- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.8.18-2.8.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安条克城门处逃难民众与败兵挤轧造成惨剧,波斯军顺势入城。虽有城中青年奋起抵抗,终被大军镇压并遭残酷屠杀,全城陷入灭顶之灾。
ἐνταῦθα τῶν Ἀντιοχέων πολλοὶ μὲν ἄνδρες, γυναῖκες δὲ πᾶσαι ξὺν τοῖς παιδίοις ἐπὶ τὰς πύλας δρόμῳ πολλῷ ᾔεσαν· εἶτα πρὸς τῶν ἵππων ὠθούμενοι ἅτε ἐν στενοχωρίᾳ πολλῇ ἔπιπτον.
彼时安条克人中的许多男子,以及所有的妇孺,皆拼力奔向城门;随后在极度拥挤狭窄之地被马匹推挤,纷纷跌倒。
οἱ δὲ στρατιῶται τῶν ἐν ποσὶν οὐδενὸς τὸ παράπαν φειδόμενοι ἔτι μᾶλλον ἢ πρότερον ὕπερθεν τῶν κειμένων ἅπαντες ἤλαυνον, γέγονέ τε φόνος ἐνταῦθα πολὺς ἄλλως τε καὶ κατὰ τὰς πύλας αὐτάς.
正规军士对脚下之人毫不在意,比先前更加肆意践踏着倒地者策马奔突,彼处遂发生大肆屠杀,尤以城门附近为甚。
Οἱ δὲ Πέρσαι, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, κλίμακας ἐπιθέντες ἐπὶ τὸ τεῖχος οὐδενὶ πόνῳ ἀνέβαινον. ἔν τε ταῖς ἐπάλξεσι κατὰ τάχος γενόμενοι χρόνον τινὰ καταβαίνειν οὐδαμῆ ἤθελον, ἀλλὰ διασκοπουμένοις τε καὶ ἀπορουμένοις ἐῴκεσαν, ἐμοὶ μὲν δοκεῖ, προλοχίζεσθαι τὰς δυσχωρίας ἐνέδραις τισὶ τῶν πολεμίων ὑποτοπάζοντες.
波斯人见无人抵抗,便架云梯登城,毫不费力地登了上去。他们迅速登上胸墙,却有一段时间绝不愿下城,反倒显得四处张望、犹疑不决,依我看来,是怀疑险要地形已被敌人的伏兵预先占领。
τὰ γὰρ ἐντὸς τοῦ περιβόλου ἀπὸ τῆς ἄκρας εὐθὺς κατιόντι1 ἀοίκητος χώρα ἐπὶ πλεῖστόν ἐστι. πέτραι τε λίαν ὑψηλαὶ ἀνέχουσιν ἐνταῦθα καὶ τόποι κρημνώδεις.
盖因从山顶径直而下的城垣以内区域,大半无人居住;彼处耸立着极高的岩山与陡峭的断崖。
ἔνιοι δέ φασι Χοσρόου γνώμῃ γεγονέναι τὴν μέλλησιν Πέρσαις.
但有人称,波斯人的这番踌躇乃是出于库斯老的意图。
ἐπειδὴ γὰρ τήν τε δυσχωρίαν κατενόησε καὶ τοὺς στρατιώτας φεύγοντας εἶδεν, ἔδεισε μή τινι ἀνάγκῃ ἐκ τῆς ὑπαγωγῆς ἀναστρέψαντες πράγματα σφίσι παράσχωνται, ἐμπόδιοί τε γένωνται, ἂν οὕτω τύχοι, πόλιν ἑλεῖν ἀρχαίαν τε καὶ λόγου ἀξίαν καὶ πρώτην Ῥωμαίοις οὖσαν τῶν κατὰ τὴν ἕω πασῶν πόλεων, πλούτῳ τε καὶ μεγέθει καὶ πολυανθρωπίᾳ καὶ κάλλει καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ.
