← 普罗科皮乌斯

战史

§2.7.20-2.7.37

贝罗亚居民获赦与罗马士兵降波斯

库斯老与梅加斯就围城之责展开辩论;梅加斯在得知泉水枯竭后痛哭乞降,库斯老遂允诺赦免城民性命,但多数罗马士兵因军饷被欠而投降波斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7.20

πρὸς ταῦτα ὁ Χοσρόης ἀπεκρίνατο ὧδε “Τούτων μέντοι, ὦ ἑταῖρε, αὐτὸς αἴτιος, ἐνταῦθα ἀναγκάσας ἡμᾶς διατρῖψαι· οὐ γὰρ ἐν τῷ τεταγμένῳ καιρῷ, ἀλλὰ κατὰ πολὺ τούτου γε ὑστερήσας τανῦν ἀφῖξαι.

对此,库斯老答复如下:“然而,朋友啊,正是你自己造成了这一切,逼迫我们在此耽搁;因为你如今到来,并非在约定之时,而是大大超出了约期。

§2.7.21

τῶν δὲ σῶν πολιτῶν τὴν ἀτοπίαν τί ἄν τις ἐπὶ πλεῖστον, ὦ βέλτιστε, μακρολογοίη; οἵ γε τακτὸν ἡμῖν ὡμολογηκότες ἀργύριον δώσειν ὑπὲρ τῆς σφῶν αὐτῶν σωτηρίας, οὔπω καὶ νῦν ἐπιτελεῖν οἴονται δεῖν τὰ ξυγκείμενα, ἀλλ’ ἀνέδην οὕτω χωρίου ἰσχύϊ θαρσήσαντες περιορῶσιν ἡμᾶς ὡς μάλιστα ἠναγκασμένους ἐς φρουρίου πολιορκίαν, ὡς ὁρᾷς δήπου, καθίστασθαι.

至于你同胞市民的荒谬,最善之士啊,何须大费唇舌呢?他们既已应允为自身的安全交付我们定额的银钱,直至此刻却仍不认为应当履行约定,反倒如此肆无忌惮地依恃险要地势,正如你所见,眼睁睁看着我们被迫陷入围攻要塞的境地。

§2.7.22

οὕς γε δὴ ἔγωγε ξὺν θεοῖς ἐλπίδα ἔχω ὀλίγῳ ὕστερον τίσασθαι, καὶ Περσῶν τῶν μοι οὐ δέον πρὸ τοῦδε τοῦ τείχους ἀπολωλότων τὴν κόλασιν ἐς τοὺς αἰτίους ἐπιτελέσειν.”

我确有指望,在诸神的庇佑下,不久之后便向他们复仇,并对那些罪魁祸首施以惩罚,以慰我那些在此城垣前无辜丧命的波斯将士。”

§2.7.23

ὁ μὲν Χοσρόης τοσαῦτα εἶπεν, ὁ Μέγας δὲ ἀμείβεται ὧδε “Εἰ μέν, ὅτι βασιλεὺς ἀνθρώποις οἰκτροῖς τε καὶ ἀτιμοτάτοις ταῦτα ἐπικαλεῖς, σκοπήσειεν ἄν τις, ἀνάγκη μηδὲν ἀντιλέγοντα τοῖς εἰρημένοις ὁμολογεῖν· τῇ γὰρ ἐξουσίᾳ τῇ ἄλλῃ καὶ τὸ τῷ λόγῳ κρατεῖν ἕπεσθαι πέφυκεν·

库斯老止于此言;梅加斯则答道:“若是有人考虑到,正因为您是君王,才向这些凄惨而最卑微之人提出这番责难,那么人们便不得不毫无反驳地顺从所言之事;盖因在论辩中占优,本就自然随附于其余一切权柄之后。

§2.7.24

ἢν δέ τῳ ἐξῇ τἄλλα ἀποσεισαμένῳ τὸν ἀληθῆ λόγον ἑλέσθαι, οὐδὲν ἂν ἡμῖν, ὦ βασιλεῦ, δικαίως ἐπικαλεῖν ἔχοις· ὅπως δὲ ἅπαντα ἀκούσῃ πρᾴως.1

但若准许某人抛开其余一切而选取真实的道义,那么君王啊,您便绝无理由正当地苛责我们。但愿您能温和地听取这一切。

§2.7.25

ἐγὼ μὲν γάρ, ἐπειδὴ ἅπερ Ἀντιοχεῦσιν ἐπήγγελλες, δηλώσων ἐστάλην, ἑβδομαῖός σοι ἐς ὄψιν ἥκων ʽοὗ τί ἂν γενέσθαι δύναιτο θᾶσσον;ʼ ταῦτά σοι ἐξειργασμένα ἐς πατρίδα τὴν ἐμὴν εὗρον.

