← 普罗科皮乌斯

战史

§2.8.1-2.8.17

库斯老进攻安条克与脚手架坍塌

安条克人拒绝交付赎金并肆意侮辱库斯老,库斯老怒而发起攻城。在激战中,罗马军搭建的悬挂脚手架绳索崩断坍塌,守军误以为城墙被破,部分部队随即溃逃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8.1

Χοσρόης δέ ʽκαὶ γάρ οἱ Μέγας χρήματα ἔφασκεν οὐδαμῆ πεπεικέναι Ἀντιοχέας φέρειν’ παντὶ τῷ στρατῷ ἐπ’ αὐτοὺς ᾔει.

库斯老(因梅加斯向他陈述称,自己绝未能说服安条克人交付钱财)遂率全军向他们进发。

§2.8.2

Ἀντιοχέων δέ τινες μὲν ἐνθένθε ξὺν τοῖς χρήμασιν ἐξαναστάντες ἔφευγον ὡς ἕκαστός πη ἐδύνατο. ταὐτὸ δὲ τοῦτο διενοοῦντο καὶ οἱ λοιποὶ ξύμπαντες, εἰ μὴ μεταξὺ ἥκοντες οἱ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἄρχοντες, Θεόκτιστός τε καὶ Μολάτζης, ξὺν ἑξακισχιλίοις ἀνδράσιν ἐλπίσι τε αὐτοὺς ἐπιρρώσαντες διεκώλυσαν.

安条克人中有部分人随即带上财物逃离,各自奔向力所能及之处。其余所有人本也打算照此行事,若非黎巴嫩驻军的将领狄奥克提斯托斯和莫拉策斯恰在此际率六千兵士赶到,以希望鼓舞他们并制止了逃跑。

§2.8.3

οὗ δὴ οὐ πολλῷ ὕστερον καὶ τὸ Περσῶν στράτευμα ἦλθεν. ἐνταῦθά τε διεσκηνημένοι ἐστρατοπεδεύσαντο ἅπαντες πρός τε Ὀρόντῃ τῷ ποταμῷ καὶ αὐτοῦ οὐ πολλῷ ἄποθεν.

此后不久,波斯大军也开抵该地。他们全军分散扎营,宿营于奥龙特斯河畔及距河不远处。

§2.8.4

Χοσρόης τε Παῦλον παρὰ τὸν περίβολον στείλας τοὺς Ἀντιοχέας χρήματα ᾔτει, δέκα χρυσοῦ κεντηναρίων ἀπαλλαγήσεσθαι1 ἐνθένδε, ἔνδηλός τε ἦν καὶ τούτων ἐλάσσω ἐπὶ τῇ ἀναχωρήσει ληψόμενος.

库斯老派保罗前往城垣前,向安条克人勒索钱财,宣称若得十公担黄金便撤离此地,且明显流露出即便收取更少资财亦愿撤军的意向。

§2.8.5

καὶ τότε μὲν ἥκοντες παρὰ τὸν Χοσρόην οἱ πρέσβεις, εἰπόντες τε ἀμφὶ τῇ διαλύσει τῆς εἰρήνης πολλὰ καὶ πρὸς ἐκείνου ἀκούσαντες ἀνεχώρησαν.

当时使节们来到库斯老御前,就破坏和约之事多有陈词,并在听取其回应后退去。

§2.8.6

τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ τῶν Ἀντιοχέων ὁ δῆμος ʽεἰσὶ γὰρ οὐ κατεσπουδασμένοι, ἀλλὰ γελοίοις τε καὶ ἀταξίᾳ ἱκανῶς ἔχονταἰ πολλὰ ἐς τὸν Χοσρόην ὕβριζόν τε ἀπὸ τῶν ἐπάλξεων καὶ ξὺν γέλωτι ἀκόσμῳ ἐτώθαζον· καὶ Παῦλον τοῦ περιβόλου ἐγγὺς ἥκοντα παραινοῦντά τε χρημάτων ὀλίγων σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὠνεῖσθαι, ὀλίγου ἐδέησαν τοξεύσαντες κτεῖναι, εἰ μὴ προϊδὼν ἐφυλάξατο. διὸ δὴ ζέων τῷ θυμῷ ὁ Χοσρόης τειχομαχεῖν ἔγνω.

翌日,安条克民众(因他们向来缺乏庄重之风,而极好嘲弄与无序之事)从胸墙上向库斯老肆意辱骂,并报以粗鄙的狂笑讥讽;当保罗走近城垣劝告他们以少量金钱赎买自身和城池时,若非他预见危险而有所防备,城民险些就要放箭将其射杀。库斯老因而怒火中烧,决意攻城。

§2.8.8

Τῇ οὖν ὑστεραίᾳ ἐπαγαγὼν ἅπαντας Πέρσας ἐπὶ τὸ τεῖχος ἄλλους μὲν ἄλλῃ προσβάλλειν τοῦ ποταμοῦ ἐκέλευεν, αὐτὸς δὲ τοὺς πλείστους τε καὶ ἀρίστους ἔχων κατὰ τὴν ἄκραν προσέβαλλε. ταύτῃ γάρ, ὥς μοι ἔμπροσθεν ἐρρήθη, ἐπιμαχώτατος ὁ περίβολος ἦν.