因他觉察到地形之险阻,又见军士们逃奔,遂恐其在撤退中迫于无奈返身反扑而给己方带来麻烦,万一阻碍了攻占一座古老、著名、在财富、规模、人口、秀美及其他一切繁茂昌盛上皆居罗马人东方所有城池之首的巨邑。
οὗ δή, περὶ ἐλάσσονος τἄλλα ποιούμενος ἅπαντα, ἤθελε τοῖς Ῥωμαίων στρατιώταις καιρὸν ἐνδιδόναι, ὥστε κατ’ ἐξουσίαν τῇ φυγῇ χρῆσθαι. διὸ δὴ καὶ ταῖς χερσὶ τοῖς φεύγουσι Πέρσαι σημαίνοντες ἐνεκελεύοντο φεύγειν ὡς τάχιστα.
为此,他将其他一切置于次要,欲给罗马军士提供机会,使其得以从容逃走。为此,波斯人甚至以手势向逃窜者示意,催促他们尽快逃跑。
οἱ μὲν οὖν στρατιῶται Ῥωμαίων ξὺν τοῖς ἄρχουσιν ἀπιόντες ᾤχοντο ἅπαντες διὰ πύλης ἣ ἐπὶ Δάφνην ἄγει τὸ τῶν Ἀντιοχέων προάστειον· ταύτης γὰρ μόνης, τῶν ἄλλων κατειλημμένων, ἀπέσχοντο Πέρσαι· τοῦ δὲ δήμου ὀλίγοι τινὲς ξὺν τοῖς στρατιώταις διέφυγον.
于是罗马正规军士与将领们全数由通往安条克郊区达芙妮的城门撤离而去;盖因在其他城门均被占领之际,波斯人唯独避开了此门。少数城民亦随军士逃离。
ἐπεὶ δὲ Πέρσαι ἅπαντας τοὺς Ῥωμαίων στρατιώτας εἶδον πρόσω χωρήσαντας, καταβάντες ἀπὸ τῆς ἄκρας ἐν μέσῃ πόλει ἐγένοντο.
波斯人见罗马军士全已远去,遂从山顶下行,进入市中心。
ἐνταῦθα δὲ αὐτοῖς τῶν Ἀντιοχέων νεανίαι πολλοὶ ἐς χεῖρας ἐλθόντες τὰ πρῶτα καθυπέρτεροι ἔδοξαν τῇ ξυμβολῇ εἶναι. ἦσαν δὲ αὐτῶν τινες μὲν ὁπλῖται, οἱ δὲ πλεῖστοι γυμνοὶ καὶ λίθων βολαῖς χρώμενοι μόναις.
在此,安条克人的许多青年与他们短兵相接,初战之时在交锋中似乎占了上风。他们中一部分人是重装步兵,但多数人未着铠甲,仅以掷石为器。
ὠσάμενοι δὲ τοὺς πολεμίους ἐπαιάνιζόν τε καὶ Ἰουστινιανὸν βασιλέα καλλίνικον, ἅτε νενικηκότες, ἀνέκραγον.
他们击退敌人后便唱起凯歌,宛如获胜一般高呼凯旋皇帝查士丁尼之名。
Ἐν τούτῳ δὲ Χοσρόης ἐν πύργῳ τῷ κατὰ τὴν ἄκραν καθήμενος τοὺς πρέσβεις ἐθέλων τι εἰπεῖν μετεπέμψατο. καὶ αὐτὸν τῶν τις ἀρχόντων, ὁ Ζαβεργάνης, οἰόμενος ξυμβάσεως πέρι βούλεσθαι τοῖς πρέσβεσιν ἐς λόγους ἰέναι, ἐς ὄψιν τε τῷ βασιλεῖ κατὰ τάχος ἦλθε καὶ ἔλεξεν ὧδε “Οὐχὶ ταὐτά μοι δοκεῖς, ὦ δέσποτα, Ῥωμαίοις ἀμφὶ τῇ τούτων σωτηρίᾳ γινώσκειν. οἱ μὲν γὰρ καὶ πρὸ τῶν κινδύνων ὑβρίζουσιν ἐς τὴν βασιλείαν τὴν σὴν καὶ ἡσσημένοι τολμῶσί τε τὰ ἀμήχανα καὶ δρῶσι τοὺς Πέρσας ἀνήκεστα ἔργα,2 ὥσπερ δεδιότες μή τις αὐτοῖς παρὰ σοὶ φιλανθρωπίας λελείψεται λόγος·3 σὺ δὲ τούς τε σώζεσθαι οὐκ ἀξιοῦντας ἐλεεῖν βούλει, καὶ φείδεσθαι τῶν οὐδαμῆ ἐθελόντων ἐσπούδακας.