就我而言,自我被遣去向安条克人传达您的要求之后,第七日我便来到您的御前——何事能比这更为迅捷呢?——却见您已对我这故土施加了这般侵害。

§2.7.26

οἱ δὲ δὴ πάντων ἤδη τῶν τιμιωτάτων ἐκστάντες, εἶτα ἐς τὸν περὶ ψυχῆς ἀγῶνα καθίστανται μόνον, κρείσσους, οἶμαι, γεγενημένοι ἤ σοί τι τὸ λοιπὸν τῶν χρημάτων εἰσφέρειν.2

而城民们既已交出了所有最珍贵的财物,此后便只陷入了关乎性命的抗争之中,依我所见,他们已超越了日后再向您纳献任何资财的境地。

§2.7.27

τὸ γὰρ ἐκτιννύναι τι τῶν οὐ παρόντων ἀνθρώπῳ ἂν οὐδεμία μηχανὴ γένοιτο.

盖因绝无任何手段能使人拿出并不存在之物。

§2.7.28

πάλαι δὲ τοῖς ἀνθρώποις εὖ τε καὶ καλῶς διώρισται τὰ τῶν πραγμάτων ὀνόματα· ἐν οἷς καὶ τόδε ἐστίν, ἀγνωμοσύνης κεχωρίσθαι ἀσθένειαν.

自古以来,人事之名称已被妥当而公允地界定;其中便有此条:软弱无能有别于背信弃义。

§2.7.29

ἡ μὲν γὰρ τρόπου ἀκολασίᾳ ἐς τὸ ἀντιτείνειν χωροῦσα μισεῖσθαι, ὡς τὸ εἰκός, εἴωθεν, ἡ δὲ τῷ τῆς ὑπουργίας ἀδυνάτῳ ἐς ταὐτὸ τοῦτο ἐκφερομένη ἐλεεῖσθαι ἱκανῶς πέφυκεν.

盖因一方〔背信弃义〕出于性情放肆而走向抗拒,按理惯常遭人憎恶;另一方〔软弱无能〕则因力不能及而导致同一结果,天生便当蒙受十足的怜悯。

§2.7.30

ἔασον τοίνυν ἡμᾶς ἅπαντα, ὦ βασιλεῦ, κληρωσαμένους τὰ χείριστα τοῦτο γοῦν φέρεσθαι παραμύθιον, τὸ μὴ δοκεῖν τῶν ξυμπεπτωκότων ἡμῖν αὐτοὺς αἰτίους γενέσθαι.

因此,君王啊,请容许我们这些抽得最惨厄运之人,至少能带走这一慰藉:即不被视为降临于己之浩劫的始作俑者。

§2.7.31

καὶ χρήματα μέν σοι ὅσα λαβὼν ἔχεις διαρκεῖν οἴου, μὴ τῷ σῷ ταῦτα σταθμώμενος ἀξιώματι, ἀλλὰ τὴν Βεροιαίων σκοπῶν δύναμιν.

至于您已经收缴并持有的钱财,请视其为充足之数,切莫以您自身的尊严来衡量,而当顾及贝罗埃亚人的实际能力。

§2.7.32

περαιτέρω δὲ ἡμᾶς βιάζου μηδέν, μή ποτε δόξῃς οἷς ἐγκεχείρηκας ἀδύνατος εἶναι· τὸ γὰρ ὑπερβάλλον ἀεὶ τῷ ἀμηχάνῳ τετίμηται·3 τὸ δὲ μὴ τοῖς ἀδυνάτοις ἐγχειρεῖν κράτιστον.

切莫进一步逼迫我们,免得您显得对自己所图之事无能为力;盖因过分之举总以走投无路为代价,而不染指绝无可能之事方为上策。

§2.7.33

ταῦτα μὲν οὖν μοι ἀπολελογήσθω ἐν τῷ παραυτίκα ὑπὲρ ἀνδρῶν τῶνδε. ἢν δέ γε τοῖς ταλαιπώροις ξυγγενέσθαι δυνατὸς εἴην, ἔχοιμι ἄν τι καὶ ἄλλο τῶν νῦν με λεληθότων εἰπεῖν.” τοσαῦτα τὸν Μέγαν εἰπόντα ὁ Χοσρόης ἐς τὴν ἀκρόπολιν ἀφῆκεν ἰέναι. ὃς δὴ ἐνταῦθα γενόμενος καὶ τὰ ξυμπεσόντα ἀμφὶ τῇ πηγῇ μαθὼν ἅπαντα, δεδακρυμένος τε παρὰ Χοσρόην αὖθις ἀφίκετο καὶ πρηνὴς κείμενος οὐδὲν μὲν Βεροιαίοις ἰσχυρίζετο ἀπολελεῖφθαι τῶν πάντων χρημάτων, μόνα δέ οἱ τῶν ἀνθρώπων ἱκέτευε χαριεῖσθαι τὰ σώματα.

