- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.30.36-2.30.54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
达吉斯泰乌斯与古巴泽斯通过浅滩会师,全歼波斯千人分遣队后拂晓突袭敌营大获全胜,并焚毁了运往佩特拉的粮草。文末记述停战第四年结束,以及卡帕多西亚的约翰未能复职、却以穿上同名司祭衣袍的形式讽刺性地应验称帝预言之事。
ὁ δὲ κατὰ ταῦτα ἐποίει, παντί τε τῷ Ῥωμαίων στρατῷ ἐπίπροσθεν ᾔει, ἐν ἀριστερᾷ ἔχων ποταμὸν Φᾶσιν, ἕως ἐς χῶρον ἀφίκετο ἵνα δὴ οἱ Λαζοὶ ἐστρατοπεδεύοντο ἐν τῇ ἑτέρᾳ τοῦ ποταμοῦ ὄχθῃ.
〔达吉斯泰乌斯〕照此行事,率领罗马全军前行,让法西斯河位于自己的左侧,直至抵达拉齐卡人在河对岸扎营的地方。
ἐτύγχανε δὲ ταύτῃ ὁ Φᾶσις διαβατὸς ὤν, ὅπερ Ῥωμαῖοι μὲν καὶ Πέρσαι ἀπειρίᾳ τῶν ἐκείνῃ χωρίων ὡς ἥκιστα ὑπετόπαζον, Λαζοὶ μέντοι ἐξεπιστάμενοι ἐνταῦθα διέβησαν ἐξαπιναίως καὶ ἀνεμίγνυντο τῷ Ῥωμαίων στρατῷ· Πέρσαι δὲ ἄνδρας χιλίους τῶν ἐν σφίσι δοκίμων ἀπολεξάμενοι ἔπεμψαν, ὡς μή τις ἐπὶ τὸ στρατόπεδον κακουργήσων ἴοι.
碰巧法西斯河在此处可以涉渡,罗马人和波斯人由于对该地地形生疏,对此毫无察觉;然而拉齐卡人对此了如指掌,便突然渡过河来与罗马军队会合。波斯人则从其知名勇士中挑选出一千人派遣出去,以防有人前来对营地不利。
ὧνπερ δύο ἐπὶ κατασκοπῇ προτερήσαντες καὶ παρὰ δόξαν ἐς τοὺς πολεμίους ἐμπεπτωκότες τὸν πάντα λόγον ἐσήγγειλαν.
其中两人因先行侦察,出乎意料地落入敌军之手,便供出了全部内情。
διὸ δὴ Ῥωμαῖοί τε καὶ Λαζοὶ τοῖς χιλίοις ἐξαπιναίως ἐπέστησαν, οὐδείς τε αὐτῶν διαφυγεῖν ἔσχεν, ἀλλ’ οἱ μὲν πολλοὶ διεφθάρησαν, τινὰς δὲ αὐτῶν καὶ ζωγρήσαντες οἵ τε ἀμφὶ Γουβάζην καὶ Δαγισθαῖον τό τε μέτρον τοῦ Μήδων στρατοῦ καὶ τὸ τῆς ὁδοῦ μῆκος μαθεῖν ἴσχυσαν, καὶ ὅπη ποτὲ αὐτοῖς τὰ παρόντα ἔχοι.
因此罗马人与拉齐卡人出其不意地袭击了那一千人,无一人得以逃脱,大半被歼灭;古巴泽斯与达吉斯泰乌斯一行人生擒了其中数人后,得以查清米底军队的兵力规模、路途距离以及他们眼下的虚实情况。
ἄραντες οὖν παντὶ τῷ στρατῷ ἐπ’ αὐτοὺς ᾔεσαν, διαριθμούμενοι ὅπως πόρρω που τῶν νυκτῶν ἐπιπέσοιεν σφίσι· τετρακισχίλιοι δὲ καὶ μύριοι ἦσαν.
于是他们率全军拔营向敌人进发,计算好时间以便在深夜突袭他们;他们的兵力为一万四千人。
οἱ μὲν οὖν Πέρσαι πολέμιον οὐδὲν ἐν νῷ ἔχοντες μακρόν τινα ὕπνον ἐκάθευδον· τόν τε γὰρ ποταμὸν ἀπόρευτον ᾤοντο εἶναι καὶ τοὺς χιλίους, οὐδενὸς σφίσιν ὑπαντιάσαντος, ἐπὶ μακρότατόν πη ὁδῷ ἰέναι. Ῥωμαῖοι δὲ αὐτοῖς καὶ Λαζοὶ ὄρθρου βαθέος ἀπροσδόκητοι ἐπιπεσόντες τοὺς μὲν ἔτι ὕπνον αἱρουμένους εὗρον, τοὺς δὲ ἄρτι ἐξ ὕπνου ἐγηγερμένους καὶ γυμνοὺς ἐπὶ τῶν στρωμάτων κειμένους.
