- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.10.1-2.10.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了此前军旗异动之预兆,并对主宰城邑兴衰的神意展开哲理性的沉思,随后记载除大教堂及部分区域外全城尽化灰烬而城墙独存;罗马使节继而谒见库斯老,当面痛斥其背盟毁约之行。
Τούτου τοῦ πάθους χρόνῳ τινὶ πρότερον τέρας ὁ θεὸς ἐνδειξάμενος τοῖς ταύτῃ ᾠκημένοις ἐσήμηνε τὰ ἐσόμενα. τῶν γὰρ στρατιωτῶν, οἵπερ ἐνταῦθα ἐκ παλαιοῦ ἵδρυνται, τὰ σημεῖα πρότερον ἑστῶτα πρὸς δύοντά που τὸν ἥλιον, ἀπὸ ταὐτομάτου στραφέντα πρὸς ἀνίσχοντα ἥλιον ἔστησαν,1 ἐς τάξιν τε αὖθις ἐπανῆκον τὴν προτέραν οὐδενὸς ἁψαμένου.
在这场灾祸发生前不久,神示现征兆,向此地的居民预示了将要发生之事。盖因久驻于此的士兵们的军旗,原本向着落日方向矗立,却自行转向升起的太阳并立定,且在无人触碰的情况下再度恢复了原先的队列排列。
ταῦτα οἱ στρατιῶται ἄλλοις τε πολλοῖς ἄγχιστά πη παροῦσι καὶ τῷ χορηγῷ τῆς τοῦ στρατοπέδου δαπάνης ἔδειξαν, ἔτι τῶν σημείων κραδαινομένων. ἦν δὲ οὗτος ἀνήρ, Τατιανὸς ὄνομα, ξυνετὸς μάλιστα, ἐκ Μοψουεστίας ὁρμώμενος.
在军旗仍在晃动之时,士兵们便将这番景象展示给近旁的诸多在场者,以及军营费用的经管粮饷官。此人名叫塔提阿努斯,原籍摩普绥斯提亚,极其聪慧明理。
ἀλλ’ οὐδ’ ὣς ἔγνωσαν οἱ τὸ τέρας τοῦτο ἰδόντες ὡς δὴ ἐκ βασιλέως τοῦ ἑσπερίου ἐπὶ τὸν ἑῷον τὸ τοῦ χωρίου ἀφίξεται κράτος, ὅπως δηλαδὴ διαφυγεῖν μηδεμιᾷ μηχανῇ δύνωνται οὕσπερ ἔδει ταῦτα ἅπερ ξυνηνέχθη παθεῖν.2
然而,即便如此,目睹这番异象的人们亦未省悟到:对该地的统治权即将由西方之帝王移转于东方之君主;显然,这是为了使注定要遭受这番降临灾难之人,无法借助任何机巧得以逃脱。
Ἐγὼ δὲ ἰλιγγιῶ πάθος τοσοῦτον γράφων τε καὶ παραπέμπων ἐς μνήμην τῷ μέλλοντι χρόνῳ, καὶ οὐκ ἔχω εἰδέναι τί ποτε ἄρα βουλομένῳ τῷ θεῷ εἴη πράγματα μὲν ἀνδρὸς ἢ χωρίου του ἐπαίρειν εἰς ὕψος, αὖθις δὲ ῥιπτεῖν τε αὐτὰ καὶ ἀφανίζειν ἐξ οὐδεμιᾶς ἡμῖν φαινομένης αἰτίας.
我本人在书写如此巨大的惨祸并将之传于后世的记忆中时,亦感头晕目眩,实不知神究竟意欲何为,竟将一人或一地的事业提升至极高处,继而又因我等全不可见之因由,将其抛落并毁灭殆尽。
αὐτῷ γὰρ οὐ θέμις εἰπεῖν μὴ οὐχὶ ἅπαντα κατὰ λόγον ἀεὶ γίγνεσθαι,3 ὃς δὴ καὶ Ἀντιόχειαν τότε ὑπέστη ἐς τὸ ἔδαφος πρὸς ἀνδρὸς ἀνοσιωτάτου καταφερομένην ἰδεῖν, ἧς τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς οὐδὲ νῦν ἀποκρύπτεσθαι παντάπασιν ἔσχεν.4
盖因论及神明,绝不可言说万事不恒依理而行,然而祂彼时竟坐视安条克被一个至为不敬神之徒彻底夷平为废墟——即便在今日,该城的秀美与凡百之宏丽壮伟,亦未曾完全被掩蔽。
Ἡ μὲν οὖν ἐκκλησία καθαιρεθείσης τῆς πόλεως ἐλείφθη μόνη, πόνῳ τε καὶ προνοίᾳ Περσῶν οἷς τὸ ἔργον ἐπέκειτο τοῦτο.
故而在全城被毁之际,因受命担负此任之波斯兵士的辛劳与留心,唯独那座大教堂得以幸存。
ἐλείφθησαν δὲ καὶ ἀμφὶ τὸ λεγόμενον Κεραταῖον οἰκίαι πολλαί, οὐκ ἐκ προνοίας ἀνθρώπων τινός, ἀλλ’ ἐπεὶ ἔκειντό που πρὸς ἐσχάτοις τῆς πόλεως, ἑτέρας αὐταῖς οὐδεμιᾶς τινος οἰκοδομίας ξυναπτομένης, τὸ πῦρ ἐς αὐτὰς ἐξικνεῖσθαι οὐδαμῆ ἴσχυσεν.
