- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.10.15-3.10.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
查士丁尼在约翰进谏后一度停止远征,但受一位主教的梦兆激励而重整战备并指派贝利萨留出征;与此同时,特里波利的普登提乌斯与撒丁岛的高达斯相继叛离汪达尔人并遣使求援。
προσθείη δὲ ἄν τις ὡς, ἢν μὲν κρατήσῃς τῶν πολεμίων, Λιβύης μεταποιεῖσθαι οὐκ ἂν δύναιο, τῆς τε Σικελίας καὶ Ἰταλίας ὑφ’ ἑτέροις κειμένης· ἢν δέ τι καὶ πταίσῃς, ὦ βασιλεῦ, λελυμένων ἤδη σοι τῶν σπονδῶν, εἰς τὴν ἡμετέραν τὸν κίνδυνον ἄξεις· ξυνελόντι τε εἰπεῖν1 οὔτε ἀπόνασθαι παρέσται σοι τῆς νίκης καὶ τὸ τῆς τύχης ἐναντίωμα λυμανεῖται τοῖς εὖ καθεστῶσι.
并且人们还可以补充说:即便您制胜了敌人,但只要西西里与意大利仍处于他人控制之下,您便无法保有对利比亚的统治;而万一您遭受任何挫折,陛下,鉴于和约届时已被撕毁,您必将危难引向我们自己的本土。简而言之,您将无法享受胜利的果实,而命运的任何逆转都将摧毁我们现存的安宁。
πρὸ τῶν πραγμάτων τὸ τῆς εὐβουλίας ὄφελός ἐστι. τοῖς μὲν γὰρ ἐπταικόσι τὸ μεταμελεῖσθαι ἀνόνητον, πρὸ δὲ τῶν δεινῶν τὸ μεταμανθάνειν ἀκίνδυνον. οὐκοῦν ξυνοίσει πάντων μάλιστα τὸ τοῖς καιροῖς ἐν δέοντι χρῆσθαι.”
良谋之益,在于临事之前。盖因对于挫败之人而言,悔之已晚;而在危难降临之前改变主意,却绝无危险。因此,适时善用时机,才最具成效。”
Ἰωάννης μὲν τοσαῦτα εἶπεν. ἀποδεξάμενος δὲ βασιλεὺς τὴν ἐς τὸν πόλεμον προθυμίαν κατέπαυσε. τῶν δέ τις ἱερέων οὓς δὴ ἐπισκόπους καλοῦσιν, ἐκ τῆς ἑῴας ἥκων ἔφη ἐς λόγους τῷ βασιλεῖ ἐλθεῖν βούλεσθαι.
约翰言尽于此。皇帝采纳了他的建言,遂止息了用兵的热忱。然而,一位来自东方的被称作主教的教士,声称希望与皇帝面谈。
καὶ ἐπειδὴ αὐτῷ ξυνέμιξεν, ἔλεγέν οἱ τὸν θεὸν ἐπισκῆψαι ὄναρ γενέσθαι τε ὡς βασιλέα καὶ αὐτὸν αἰτιάσασθαι ὅτι δὴ Χριστιανοὺς τοὺς ἐν Λιβύῃ ῥύεσθαι ἐκ τυράννων ὑποδεξάμενος εἶτα λόγῳ οὐδενὶ κατωρρώδησε·
在获准觐见之后,他向皇帝禀报说,神明曾在梦中向他显灵,命他前来皇帝御前,责备皇帝先前曾许诺将利比亚的基督徒从僭主手中拯救出来,如今却无端心生怯懦。
“Καίτοι αὐτός,” ἔφη, “οἱ πολεμοῦντι ξυλλήψομαι Λιβύης τε κύριον θήσομαι.” ταῦτα βασιλεὺς ἐπεὶ ἤκουσε, κατέχειν τὴν διάνοιαν οὐκέτι ἐδύνατο, ἀλλὰ τήν τε στρατιὰν καὶ τὰς ναῦς ἤγειρεν, ὅπλα τε καὶ σιτία ἡτοίμαζε καὶ Βελισαρίῳ ἐν παρασκευῇ ἐπήγγελλεν εἶναι ὡς ἐν Λιβύῃ στρατηγήσοντι αὐτίκα μάλα.
