ἐς τὰ ἐν Πελοποννήσῳ χωρία.
当他们怀着巨大的怒火和紧迫感向戈达斯及撒丁岛进发时,优士丁尼皇帝正派遣瓦莱里安和马丁先行出发,以便他们在伯罗奔尼撒的各要地等候其余军队。
καὶ ἐπειδὴ ἐν ταῖς ναυσὶν ἄμφω ἐγενέσθην, ἐνθύμιον βασιλεῖ ἐγένετο ἐντέλλεσθαί τι αὐτοῖν· ὃ καὶ πρότερον ἐθέλοντα λέγειν ἀσχολία τις λόγων ἑτέρων τὴν διάνοιαν περιλαβοῦσα ἐξέκρουσε.3
当两人登船之后,皇帝想起还要向他们交代某事;他早先本打算说,却因其他杂务占据了心神而被耽搁了。
μεταπεμψάμενος οὖν αὐτὼ λέγειν ἔμελλεν ἃ ἐβούλετο, ἀλλὰ ξυμβαλὼν εὕρισκεν ὡς οὐκ ἂν αὐτοῖν αἴσιον εἴη τὴν πορείαν ἐκκόψαι.
他派人召他们回来,正要说出心中所想,但转念一想,意识到打断行程对他们是不吉利的。
ἔπεμπεν οὖν τινας ἀπεροῦντας αὐτοῖν μήτε ἀναστρέφειν ἐς αὐτὸν αὖθις μήτε ἐκ τῶν νεῶν ἀποβαίνειν.
因此他派出一些人去禁止他们再次返回见他,也禁止他们下船。
οἱ δέ, ἐπεὶ τῶν νεῶν ἀγχοῦ ἐγένοντο, ἐκέλευον ξὺν βοῇ τε καὶ θορύβῳ πολλῷ μηδαμῶς ἀναστρέφειν, ἔδοξέ τε τοῖς παροῦσιν οἰωνός τε εἶναι οὐκ ἀγαθὸς τὸ γινόμενον καὶ οὔποτε τῶν ἐν ταῖς ναυσὶν ἐκείναις τινὰ ἐκ Λιβύης ἐς Βυζάντιον ἐπανήξειν.
使者们走近战舰后,大声喧嚷着命令他们绝不可折返;在场的人便认为这发生的一切是个凶兆,预示着那些战舰上的人将无一能从利比亚生还拜占庭。
πρὸς γὰρ δὴ τῷ οἰωνῷ καὶ ἀρὰν ἐς αὐτοὺς ἥκειν ἐκ βασιλέως οὔτι ἑκόντος, ὥστε μὴ ἀναστρέφειν ὑπώπτευον. καὶ εἰ μέν τις αὐτὰ ἐς τὼ ἄρχοντε τούτω, Βαλεριανόν τε καὶ Μαρτῖνον, ξυμβάλλοιτο, οὐκ ἀληθῆ εὑρήσει τὰ ἐξ ἀρχῆς δόξαντα.
因为在凶兆之外,他们还怀疑皇帝无意间向他们降下了不得折返的诅咒。若是有人将这凶兆套在这两位指挥官——瓦莱里安和马丁身上,便会发现最初的预感并不真实。
ἦν δέ τις ἐν τοῖς Μαρτίνου δορυφόροις Στότζας, ὃς δὴ καὶ βασιλεῖ πολέμιος ἔμελλεν ἔσεσθαι καὶ τυραννίδι ἐπιθέσθαι καὶ ἐς Βυζάντιον ἥκιστα ἀναστρέφειν, ἐφ’ ὃν δὴ τὴν ἀρὰν ἐκείνην ὑποπτεύσειεν ἄν τις ξυνενεγκεῖν τὸ δαιμόνιον.4
但在马丁的近卫中有一个名叫斯托扎斯的人,他日后将成为皇帝的死敌,企图图谋僭政,且绝未能返回拜占庭;人们完全可以推想,神意将那个诅咒应验在了他的身上。
ἀλλὰ ταῦτα μὲν εἴτε ταύτῃ εἴτε πη ἄλλῃ ἔχει, ἀφίημι ἑκάστῳ ὅπη ἄν τις βούληται ἐκλογίζεσθαι. ὅπως δὲ ὅ τε στρατηγὸς Βελισάριος καὶ τὸ στράτευμα ἐστάλη, ἐρῶν ἔρχομαι.
不过,这些事究竟是如此还是别有实情,我听任每个人按自己的心意去推断。至于统帅贝利撒留及其大军是如何出征的,我且接着道来。
- 3.11.20δρᾶν ἕκαστα ὅπη ἂν αὐτῷ δοκῇ ἄριστα ἔχειν
由主动词 ἔγραφε 引导的间接命令不定式结构(δρᾶν... εἶναι),其中 ὅπη ἂν... δοκῇ 是泛指关系从句。不定式的逻辑主语是贝利撒留(由 αὐτῷ 表明)。
- 3.11.24ἐφ’ ᾧ προσδέξονται τὴν ἄλλην στρατιὰν
短语 ἐφ’ ᾧ 接将来时直陈式(προσδέξονται),表示条件或目的(“以便/在……的条件下”),指明派遣先锋瓦莱里安与马丁的具体任务。
- 3.11.25ἀσχολία τις λόγων ἑτέρων τὴν διάνοιαν περιλαβοῦσα ἐξέκρουσε
主语为 ἀσχολία τις,穿过分词短语 τὴν διάνοιαν περιλαβοῦσα(“缠住思绪”)连接到主动词 ἐξέκρουσε(“排除/打断”)。前方的宾格关系代词 ὅ 指代皇帝先前想说的话,作 ἐξέκρουσε 的直接宾语。
- 3.11.30ἐφ’ ὃν δὴ τὴν ἀρὰν ἐκείνην ὑποπτεύσειεν ἄν τις ξυνενεγκεῖν τὸ δαιμόνιον
主节由潜在希求法(ὑποπτεύσειεν ἄν,“人们或许会推想”)构成,后接带不定式的宾格结构:τὸ δαιμόνιον 为不定式的逻辑主语,ξυνενεγκεῖν 为不定式,τὴν ἀρὰν ἐκείνην 为直接宾语。首部的介词短语 ἐφ’ ὃν 修饰 ξυνενεγκεῖν,表示神力将诅咒引向的对象(斯托扎斯)。
