- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.11.1-3.11.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
查士丁尼皇帝组建了由正规军和同盟军构成的庞大远征军及其指挥官阵营,配备运输船队与德罗蒙战舰,准备进军迦太基并增援撒丁岛。
Ταῦτα βασιλεὺς οὔπω πεπυσμένος τετρακοσίους τε στρατιώτας καὶ ἄρχοντα Κύριλλον ὡς τὴν νῆσον ξυμφυλάξοντας Γώδᾳ ἡτοίμαζεν.
皇帝尚不知晓这些变故,正调集四百名将士与统领西里尔,准备协助高达斯共同戍守该岛。
ἤδη δὲ ξὺν αὐτοῖς καὶ τὴν ἐς Καρχηδόνα στρατείαν ἐν παρασκευῇ εἶχε, πεζοὺς μὲν στρατιώτας μυρίους, ἱππέας δὲ πεντακισχιλίους, ἔκ τε στρατιωτῶν καὶ φοιδεράτων συνειλεγμένους.
此时,皇帝连同这些人,业已筹备就绪进攻迦太基的远征军:步兵一万人,骑兵五千人,分别从正规军和同盟军中招募集结。
ἐν δὲ δὴ φοιδεράτοις πρότερον μὲν μόνοι βάρβαροι κατελέγοντο, ὅσοι οὐκ ἐπὶ τῷ δοῦλοι εἶναι,1 ἅτε μὴ πρὸς Ῥωμαίων ἡσσημένοι, ἀλλ’ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ἐς τὴν πολιτείαν ἀφίκοιντο· φοίδερα γὰρ τὰς πρὸς τοὺς πολεμίους σπονδὰς καλοῦσι Ῥωμαῖοι· τὸ δὲ νῦν ἅπασι τοῦ ὀνόματος τούτου ἐπιβατεύειν οὐκ ἐν κωλύμῃ ἐστί, τοῦ χρόνου τὰς προσηγορίας ἐφ’ ὧν τέθεινται ἥκιστα ἀξιοῦντος τηρεῖν, ἀλλὰ τῶν πραγμάτων ἀεὶ περιφερομένων, ᾗ ταῦτα ἄγειν ἐθέλουσιν ἄνθρωποι, τῶν πρόσθεν αὐτοῖς ὠνομασμένων ὀλιγωροῦντες.2
起初,唯有未曾被罗马人击败、因而并非以沦为奴隶为条件,而是以对等平等的条件归附帝国的蛮族,才得列编于同盟军之中;盖因罗马人将与敌方缔结的条约称为“foedera”。然而如今任何人都可以毫无阻碍地冠以此名,因为岁月绝不屑于将各种称谓严格保留于其最初确立的对象上,世事总是随着人们引导的方向而不断迁变,人们亦无视前人所赋予的名实之分。
ἄρχοντες δὲ ἦσαν φοιδεράτων μὲν Δωρόθεός τε, ὁ τῶν ἐν Ἀρμενίοις καταλόγων στρατηγός, καὶ Σολόμων, ὃς τὴν Βελισαρίου ἐπετρόπευε στρατηγίαν· ʽδομέστικον τοῦτον καλοῦσι Ῥωμαῖοι. ὁ δὲ Σολόμων οὗτος εὐνοῦχος μὲν ἦν, οὐκ ἐξ ἐπιβουλῆς δὲ ἀνθρώπου τὰ αἰδοῖα ἐτύγχανεν ἀποτμηθείς, ἀλλά τις αὐτῷ τύχη ἐν σπαργάνοις ὄντι τοῦτο ἐβράβευσε· καὶ Κυπριανὸς καὶ Βαλεριανὸς καὶ Μαρτῖνος καὶ Ἀλθίας καὶ Ἰωάννης καὶ Μάρκελλος καὶ Κύριλλος, οὗ πρόσθεν ἐμνήσθην· στρατιωτῶν δὲ ἱππέων μὲν Ῥουφῖνός τε καὶ Ἀϊγάν, ἐκ τῆς Βελισαρίου οἰκίας ὄντες, καὶ Βαρβᾶτος καὶ Πάππος, πεζῶν δὲ Θεόδωρος, ὅνπερ Κτεάνον ἐπίκλησιν ἐκάλουν, καὶ Τερέντιός τε καὶ Ζάϊδος καὶ Μαρκιανὸς καὶ Σάραπις.
担任同盟军统领的,有驻亚美尼亚军团将领多罗修斯,以及代行贝利萨留统帅事务的所罗门;(罗马人将此职务称为“多梅斯蒂库斯”。这位所罗门是个宦官,但他之所以受阉割,并非出于人为谋害,而是尚在襁褓之中时遭遇了某桩意外所致);此外还有西普里安、瓦勒良、马丁、阿尔提亚斯、约翰、马塞卢斯,以及前文提及的西里尔;在正规军中,骑兵将领有贝利萨留的侍从鲁菲努斯与艾甘,以及巴巴图斯和帕普斯;步兵将领则有被冠以绰号克特阿努斯的狄奥多罗,以及特伦提乌斯、扎伊杜斯、马尔基安和萨拉皮斯。
Ἰωάννης δέ τις ἐξ Ἐπιδάμνου ὁρμώμενος, ἣ νῦν Δυρράχιον καλεῖται, τοῖς τῶν πεζῶν ἡγεμόσιν ἅπασιν ἐφειστήκει.