“神明说道:‘然而,当他征战之时,我必亲自襄助,使他成为利比亚之主。’”皇帝闻听此言,再也无法按捺心意,随即便征集陆军与舰队,准备武器粮饷,并令贝利萨留做好随时统兵前往利比亚征战的万全准备。
Τρίπολιν δὲ τὴν ἐν Λιβύῃ τῶν τις ἐπιχωρίων Πουδέντιος ἀπὸ Βανδίλων ἀπέστησε, πέμψας τε ὡς βασιλέα ἐδεῖτό οἱ στρατιὰν στεῖλαι·
与此同时,在利比亚的特里波利,当地一名叫普登提乌斯的人率城脱离汪达尔人叛乱,并遣使恳请皇帝向他派遣军队,声称无需费力便可将该地归并于皇帝版图。
πόνῳ γὰρ αὐτῷ τὴν χώραν οὐδενὶ προσποιήσειν. ὁ δέ οἱ ἄρχοντά τε Ταττιμοὺθ καὶ στράτευμα οὐ πολὺ ἔστειλεν.
皇帝遂向他派遣了军官塔提穆斯以及一支人数不多的军队。
ὃ δὴ ἑταιρισάμενος Πουδέντιος Βανδίλων οὐ παρόντων τήν τε χώραν ἔσχε καὶ βασιλεῖ προσεποίησε. τῷ δὲ Γελίμερι τιμωρεῖν βουλομένῳ Πουδέντιον ἐναντίωμα ξυνέπεσε τόδε.
普登提乌斯与他们联合之后,趁汪达尔人不在其地,夺取了该境并将其献与皇帝。正当盖利梅尔意欲惩处普登提乌斯之时,却遭遇了如下阻碍。
Γώδας τις ἦν ἐν τοῖς Γελίμερος δούλοις, Γότθος τὸ γένος, θυμοειδὴς μὲν καὶ δραστήριος καὶ πρὸς ἰσχὺν ἱκανῶς πεφυκώς, εὐνοϊκῶς δὲ δοκῶν ἐς τὰ τοῦ δεσπότου πράγματα ἔχειν.
盖利梅尔的仆从中有一人名叫高达斯,系哥特族人,性格刚烈且富有行动力,体魄强健,平时表面上对主人的事务表现得极尽忠诚。
τούτῳ τῷ Γώδᾳ ὁ Γελίμερ Σαρδὼ τὴν νῆσον ἐπέτρεψε, φυλακῆς τε ἕνεκα καὶ φόρον τὸν ἐπέτειον ἀποφέρειν.
盖利梅尔曾将撒丁岛托付与这名高达斯,命其负责戍守该岛并按年上缴贡赋。
ὁ δὲ τὴν ἀπὸ τῆς τύχης εὐημερίαν οὔτε καταπέψαι οὔτε τῇ ψυχῇ φέρειν οἷός τε ὢν τυραννίδι ἐπεχείρησε, καὶ οὐδὲ τὴν τοῦ φόρου ἀπαγωγὴν ἀποφέρειν ἔτι ἠξίου, ἀλλὰ καὶ τὴν νῆσον αὐτὸς Βανδίλων ἀποστήσας εἶχε.