波斯人全无提防敌军之意,正在沉睡;因为他们既认为那条河流无法渡过,又以为那一千人未遇任何阻拦,已沿着道路巡行到了极远之处。然而罗马人与拉齐卡人在黎明前的幽暗中出其不意地袭来,发现有的人尚在熟睡,有的虽刚从睡梦中惊醒,却赤身裸体躺在铺盖上。
διὸ δὴ αὐτῶν οὐδενὶ ἐς ἀλκὴν ἰδεῖν ξυνηνέχθη,1 ἀλλ’ οἱ μὲν πλεῖστοι καταλαμβανόμενοι ἔθνησκον, τινὰς δὲ καὶ ἐζώγρησαν οἱ πολέμιοι, ἐν τοῖς καὶ τῶν ἀρχόντων ἕνα τετύχηκεν εἶναι, ὀλίγοι δέ τινες ἐν σκότῳ διαφεύγοντες ἐσώθησαν.
因此他们中无一人得以转身抵抗,大多数人当场被俘杀,敌军亦生擒了数人,其中碰巧有一名将领;仅有少数人借着夜色逃脱而保全了性命。
τό τε στρατόπεδον Ῥωμαῖοι καὶ Λαζοὶ αἱροῦσι καὶ τὰ σημεῖα πάντα, ὅπλα τε πολλὰ καὶ χρήματα μεγάλα ἐληίσαντο, καὶ ἵππων τε καὶ ἡμιόνων μέγα τι χρῆμα.
罗马人与拉齐卡人攻占了敌营及所有军旗,缴获了大量兵器与巨额财物,以及极多数量的马匹和骡子。
ἐπὶ μακρότατον δὲ τὴν δίωξιν ποιησάμενοι καὶ Ἰβηρίας πόρρω ἀφίκοντο. ἔνθα δὴ καὶ ἄλλοις τισὶ Περσῶν ἐντυχόντες πολλοὺς ἔκτειναν.
他们进行了极远距离的追击,深入到了伊比利亚境内。在那里他们又遭遇了另一些波斯兵,斩杀甚众。
οὕτω μὲν ἐκ Λαζικῆς Πέρσαι ἀπήλλαξαν, Ῥωμαῖοι δὲ καὶ Λαζοὶ τά τε ἄλλα ἐπιτήδεια καὶ ἄλευρα παμπληθῆ ἐνταῦθα εὑρόντες ἅπαντα ἔκαυσαν ἅπερ ἐξ Ἰβηρίας οἱ βάρβαροι ἐπηγάγοντο ἐφ’ ᾧ ἐς Πέτραν ἐσκομίσονται.2
波斯人就这样退出了拉齐卡;罗马人与拉齐卡人将在此地发现的其他给养和大量面粉尽数焚毁,这些全是蛮族从伊比利亚运来以备运入佩特拉的。
Λαζῶν τε πολλοὺς ἐλίποντο ἐν τῷ στενωπῷ, ὡς μηκέτι Πέρσαις ἐς Πέτραν τὰ ἐπιτήδεια ἐσκομίζεσθαι δυνατὰ εἴη, ξύν τε τῇ ἄλλῃ λείᾳ καὶ τοῖς αἰχμαλώτοις ἀνέστρεφον.
他们在隘口留下了大批拉齐卡人驻守,使波斯人再也无法将粮草运入佩特拉,随后便带着其余战利品和战俘班师。
καὶ τέταρτον ἔτος ἐτελεύτα Ῥωμαίοις τῆς ἐς Πέρσας ἐκεχειρίας, τρίτον καὶ εἰκοστὸν ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.
罗马人与波斯人之间的停战协定第四年至此终结,时值查士丁尼皇帝独揽大权的统治第二十三年。
Ἰωάννης δὲ ὁ Καππαδόκης ἐνιαυτῷ πρότερον βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθε. τηνικάδε γὰρ Θεοδώρᾳ τῇ βασιλίδι ἐπεγένετο ἡ τέλειος ἡμέρα τοῦ βίου.