在所谓的角区(凯拉泰翁)周围亦有许多房屋保留了下来,这并非出于任何人的谋划,而是由于它们位于城市的偏僻边陲,没有任何其他建筑与之相连,烈火便无论如何亦未能延烧至彼处。
ἐνέπρησάν τε καὶ τὰ ἐκτὸς τοῦ περιβόλου οἱ βάρβαροι, πλὴν τοῦ ἱεροῦ ὅπερ Ἰουλιανῷ ἀνεῖται ἁγίῳ, καὶ τῶν οἰκιῶν αἳ δὴ ἀμφὶ τὸ ἱερὸν τοῦτο τυγχάνουσιν οὖσαι.
蛮族人亦焚毁了外郭城垣之外的建筑,唯独免去了奉献给圣胡利安的圣所,以及恰在此圣所周围的房屋。
τοὺς γὰρ πρέσβεις ἐνταῦθα καταλῦσαι ξυνέπεσε. τοῦ μέντοι περιβόλου παντάπασιν ἀπέσχοντο Πέρσαι.
盖因使节们恰好宿于该处。然而对于外郭城垣本身,波斯人则全然未加损毁。
Ὀλίγῳ δὲ ὕστερον ἥκοντες αὖθις παρὰ τὸν Χοσρόην οἱ πρέσβεις ἔλεξαν ὧδε, “Εἰ μὴ πρὸς παρόντα σέ, ὦ βασιλεῦ, οἱ λόγοι ἐγίνοντο, οὐκ ἄν ποτε ᾠόμεθα Χοσρόην τὸν Καβάδου ἐς γῆν τὴν Ῥωμαίων ἐν ὅπλοις ἥκειν, ἀτιμάσαντα μὲν τοὺς διομωμοσμένους σοι ἔναγχος ὅρκους, ὃ τῶν ἐν ἀνθρώποις ἁπάντων ὕστατόν τε καὶ ὀχυρώτατον εἶναι δοκεῖ τῆς ἐς ἀλλήλους πίστεώς τε καὶ ἀληθείας ἐνέχυρον, διαλύσαντα δὲ τὰς σπονδάς, ὧν ἡ ἐλπὶς ἀπολέλειπται μόνη τοῖς διὰ τὴν ἐν πολέμῳ κακοπραγίαν οὐκ ἐν τῷ ἀσφαλεῖ βιοτεύουσιν.
稍后,使节们再度来到库斯老面前,陈词如下:“大王,若非所言之词是对着身居眼前的您而发,我们绝不会相信卡巴德斯之子库斯老竟会披坚执锐进犯罗马人的土地;既玷污了不久前由您庄严立下的誓言——这在世间所有人类之中素被视作彼此信义与真诚的终极且最坚固之凭证——又撕毁了停战协定,而此协定之希望,乃是因战祸而生活于险境之人的唯一寄托。
οὐ γὰρ ἄλλο οὐδὲν τὸ τοιοῦτον εἴποι τις ἂν εἶναι ἢ τῶν ἀνθρώπων τὴν δίαιταν ἐς τὴν τῶν θηρίων μεταβεβλῆσθαι.
盖因人们大可以说,此等行径无异于将人类之生活习性沦为禽兽之行。
ἐν γὰρ τῷ μηδαμῆ σπένδεσθαι τὸ πολεμεῖν ἀπέραντα λελείψεται πάντως, πόλεμος δὲ ὁ πέρας οὐκ ἔχων ἐξοικίζειν τῆς φύσεως τοὺς αὐτῷ χρωμένους ἐς ἀεὶ πέφυκε.
盖因若绝不订立盟约,战事必将永无止境地存续,而无休无止的战争,本性便在于使卷入其中的人们永远丧失其人性。”
- 2.10.1ἀπὸ ταὐτομάτου στραφέντα πρὸς ἀνίσχοντα ἥλιον ἔστησαν
动词 ἔστησαν 在此作不及物第二不定过去时第三人称复数,意为“停立、静止”(而非及物第一不定过去时的“树立”)。其语法主语为中性复数主格 τὰ σημεῖα,属于中性复数主语搭配复数谓语动词的语法现象。分词 στραφέντα 与该主语呼应一致。
- 2.10.3ὅπως δηλαδὴ διαφυγεῖν μηδεμιᾷ μηχανῇ δύνωνται οὕσπερ ἔδει ταῦτα ἅπερ ξυνηνέχθη παθεῖν
由 ὅπως 引导的虚拟语气从句(δύνωνται),在形式上虽为目的从句,但结合上下文表达了宿命的必然性(兼具结果含义的目的从句)。关系代词 οὕσπερ 作非人称动词 ἔδει 的逻辑主语(宾格),指代“注定要承受者”,而 ταῦτα ἅπερ ξυνηνέχθη 则充当不定式 παθεῖν 的宾语。
- 2.10.5αὐτῷ γὰρ οὐ θέμις εἰπεῖν μὴ οὐχὶ ἅπαντα κατὰ λόγον ἀεὶ γίγνεσθαι
在否定含义的谓语 οὐ θέμις(“不合神理/不可”)之后,不定式短语带有双重否定词 μὴ οὐχί。在古典语法中,当包含否定的表达后接不定式时,常用 μὴ οὐ 来强调“不可说万事并非恒常依理而行”(即肯定神意万事皆有其道理)。与格 αὐτῷ 指代神(θεός)。
- 2.10.5ἧς τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς οὐδὲ νῦν ἀποκρύπτεσθαι παντάπασιν ἔσχεν
属格关系代词 ἧς 的先行词为前文的 Ἀντιόχειαν(安条克)。动词 ἔσχεν(ἔχω 的不定过去时)接被动不定式 ἀποκρύπτεσθαι,表“可能”(“得以被掩盖”)。主语为 τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπές,全句意为“其秀美与全方位的宏丽壮伟即便在今日亦未能完全被隐蔽”。