于是在次日,他驱全军波斯人逼近城垣,命部分人从河畔各处发动攻击,自己则亲率最精锐且数量最多的人马向山顶(险峰)处进攻;盖因正如我前文所述,那一带的城垣最易受攻。

§2.8.9

ἐνταῦθα Ῥωμαῖοι ʽστενοτάτη γὰρ ἡ οἰκοδομία ἐτύγχανεν οὖσα ἐφ’ ἧς ἱστάμενοι πολεμεῖν ἔμελλον’ ἐπενόησαν τάδε. δοκοὺς μακρὰς ἐς ἀλλήλους ξυνδέοντες μεταξὺ τῶν πύργων ἐκρέμων, οὕτω τε πολλῷ εὐρυτέρας δὴ ταύτας τὰς χώρας ἐποίουν, ὅπως ἔτι πλείους ἐνθένδε ἀμύνεσθαι τοὺς τειχομαχοῦντας οἷοί τε ὦσιν.

在此处,罗马人(因他们驻足作战所在的建筑物恰好极其狭窄)想出了如下对策:他们将长木梁彼此系结,悬挂于各塔楼之间,由此大大拓宽了立足之地,以便能有更多人从彼处抵御攻城的敌人。

§2.8.10

οἱ μὲν οὖν Πέρσαι ἰσχυρότατα ἐγκείμενοι πανταχόθεν τὰ τοξεύματα συχνὰ ἔπεμπον, ἄλλως τε καὶ κατὰ τὴν τῆς ἄκρας ὑπερβολήν.

波斯人攻势极猛,从四面八方密集放箭,尤以冲着山顶的险坡为甚。

§2.8.11

οἱ δὲ Ῥωμαῖοι ἠμύνοντο δυνάμει πάσῃ, οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ τοῦ δήμου εὐτολμότατοι νεανίαι πολλοί.

罗马人则全力抵抗,不仅是正规士兵,城民中亦有许多勇毅的青年参战。

§2.8.12

ἐδόκουν δὲ οἱ τειχομαχοῦντες ἐνταῦθα ἐς τὴν μάχην ἐκ τοῦ ἀντιπάλου2 τοῖς πολεμίοις καθίστασθαι. ἡ γὰρ πέτρα, εὐρεῖά τις καὶ ὑψηλὴ οὖσα καὶ ὥσπερ ἀντιτεταγμένη τῷ περιβόλῳ καθάπερ ἐφ’ ὁμαλοῦ εἶναι τὴν ξυμβολὴν ἐποίει.

在此处攻城的人与敌人交战时似乎处于均势;盖因那处岩山既高耸又宽阔,宛如与城垣正面对峙,使得双方的交锋如同在平地上展开一般。

§2.8.13

καὶ εἰ μέν τις ἐθάρσησε τοῦ Ῥωμαίων στρατοῦ ξὺν τριακοσίοις ἔξω τε γενέσθαι τοῦ περιβόλου καὶ τὴν πέτραν ἐκείνην προτερήσας καταλαβεῖν ἐνθένδε τε τοὺς ἐπιόντας ἀμύνασθαι, οὐκ ἄν ποτε, οἶμαι, πρὸς τῶν πολεμίων ἐς κίνδυνόν τινα ἡ πόλις ἦλθεν. οὐ γὰρ εἶχον ὅθεν ὁρμώμενοι τειχομαχοῖεν οἱ βάρβαροι, κατὰ κορυφὴν ἔκ τε τῆς πέτρας καὶ ἀπὸ τοῦ τείχους βαλλόμενοι· νῦν δέ ʽκαὶ γὰρ ἔδει Ἀντιοχέας τούτῳ τῷ Μήδων στρατῷ ἀπολέσθαἰ οὐδενὶ τοῦτο ἐς ἔννοιαν ἦλθε.