卡帕多西亚的约翰早在一年前便奉皇帝召见回到了拜占庭;因为彼时狄奥多拉皇后迎来了生命的最后一日。
τῶν μέντοι πρόσθεν ἀξιωμάτων ἀνασώσασθαι οὐδ’ ὁτιοῦν ἔσχεν, ἀλλ’ ἐπὶ τῆς ἀκουσίου τιμῆς ἱερεὺς ἔμεινε· καίτοι φάντασμα τῷ ἀνθρώπῳ ἐγεγόνει πολλάκις ὡς εἰς βασιλείαν ἀφίξεται.
然而他未能恢复昔日的任何官阶,仍被迫留在那非自愿获得的司祭尊荣之中;尽管此人此前曾屡屡得见自己将登上帝位的幻象。
φιλεῖ γὰρ τὸ δαιμόνιον, ὅπερ ἐς τοὺς ἀνθρώπους ὡραΐζεσθαι πέφυκεν, ἀπὸ μειζόνων τε καὶ ὑψηλοτέρων ἐλπίδων κρεμᾶν οἷς δὴ οὐκ ἐπὶ στερρᾶς φύσεως τὴν διάνοιαν ἑστάναι ξυμβαίνει.
盖因惯于戏弄人类的神意,往往让那些心智并非建立在坚固天性之上的人悬命于更为宏大、高耸的希望之中。
καὶ τούτῳ γοῦν τῷ Ἰωάννῃ ἄλλας τε πολλὰς τερατολόγοι φαντάσεις ἐς ἀεὶ προὔλεγον καὶ ὡς χρῆν αὐτὸν τὸ τοῦ Αὐγούστου ἀμπίσχεσθαι σχῆμα.
无论如何,那些占验之士曾屡屡向这位约翰预言诸多异象,声称他必将披上奥古斯都的法服。
ἦν δέ τις ἱερεὺς ἐν Βυζαντίῳ, Αὔγουστος ὄνομα, ὃς δὴ τῶν κειμηλίων τοῦ τῆς Σοφίας ἱεροῦ φυλακὴν εἶχεν.
当时拜占庭有一位名叫奥古斯都的司祭,负责看守圣索菲亚圣殿的宝物。
ἡνίκα τοίνυν Ἰωάννης ἀποθριξάμενος τῆς ἱερωσύνης ἠξίωτο βίᾳ,3 οὐ γὰρ ἦν αὐτῷ ἐσθὴς ἱερεῖ πρέπουσα, τούτου δὴ τοῦ Αὐγούστου, ἐγγύς πη ὄντος, τόν τε φαινόλην καὶ τὸν χιτῶνα ἐνδιδύσκεσθαι πρὸς τῶν τῷ ἔργῳ ἐφεστώτων ἠνάγκαστο, ἐς τοῦτό τε αὐτῷ ἀπεκρίθη, οἶμαι, ἡ πρόρρησις.4
当约翰被剃发并被迫接受司祭之职时,因他没有适于司祭的服饰,掌管其事的人便强迫他穿上身在附近的这位奥古斯都的斗篷和里衣;依我之见,那则预言便是借此方式得到了应验。
- 2.30.43ἐς ἀλκὴν ἰδεῖν ξυνηνέχθη
习惯表达。ἐς ἀλκὴν ἰδεῖν 字面意为“着眼于武勇/防卫”,即“转身抵抗”或“组织防守”。与无人称动词 ξυνηνέχθη(发生/得以)及否定与格 αὐτῶν οὐδενί 连用,表示“他们中无一人得以组织抵抗”。
- 2.30.46ἐφ’ ᾧ ἐς Πέτραν ἐσκομίσονται
连词短语 ἐφ’ ᾧ 后接将来时直陈式 ἐσκομίσονται,用于表示目的或约定条件(“以便/在……条件下运入佩特拉”),明确了先行词 ἅπερ(蛮族带来的物资)的预期用途。
- 2.30.54ἀποθριξάμενος τῆς ἱερωσύνης ἠξίωτο βίᾳ
分词 ἀποθριξάμενος 意为“被剃发”(承受剃发礼)。动词 ἠξίωτο 是 ἀξιόω(认为配得上/授予)的被动态,与属格 τῆς ἱερωσύνης 搭配,并由 βίᾳ(强行、被迫)修饰,带有讽刺意味地表达他被强行按立为司祭这一历史事件。
- 2.30.54ἐς τοῦτό τε αὐτῷ ἀπεκρίθη, οἶμαι, ἡ πρόρρησις
动词 ἀποκρίνομαι 通常意为“回答”,但在此处主语为 ἡ πρόρρησις(预言),与介词短语 ἐς τοῦτο 连用,表示“归结于此”或“在此得到了应验/实现”。
