- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.9.1-2.9.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
库斯老向罗马使节发表虚伪的演说,将惨剧归咎于安条克市民并粉饰自身,随后在掠夺教会海量珍宝后下令将除该教堂外的全城焚毁。
Ἐνταῦθα ὁ Χοσρόης τοῖς πρέσβεσιν ἔλεξε τοιάδε “Οὐκ ἔξω τοῦ ἀληθοῦς τὸν παλαιὸν λόγον οἴομαι εἶναι, ὅτι δὴ οὐκ ἀκραιφνῆ τἀγαθὰ ὁ θεός, ἀλλὰ κεραννύων αὐτὰ τοῖς κακοῖς εἶτα τοῖς ἀνθρώποις παρέχεται.
彼时库斯老对使节们言道:“我认为那句古话不无道理,即神明绝不赐予纯粹的美好,反倒是将之与灾祸相掺,而后加诸人类。
καὶ δι’ αὐτὸ οὐδὲ τὸ γελᾶν ἄκλαυστον ἔχομεν, παραπέπηγε δέ τις ἀεὶ τοῖς μὲν εὐτυχήμασι συμφορά, ταῖς δὲ ἡδοναῖς λύπη, οὐκ ἐῶσαί τινα γνησίας ποτὲ τῆς δεδομένης εὐημερίας ἀπόνασθαι.
正因如此,我们连不带眼泪的欢笑亦不可得,幸运之旁总附着灾殃,欢愉之侧总伴着悲戚,从不容人真正纯然地得享所赐之福祉。
πόλιν γὰρ τήνδε, ἀξιολογωτάτην ἐς τὰ μάλιστα λεγομένην τε καὶ οὖσαν ἐν γῇ τῇ Ῥωμαίων, ἀπονώτατα μὲν ἑλεῖν ἴσχυσα, τοῦ θεοῦ αὐτοσχεδιάσαντος ἡμῖν, ὡς ὁρᾶτε δήπου, τὴν νίκην.
盖因这座在罗马人土地上素称且确为最负盛名的巨邑,我得以轻而易举地将之攻取,正如诸位所见,神明径自为我们促成了胜利。
φόνον μέντοι ἀνθρώπων ὁρῶντί μοι τοσούτων τὸ πλῆθος, αἵματί τε πολλῷ βεβαπτισμένον τὸ τρόπαιον, οὐδεμία τῆς ἀπὸ τῆς πράξεως ἡδονῆς γέγονεν αἴσθησις.1
然而,当我目睹如此众多生灵之屠戮,见那战胜之碑浸透了淋漓鲜血,由这番武功所得之快意,在我心中实无半分感知。
καὶ τῶνδε οἱ ταλαίπωροι Ἀντιοχεῖς αἴτιοι, οἵ γε τειχομαχοῦντας μὲν οὐχ οἷοί τε γεγόνασι Πέρσας ἀπώσασθαι, πρὸς δὲ νενικηκότας ἤδη καὶ αὐτοβοεὶ τὴν πόλιν ἑλόντας θράσει θανατῶντες ἀλογίστῳ ζυγομαχεῖν ἔγνωσαν.
而这一切皆咎由那些可怜的安条克人自取:彼等未能击退攻城的波斯人,却在面对业已获胜并以呼声破城的胜者时,竟决意凭着不顾死活的盲目狂妄负隅顽抗。
πάντες μὲν οὖν οἱ Περσῶν δόκιμοι πολλὰ ἐνοχλοῦντες σαγηνεῦσαί τέ με τὴν πόλιν ἠξίουν καὶ ξύμπαντας διαφθεῖραι τοὺς ἡλωκότας, ἐγὼ δὲ τοὺς φεύγοντας ἐκέλευον εἰς τὴν ὑπαγωγὴν ἔτι μᾶλλον ὁρμᾶν, ὅπως ὅτι τάχιστα σώζοιντο. τὸ γὰρ ἐπεμβαίνειν τοῖς ἡλωκόσιν οὐχ ὅσιον.” τοσαῦτα μὲν ὁ Χοσρόης τερατευόμενός τε καὶ διαθρυπτόμενος τοῖς πρέσβεσιν εἶπεν, οὐκ ἔλαθε μέντοι αὐτοὺς ὅτου ἕνεκα τὸν καιρὸν φεύγουσι τοῖς Ῥωμαίοις ἐνδοίη.