倘若罗马军中有人敢于率领三百人出城,抢先占领那座岩山,并从该处击退来犯之敌,依我所见,这座城池绝不会陷入来自敌人的任何危厄;盖因若是从岩山与城垣上方同时遭受兜头痛击,蛮族人便无立足之地以此攻城。然而事实上(因为安条克人注定要覆灭于这支米底军队之手),竟无一人想到此策。

§2.8.15

τῶν μὲν οὖν Περσῶν, ἅτε Χοσρόου παρόντος σφίσι καὶ κραυγῇ ἐγκελευομένου μεγάλῃ, ὑπὲρ δύναμιν βιαζομένων καὶ οὐδένα τοῖς ἐναντίοις ἐνδιδόντων καιρὸν ὥστε διασκοπεῖσθαι ἢ φυλάσσεσθαι τὰς τοξευμάτων βολάς, τῶν δὲ Ῥωμαίων ἔτι μᾶλλον πλήθει τε πολλῷ καὶ θορύβῳ ἀμυνομένων, οὐκ ἐνεγκοῦσαι τὸ ἄχθος αἱ σχοῖνοι αἷς αἱ δοκοὶ ξυνδεδέατο, διερράγησαν3 ἐκ τοῦ αἰφνιδίου καὶ ξὺν ταῖς δοκοῖς ἅπαντες ὅσοι αὐταῖς ἐφεστήκεσαν ἐς τὸ ἔδαφος ἐξέπεσον πατάγῳ πολλῷ.

波斯人因库斯老亲临督战并高声喝令,遂不遗余力地猛扑,不给对手留出任何观察或躲避箭雨的喘息之机;罗马人则以更多的人数和喧嚣竭力防御。此时,系结木梁的绳索不堪重负,骤然崩断,立于其上的所有人连同木梁以巨大的轰鸣坠落于地。

§2.8.16

οὗ δὴ αἰσθόμενοι καὶ ἄλλοι Ῥωμαίων οἳ ἐκ πύργων τῶν ἐχομένων ἐμάχοντο, καὶ ξυμβάλλειν μὲν τὸ γεγονὸς οὐδαμῆ ἔχοντες, διεφθάρθαι δὲ ταύτῃ τὸ τεῖχος οἰόμενοι ἐς φυγὴν ὥρμηντο.

在相邻塔楼上作战的其他罗马人察觉了这一幕,全然无法断定发生了何事,误以为该处的城垣已被攻破,遂仓皇逃窜。

§2.8.17

τοῦ μὲν οὖν δήμου νεανίαι πολλοὶ ὅσοι τὰ πρότερα πρός γε ἀλλήλους στασιάζειν ἐν τοῖς ἱπποδρομίοις εἰώθεσαν, ἐπειδὴ ἀπὸ τοῦ περιβόλου κατέβησαν, οὐδαμῆ ἔφευγον, ἀλλ’ αὐτοῦ ἔμενον, οἱ δὲ στρατιῶται ξύν τε Θεοκτίστῳ καὶ Μολάτζῃ εὐθὺς ἐπὶ τοὺς ἵππους ἀναθορόντες οἳ δὴ ἐνταῦθά πη παρεσκευασμένοι ἐτύγχανον, ἐπὶ τὰς πύλας ἀπήλαυνον, Βούζην αὐτοῖς ἐπιθρυλοῦντες ξὺν στρατῷ ἥκειν, ἐθέλειν τε κατὰ τάχος δέξασθαι μὲν αὐτοὺς τῇ πόλει, ξὺν αὐτοῖς δὲ τοὺς πολεμίους ἀμύνασθαι.

城民中原先惯于在赛马场上相互结党纷争的众多青年,在撤下城垣后却绝未逃跑,而是留守原地;然而正规士兵在狄奥克提斯托斯和莫拉策斯的率领下,立刻跃上恰好准备在彼处的马匹,疾驰向城门奔去,沿途宣称布泽斯正率军赶来,他们欲从速放援军入城以合力击退敌人。

语法注3 条
  1. 2.8.4δέκα χρυσοῦ κεντηναρίων ἀπαλλαγήσεσθαι

    δέκα χρυσοῦ κεντηναρίων 是依附于不定式 ἀπαλλαγήσεσθαι(离开、撤退)的价格属格(genitive of price),表示撤军的交换条件(“以十公担黄金为代价撤离彼处”)。

  2. 2.8.12ἐκ τοῦ ἀντιπάλου

    由介词 ἐκ 与中性单数形容词构成的成语性副词短语,意为“在势均力敌的条件下”或“处于平等的地位”(on an equal footing),修饰 καθίστασθαι,用以说明攻城者与敌方交战时地位相当。

  3. 2.8.15τῶν μὲν οὖν Περσῶν... τῶν δὲ Ῥωμαίων... οὐκ ἐνεγκοῦσαι τὸ ἄχθος αἱ σχοῖνοι... διερράγησαν

    此处为一个长句结构:先是由 τῶν μὲν οὖν Περσῶν... βιαζομένων... 与 τῶν δὲ Ῥωμαίων... ἀμυνομένων 构成的一组平行的独立属格(genitive absolute),用以烘托激战背景;随后引出主句,其主语为 αἱ σχοῖνοι(由阴性分词 οὐκ ἐνεγκοῦσαι 修饰),主要动词为 διερράγησαν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.8.1-2.8.17