此时,端坐于山顶塔楼中的库斯老欲陈词而召见使节。将领中有一名唤扎伯甘内斯者,误以为王欲就缔约与使节交涉,遂从速晋见国王,言道:“陛下,依我看来,在事关生路一事上,您与罗马人并无相同之见。彼等于危难之前便已辱及您的王权,及至战败亦敢行逆天之举,加不可挽回之创害于波斯人,恰似恐您对其尚存半分仁慈之念;而您却欲怜恤不自重其生之人,汲汲于宽宥绝不领情之辈。
οἱ δὲ προλοχίσαντες ἐν ἁλούσῃ πόλει τοὺς νενικηκότας ἐνέδραις τισὶ διαφθείρουσι, καίπερ ἁπάντων αὐτοῖς πάλαι πεφευγότων στρατιωτῶν.” ταῦτα ὁ Χοσρόης ἀκούσας, τῶν ἀρίστων πολλοὺς ἐπ’ αὐτοὺς ἔπεμψεν, οἳ οὐκ ἐς μακρὰν ἐπανήκοντες οὐδὲν ξυμβῆναι φλαῦρον ἀπήγγελλον.
更有甚者,城池虽破,军士虽早已尽遁,彼等仍在城内预设伏兵,以诡计残害胜者。”库斯老闻言,遂遣麾下大批精锐扑向他们;这些精锐不久即返,回禀称并无大碍。
ἤδη γὰρ Ἀντιοχέας Πέρσαι βιασάμενοι πλήθει ἐτρέψαντο, καὶ γέγονε φόνος ἐνταῦθα πολύς. οἱ γὰρ Πέρσαι οὐδεμιᾶς ἡλικίας φειδόμενοι τοὺς ἐν ποσὶν ἅπαντας ἡβηδὸν ἔκτεινον.
盖因波斯人早已凭人数优势强攻击溃了安条克人,彼处亦尸横遍野。波斯人不分长幼,凡遇于脚下者悉数尽加诛戮。
τότε φασὶ γυναῖκας τῶν ἐν Ἀντιοχεῦσιν ἐπιφανῶν δύο γενέσθαι μὲν ἔξω τοῦ περιβόλου, αἰσθομένας δὲ ὡς ὑπὸ τοῖς πολεμίοις γενήσονται ʽπανταχόσε γὰρ ἤδη περιιόντες καθεωρῶντὀ δρόμῳ μὲν παρὰ ποταμὸν Ὀρόντην ἐλθεῖν, φοβουμένας δὲ μή τι σφᾶς ἐς τὸ σῶμα ὑβρίσωσι Πέρσαι, ταῖς τε καλύπτραις ἐγκαλυψαμένας τὰ πρόσωπα καὶ ἐς τὸ τοῦ ποταμοῦ ῥεῦμα ἐμπεσούσας ἀφανισθῆναι. οὕτω πᾶσα κακοῦ τοὺς Ἀντιοχέας ἰδέα ἔσχεν.
据说当时安条克名门中有两位妇人虽逃至城垣之外,然察觉自身必落敌手(因四下已见敌骑巡弋),便奔向奥龙特斯河畔;因恐波斯人施暴辱其肉身,遂以头巾蒙面,纵身跃入河水之中,溺毙而逝。如此,各样灾祸尽加于安条克人之身。
- 2.8.21κατιόντι
现在分词κατιών的阳性格单数与格,作“判断或移动主体的与格”(关系与格),意为“对于(从山顶)下行的人而言”,为后文的地形描绘确立了空间视点。
- 2.8.31δρῶσι τοὺς Πέρσας ἀνήκεστα ἔργα
动词δράω带双宾格结构:承受者宾格τοὺς Πέρσας与动作内容宾格ἀνήκεστα ἔργα并用,意为“对波斯人施加不可挽回的创害(举动)”。
- 2.8.31μή τις αὐτοῖς παρὰ σοὶ φιλανθρωπίας λελείψεται λόγος
在由表惧怕分词δεδιότες引出的μή从句中,使用了将来完成时直陈式中被动态(λελείψεται)而非通常的虚拟语气,生动地突出了对某种确定或不可避免之后果的担忧。