有一位原籍埃皮达姆诺斯(即今之都拉斯)的约翰,总辖步兵各路将领。
τούτων ἁπάντων Σολόμων μὲν ἑῷος ἐτύγχανεν ὢν ἐκ τῆς Ῥωμαίων ἐσχατιᾶς αὐτῆς, οὗ νῦν πόλις οἰκεῖται Δάρας, Ἀϊγὰν δὲ ἦν Μασσαγέτης γένος, οὓς νῦν Οὔννους καλοῦσιν· οἱ δὲ λοιποὶ σχεδόν τι ἅπαντες τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ᾤκουν.
在所有这些人中,所罗门恰好是来自罗马边陲极东之地的人,即如今建有达拉城之处;而艾甘按血统属于马萨革泰人,即今人所谓的匈人;其余将领则几乎全部居住在色雷斯地区。
εἵποντο δὲ αὐτοῖς Ἔρουλοι τετρακόσιοι, ὧν Φάρας ἦρχε, καὶ ξύμμαχοι βάρβαροι ἑξακόσιοι μάλιστα ἐκ τοῦ Μασσαγετῶν ἔθνους, ἱπποτοξόται πάντες· ὧν δὴ ἡγοῦντο Σιννίων τε καὶ Βάλας, ἀνδρίας τε καὶ καρτερίας ἐς ἄκρον ἥκοντε.
跟随他们的还有法拉斯率领的四百名赫鲁利人,以及大约六百名来自马萨革泰部落的蛮族盟军,全部皆为骑射手;统领后者的乃是辛尼翁与巴拉斯,二人皆具有极高的英勇与坚忍品质。
ναῦς δὲ ἡ σύμπασα στρατιὰ πεντακοσίας ἦγε, καὶ αὐτῶν οὐδεμία πλέον ἢ κατὰ μυριάδας πέντε μεδίμνων φέρειν οἵα τε ἦν, οὐ μὴν οὐδὲ ἔλασσον ἢ κατὰ τρισχιλίους.
全军共备有五百艘运兵船,其中无一艘能载重超过五万麦狄姆诺斯,亦无一艘载重低于三千麦狄姆诺斯。
ναῦται δὲ τρισμύριοι ἐπέπλεον ἁπάσαις, Αἰγύπτιοί τε καὶ Ἴωνες οἱ πλεῖστοι καὶ Κίλικες, ἀρχηγός τε εἷς ἐπὶ ταῖς ναυσὶν ἁπάσαις Καλώνυμος Ἀλεξανδρεὺς ἀπεδέδεικτο.
全舰队共有水手三万人,多为埃及人、伊奥尼亚人和基利家人,并任命了一名总领全舰队的总指挥,即亚历山大里亚的卡洛纽莫斯。
ἦσαν δὲ αὐτοῖς καὶ πλοῖα μακρά, ὡς ἐς ναυμαχίαν παρεσκευασμένα, ἐνενήκοντα δύο, μονήρη μέντοι καὶ ὀροφὰς ὕπερθεν ἔχοντα, ὅπως οἱ ταῦτα ἐρέσσοντες πρὸς τῶν πολεμίων ἥκιστα βάλλοιντο.
他们还备有九十二艘准备用于海战的战舰,这些战舰皆为单层桨座,但上方建有覆甲甲板,以便划桨手极少被敌方投掷的箭石射中。
δρόμωνας καλοῦσι τὰ πλοῖα ταῦτα οἱ νῦν ἄνθρωποι· πλεῖν γὰρ κατὰ τάχος δύνανται μάλιστα. ἐν τούτοις δὴ Βυζάντιοι δισχίλιοι ἔπλεον, αὐτερέται πάντες· περίνεως γὰρ ἦν ἐν τούτοις οὐδείς.3
现今的人们称这种船为“德罗蒙”,盖因其航速极快。在这些战舰上载有两千名拜占庭士兵,且皆为自划自战之人;因其间绝无闲居其上的闲杂乘客。
- 3.11.3ἐπὶ τῷ δοῦλοι εἶναι
介词 ἐπί 后接带中性与格定冠词的不定式(τῷ δοῦλοι εἶναι),表示进入罗马帝国的条件或前提(“以沦为奴隶为条件”),与后文的 ἀλλ’ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ(“而是以对等平等的条件”)形成对置。
- 3.11.4ὀλιγωροῦντες
主格阳性复数分词,与独立属格结构(τῶν πραγμάτων ἀεὶ περιφερομένων)后从属分句(ᾗ ταῦτα ἄγειν ἐθέλουσιν ἄνθρωποι)的主语 ἄνθρωποι 一致,并支配属格宾语 τῶν πρόσθεν αὐτοῖς ὠνομασμένων。
- 3.11.16αὐτερέται πάντες· περίνεως γὰρ ἦν ἐν τούτοις οὐδείς
词汇 αὐτερέτης 指“既划桨又作战的自划自战者”,与紧接着的 περίνεως(“不参与操桨作战的闲杂搭乘人员/游手乘员”)形成鲜明对比,表明德罗蒙舰上全员皆为身兼划手与战斗员的精兵。