关于这些城民,且让我此刻就此代为申辩。但若我能与那些受难之人相见,或许我还能就眼前尚不详知之事,再行陈述。”在梅加斯陈述完毕后,库斯老准许他前往卫城。他到达彼处并获知了关于泉水的一切变故后,满面垂泪地再次返回库斯老处,伏地叩首,断言贝罗埃亚人已无任何钱财剩余,仅乞求将城民的肉身性命恩赐给他。

§2.7.35

ταῖς τε τοῦ ἀνδρὸς ὀλοφύρσεσιν ὁ Χοσρόης ἠγμένος τὴν δέησιν ἐπιτελῆ ἐποιεῖτο, καὶ διομοσάμενος ἅπασι τοῖς ἐν ἀκροπόλει τὰ πιστὰ ἔδωκε.

库斯老为该人的哀泣所打动,遂准允了这一祈求,并起誓向卫城中的所有人提供了安全信诺。

§2.7.36

Βεροιαῖοι δὲ παρὰ τοσοῦτον κινδύνου ἐλθόντες,4 ἀπέλιπόν τε τὴν ἀκρόπολιν ἀπαθεῖς κακῶν καὶ ἀπιόντες ᾤχοντο ὡς ἕκαστός πη ἐβούλετο. τῶν δὲ στρατιωτῶν ὀλίγοι μὲν αὐτοῖς τινες εἵποντο, οἱ δὲ πλεῖστοι ἐθελούσιοι παρὰ Χοσρόην αὐτόμολοι ἦλθον, ἐπικαλοῦντες ὅτι δὴ τὰς συντάξεις χρόνου μακροῦ σφίσι τὸ δημόσιον ὦφλε, καὶ ξὺν αὐτῷ ὕστερον ἐς τὰ Περσῶν ἤθη ἐχώρησαν.

贝罗埃亚人历经如此巨大的凶险,终于毫发无损地撤离了卫城,各自奔向心仪之地。在守军之中,仅有少数随他们而去,绝大多数则自愿作为逃兵归降库斯老,控诉国库长期拖欠其军饷,随后便跟随他一同开拔前往波斯人的疆土。

语法注4 条
  1. 2.7.24ὅπως δὲ ἅπαντα ἀκούσῃ πρᾴως

    由 ὅπως 接将来直陈式(ἀκούσῃ,ἀκούω 的关身将来时二人称单数)构成的独立句,表达委婉的恳求或命令(“务请温和地听取……”)。语法上被视为省略了主句动词(如 ὅρα 或 σκόπει)。

  2. 2.7.26κρείσσους, οἶμαι, γεγενημένοι ἤ σοί τι τὸ λοιπὸν τῶν χρημάτων εἰσφέρειν

    “比较级形容词(κρείσσους)+ ἤ + 不定式(εἰσφέρειν)”结构,意为“过于……以至于不能……”此处反讽地使用 κρείσσους(“更强、凌驾于……之上”,由 οἶμαι 提示),意为因一无所有而“已超越了日后再向您纳献资财的境地”。主格分词 γεγενημένοι 与上文主语 οἱ δέ 一致。

  3. 2.7.32τὸ γὰρ ὑπερβάλλον ἀεὶ τῷ ἀμηχάνῳ τετίμηται

    中性现在分词 τὸ ὑπερβάλλον(“过度之事”)作主语,结合 τετίμηται(动词 τιμάω 的完成时被动态,意为“被判定代价/遭受惩罚”)及与格 τῷ ἀμηχάνῳ(“走投无路/不可能”),为格言式表达,意为“过度之举总是以陷入绝境为代价”。

  4. 2.7.36παρὰ τοσοῦτον κινδύνου ἐλθόντες

    由介词 παρά + 宾格中性指示代词 τοσοῦτον + 部分属格 κινδύνου 构成的习语,表示“濒临如此程度的险境”或“险遭如此奇险”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.7.20-2.7.37