波斯的所有显贵皆极力纠缠我,要求将全城如拉网般一网打尽,尽数诛灭被俘之人;而我却督促逃遁者速速退走,以便尽快保全性命。盖因践踏受俘之人,乃是不义非礼之举。” 库斯老对使节们如此夸夸其谈、惺惺作态,然而使节们并未被瞒过他何以给逃奔的罗马人让出这番生路。
Ἦν γὰρ δεινότατος ἀνθρώπων ἁπάντων τὰ μὲν οὐκ ὄντα εἰπεῖν, τὰ δὲ ἀληθῆ ἀποκρύψασθαι, καὶ ὧν αὐτὸς ἐξημάρτανε τὰς αἰτίας τοῖς ἠδικημένοις ἐπενεγκεῖν· ἔτι δὲ ὁμολογῆσαι μὲν ἕτοιμος ἅπαντα καὶ ὅρκῳ τὴν ὁμολογίαν πιστώσασθαι, λίαν δὲ τῶν ἔναγχος αὐτῷ ξυγκειμένων τε καὶ ὀμωμοσμένων ἑτοιμότερος ἐς λήθην ἀφῖχθαι, καὶ χρημάτων μὲν ἕνεκεν ἐπὶ πᾶν ἄγος καθεῖναι τὴν ψυχὴν ἄοκνος, τῷ δὲ προσώπῳ σχηματίζεσθαι τὴν εὐλάβειαν ἀτεχνῶς ἔμπειρος, ἀφοσιοῦσθαί τε τῷ λόγῳ τὴν πρᾶξιν.
盖因在虚构伪妄、隐匿真实,并将自身所犯之罪责转嫁于受害者方面,他堪称世上最狡黠之徒;更有甚者,他虽随时准备应允一切并以誓言担保其诺,却远比常人更急于将自己方才议定并起誓之事抛诸脑后;为财物之故,他不惜使灵魂沉沦于万般污秽,而其面容却极其精通于假充虔敬之貌,并以言辞粉饰所行之事以求开脱罪责。
ὃς καὶ Σουρηνούς, πρότερον οὐδὲν τὸ παράπαν ἠδικηκότας, δόλῳ τε περιελθὼν καὶ τρόπῳ ἀπολέσας τῷ εἰρημένῳ, ἐπειδὴ γυναῖκα κοσμίαν τε καὶ οὐκ ἀφανῆ ἁλισκομένης τῆς πόλεως εἶδεν ἐκ χειρὸς μὲν τῆς ἀριστερᾶς πρός του τῶν βαρβάρων ἑλκομένην ξὺν πολλῇ βίᾳ, παιδίον δὲ ὅπερ αὐτῇ ἄρτι τοῦ τιτθοῦ ἦν ἀπαλλαγὲν ἀφεῖναι μὲν οὐ βουλομένην, ἕλκουσαν δὲ θατέρᾳ χειρὶ ἐμπεπτωκὸς εἰς τὸ ἔδαφος, ἐπεί οἱ ξυντρέχειν οὐχ οἷόν τε ἦν τοῦτον δὴ τὸν βίαιον δρόμον, τὸν οἰκεῖον κἀνταῦθα ἐνδέδεικται τρόπον.
他此前曾以诡计暗算未曾有任何冒犯之举的苏拉人,并以前述手段将之破灭;当该城陷落之际,他见一端庄而门第显赫的妇人左臂被蛮族兵士极其野蛮地拖拽,而她不愿舍弃方才断奶的幼子,只得用另一只手拉着倒在地上的孩子——因孩子无法跟上这般暴虐的奔跑——库斯老在此时亦显露了其本性。
φασὶ γὰρ αὐτὸν στενάξαντα δῆθεν τῷ λόγῳ, δόκησίν τε ὡς εἴη δεδακρυμένος παρεχόμενον τοῖς τότε παροῦσιν ἄλλοις τε καὶ Ἀναστασίῳ τῷ πρεσβευτῇ, εὔξασθαι τὸν θεὸν τίσασθαι τὸν τῶν γεγονότων κακῶν αἴτιον.
盖因据说他嘴上煞有介事地哀叹,向当时在场的众人、尤其是使节阿纳斯塔修斯装出满面泪痕之貌,祈求神明惩处酿成这些祸患之罪魁祸首。
Ἰουστινιανὸν δὲ τὸν Ῥωμαίων αὐτοκράτορα παραδηλοῦν ἤθελεν, ἐξεπιστάμενος ὅτι δὴ αὐτὸς αἰτιώτατος ἁπάντων εἴη.