然而,此人既无法承受、亦无法在心性上驾驭命运带来的显赫好运,竟萌生篡权僭位之意,不仅不再愿交纳贡税,甚至亲自率全岛反叛汪达尔人,据为己有。
καὶ ἐπεὶ ᾔσθετο βασιλέα Ἰουστινιανὸν πολεμησείοντα ἐπί τε Λιβύην καὶ Γελίμερα, ἔγραψε πρὸς αὐτὸν τάδε·
当他察觉到查士丁尼皇帝意欲向利比亚与盖利梅尔动武时,便给皇帝写了如下一封信:
“Οὔτε ἀγνωμοσύνῃ εἴκων οὔτε τι ἄχαρι πρὸς δεσπότου παθὼν τοῦ ἐμοῦ εἰς ἀπόστασιν εἶδον, ἀλλὰ τἀνδρὸς ἰδὼν τὴν ὠμότητα ἰσχυρὰν οἵαν εἴς τε τὸ ξυγγενὲς καὶ ὑπήκοον μετέχειν τῆς ἀπανθρωπίας οὐκ ἂν δόξαιμι ἑκών γε εἶναι.2
“我之所以走向叛乱,绝非屈从于愚妄,亦非因遭受主人虐待;只因我目睹那人对其骨肉亲朋与臣民均施加极端残暴之举,故而至少在自愿的情形下,我绝不能被人视为与此等灭绝人性之举同流合污。
ἄμεινον γὰρ βασιλεῖ δικαίῳ ὑπηρετεῖν ἢ τυράννῳ τὰ οὐκ ἔννομα ἐπαγγέλλοντι.
毕竟,效忠于一位公正的皇帝,远胜于服侍一个发布非法国令的僭主。
ἀλλ’ ὅπως μὲν συλλήψῃ μοι ταῦτα σπουδάζοντι, ὅπως δὲ στρατιώτας πέμποις ὥστε με ἀμύνεσθαι τοὺς ἐπιόντας ἱκανῶς ἔχειν.”
因此,望陛下在我致力此举时予以襄助,派遣军士前来,使我有足够力量抵御来犯之敌。”
Ταύτην βασιλεὺς ἄσμενος λαβὼν τὴν ἐπιστολὴν Εὐλόγιον πρεσβευτὴν ἔπεμψε καὶ γράμματα ἔγραψεν, ἐπαινῶν τὸν Γώδαν τῆς τε ξυνέσεως καὶ τῆς ἐς τὴν δικαιοσύνην προθυμίας, ξυμμαχίαν τε ἐπαγγελλόμενος καὶ στρατιώτας καὶ στρατηγόν, ὃς αὐτῷ ξυμφυλάξαι τε τὴν νῆσον οἷός τε εἴη καὶ τὰ ἄλλα ξυλλήψεσθαι, ὥστε αὐτῷ δύσκολον μηδὲν πρὸς Βανδίλων ξυμβῆναι.
皇帝欣然接纳此信,遂派遣使臣尤洛吉乌斯携回信前往,信中赞许高达斯的聪慧才智及其对正义的热忱,并允诺同盟,答应派遣士兵与一名将领,以便能协助他戍守该岛并在其他事务上通力相助,使他免遭来自汪达尔人的任何危难。
Εὐλόγιος δὲ ἀφικόμενος εἰς Σαρδὼ εὕρισκε Γώδαν ὄνομά τε καὶ σχῆμα βασιλέως περιβαλλόμενον καὶ δορυφόρους προσποιησάμενον.
然而尤洛吉乌斯抵达撒丁岛后,却发现高达斯已擅自披戴国王的名号与冠冕服饰,并配备了贴身侍卫。
ὃς ἐπειδὴ τὴν βασιλέως ἐπιστολὴν ἀνελέξατο, στρατιώτας μὲν ἔφη ἐς ξυμμαχίαν ἐλθεῖν βουλομένῳ εἶναι,3 ἄρχοντος δὲ οὐ πάνυ χρῄζειν. κατὰ ταῦτά τε πρὸς βασιλέα γράψας τὸν Εὐλόγιον ἀπεπέμψατο.
高达斯读毕皇帝来信后,声称乐见士兵作为盟军前来相助,但自己绝不需要任何统帅指挥。他依此意向皇帝复信后,便将尤洛吉乌斯打发回朝。
- 3.10.16ξυνελόντι τε εἰπεῖν
带有判断者与格(ξυνελόντι)的独立不定式惯用句型,意为“简而言之”或“概括而言”。
- 3.10.29ἑκών γε εἶναι
主要用于否定句中表限制的独立不定式惯用表达,意为“至少在自愿的情况下”或“出于本心而言”。
- 3.10.34βουλομένῳ εἶναι
与省略的人称与格代词一致的分词结构(βουλομένῳ ἐστί τινι + 不定式),为表达意愿的惯用句法,意为“某人乐意……”或“符合某人的愿望”。