他深知自己才是罪大恶极之元凶,却欲以此暗指罗马皇帝查士丁尼。
τοσαύτῃ χρώμενος φύσεως ἀτοπίᾳ Χοσρόης βασιλεύς τε Περσῶν γέγονε (Ζάμου τὸν ὀφθαλμὸν τοῦ δαιμονίου πηρώσαντος,2 ὅσπερ τῷ χρόνῳ τὰ πρωτεῖα ἐς τὴν βασιλείαν ἐφέρετο μετά γε τὸν Καόσην, ὅνπερ οὐδενὶ λόγῳ ἐμίσει Καβάδης) καὶ πόνῳ οὐδενὶ τῶν οἱ ἐπαναστάντων ἐκράτησε, κακά τε Ῥωμαίους ὅσα ἐβούλευσεν εὐπετῶς ἔδρασε.
库斯老虽具如此怪诞悖常之天性,却得登波斯王位(因神意使扎墨斯失明,而在卡巴德斯无故憎恶的高西斯之后,按长幼次序本该由此人承嗣王位),且不费吹灰之力平定了作乱者,更轻易做下了他意欲加诸罗马人身上的种种恶行。
βουλομένη γάρ τινα μέγαν ἀεὶ ποιεῖν ἡ τύχη πράσσει τοῖς καθήκουσι χρόνοις τὰ δόξαντα, οὐδενὸς τῇ ῥύμῃ τῆς βουλήσεως ἀντιστατοῦντος, οὔτε τὸ τοῦ ἀνδρὸς διασκοπουμένη ἀξίωμα οὔτε ὅπως μὴ γένηταί τι τῶν οὐ δεόντων λογιζομένη, οὐδὲ ὅτι βλασφημήσουσιν ἐς αὐτὴν διὰ ταῦτα πολλοί, τὸ γεγονὸς αὐτῇ παρὰ τὴν ἀξίαν τοῦ τῆς χάριτος τετυχηκότος χλευάζοντες, οὐδὲ ἄλλο τῶν πάντων οὐδὲν ἐν νῷ ποιουμένη, ἢν τὸ δόξαν αὐτῇ περαίνοιτο μόνον. ἀλλὰ ταῦτα μὲν ὅπη τῷ θεῷ φίλον ἐχέτω.
盖因命运若常欲成就某人,便在合宜之时促成所决之事,其意向之冲力无人能阻;她既不考量那人的品德才具,亦不虑及是否会酿成不合宜之事,亦不顾及许多人将因此对其横加怨谤、嘲讽她所促成之事与蒙恩者之德行不相匹配,除却成就自身所欲之事外,全不将世间任何他事置于心上。不过,这些事且听凭神意安排吧。
Χοσρόης δὲ τὸ μὲν στράτευμα τῶν Ἀντιοχέων τοὺς περιόντας ζωγρεῖν καὶ ἀνδραποδίζειν ἐκέλευε καὶ τὰ χρήματα πάντα ληίζεσθαι, αὐτὸς δὲ ξὺν τοῖς πρέσβεσιν ἐς τὸ ἱερὸν ἀπὸ τῆς ἄκρας κατέβαινεν, ὅπερ ἐκκλησίαν καλοῦσιν.
库斯老命令军队将幸存的安条克人生擒为奴,尽数掠夺所有财物;他自己则与使节们一道从山顶下到他们称为基督教堂的圣所。
ἐνταῦθα κειμήλια χρυσοῦ τε καὶ ἀργύρου τοσαῦτα τὸ πλῆθος ὁ Χοσρόης εὗρεν, ὥστε τῆς λείας ἄλλο οὐδὲν ὅτι μὴ τὰ κειμήλια ταῦτα λαβὼν πλούτου τι μέγεθος περιβεβλημένος ἀπιὼν ᾤχετο.
库斯老在彼处发现数量如此巨大的金银器皿宝物,以致他除这些宝物外不再取用战利品中的任何其他物件,携带着巨额财富离去。
καὶ μάρμαρά τε πολλὰ καὶ θαυμαστὰ ἐνθένδε ἀφελὼν ἔξω τοῦ περιβόλου ἐκέλευε κατατίθεσθαι, ὅπως καὶ ταῦτα ἐς τὰ Περσῶν ἤθη κομίσωνται.
他又下令从彼处拆下许多令人惊叹的美丽大理石,置于城垣之外,以便将这些石材亦运回波斯本土。
ταῦτα διαπεπραγμένος ξύμπασαν τὴν πόλιν ἐμπρῆσαι Πέρσαις ἐπέστελλε. καὶ αὐτοῦ οἱ πρέσβεις ἐδέοντο τῆς ἐκκλησίας ἀπέχεσθαι μόνης, ἧς τὰ λύτρα κεκομισμένος διαρκῶς εἴη.3
办妥这些事后,他下令波斯军将整座城池付之一炬。使节们恳求他唯独宽免这座大教堂,因其已足额收下了该堂的赎金。
ὁ δὲ τοῦτο τοῖς πρέσβεσι ξυγκεχωρηκὼς τἄλλα καίειν ἐκέλευε πάντα, ὀλίγους τέ τινας αὐτόθι ἀπολιπὼν τοὺς τὴν πόλιν ἐμπρήσοντας, αὐτὸς ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς τὸ στρατόπεδον ἀπεχώρησεν οὗ καὶ πρότερον διεσκηνημένοι ἐτύγχανον.
他向使节们允诺了此事,下令焚毁其余一切;在当地留下少数负责焚城的人手之后,他自己便与其属众全军撤回此前宿营的驻地。
- 2.9.4φόνον μέντοι ἀνθρώπων ὁρῶντί μοι... οὐδεμία τῆς ἀπὸ τῆς πράξεως ἡδονῆς γέγονεν αἴσθησις
ὁρῶντί μοι 是表判定或参照的与格(dativus iudicantis / dative of reference),与主句 οὐδεμία... ἡδονῆς γέγονεν αἴσθησις(“对我而言,未生出任何快意”)相呼应,表示该感受与评判所归属的主体。
- 2.9.12Ζάμου τὸν ὀφθαλμὸν τοῦ δαιμονίου πηρώσαντος
属格独立结构(genitive absolute)。逻辑主语为 τοῦ δαιμονίου(神明/天意),分词为 πηρώσαντος(使其盲目)。τὸν ὀφθαλμόν 是 πηρώσαντος 的直接宾语(表示受害部位),所有格 Ζάμου 则修饰 τὸν ὀφθαλμόν。
- 2.9.17ἧς τὰ λύτρα κεκομισμένος διαρκῶς εἴη
间接引语从属节(由关系代词 ἧς 引导)中的斜相希求法(optativus obliquus),由历史时态主句动词 ἐδέοντο 引发。它表达使节们陈情的理由(“您已完全收下该堂的赎金”)。κεκομισμένος εἴη 为完成时中动态希求法的迂回形式(periphrastic form)。
- 2.9.9ὃς καὶ Σουρηνούς, πρότερον οὐδὲν τὸ παράπαν ἠδικηκότας, δόλῳ τε περιελθὼν καὶ τρόπῳ ἀπολέσας τῷ εἰρημένῳ, ἐπειδὴ γυναῖκα κοσμίαν τε καὶ οὐκ ἀφανῆ ἁλισκομένης τῆς πόλεως εἶδεν ἐκ χειρὸς μὲν τῆς ἀριστερᾶς πρός του τῶν βαρβάρων ἑλκομένην ξὺν πολλῇ βίᾳ, παιδίον δὲ ὅπερ αὐτῇ ἄρτι τοῦ τιτθοῦ ἦν ἀπαλλαγὲν ἀφεῖναι μὲν οὐ βουλομένην, ἕλκουσαν δὲ θατέρᾳ χειρὶ ἐμπεπτωκὸς εἰς τὸ ἔδαφος, ἐπεί οἱ ξυντρέχειν οὐχ οἷόν τε ἦν τοῦτον δὴ τὸν βίαιον δρόμον, τὸν οἰκεῖον κἀνταῦθα ἐνδέδεικται τρόπον.
句首的关系代名词 ὃς(主格)的主动词直至句末的 ἐνδέδεικται(其宾语为 τὸν οἰκεῖον... τρόπον)。主语与动词之间大幅插入了:(1) 分词短语 Σουρηνούς... ἀπολέσας;(2) 庞大的时间从句 ἐπειδὴ... εἶδεν。在时间从句内部,γυναῖκα 作宾语,统领并列分词 ἑλκομένην 与 ἕλκουσαν,后者又带有宾语 παιδίον... ἐμπεπτωκός 及其附带的原因从句 ἐπεί οἱ...。
未在正文中定位
