- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.7.1-2.7.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梅加斯前往安条克促成协定履行,库斯老则在贝罗埃亚城民无力付清赎金退守要塞后将该城焚毁。在安条克,因帝国使节强行阻挠纳款,主教与守将相继出逃,梅加斯返抵贝罗埃亚后严厉谴责库斯老的背信弃义。
Οὕτω μὲν οὖν ἐκείνῃ τῇ ἡμέρᾳ ὅ τε Μέγας ἐνθένδε ἀπαλλαγεὶς τὴν ἐπὶ τοὺς Ἀντιοχέας ἤλαυνε καὶ ὁ Χοσρόης τὰ λύτρα λαβὼν ἐς Βέροιαν ᾔει.
于是,在那一天,梅加斯自彼处启程,急急奔向安条克人,而库斯老在收取了赎金之后,便向贝罗埃亚进发。
Βέροια δὲ Ἀντιοχείας μὲν καὶ Ἱεραπόλεως μεταξὺ κεῖται, δυοῖν δὲ ἡμερῶν ὁδῷ εὐζώνῳ ἀνδρὶ ἑκατέρας διέχει.1
贝罗埃亚地处安条克与希拉波利斯之间,对轻装徒步者而言,距两地各为两日的路程。
ὁ μὲν οὖν Μέγας ἅτε ξὺν ὀλίγοις τισὶ πορευόμενος ὀξύτερον ᾔει, ὁ δὲ Περσῶν στρατὸς μοῖραν ἀεὶ τὴν ἡμίσειαν τῆς ὁδοῦ ἤνυε.
梅加斯因随行人员寥寥,前行更为迅捷,而波斯军队每日所行不过其半程。
τετάρτῃ δὲ ἡμέρᾳ ὁ μὲν ἐς Ἀντιόχειαν, οἱ δὲ ἐς τὸ Βεροίας προάστειον ἦλθον.
第四天,梅加斯抵达安条克,波斯人则到达贝罗埃亚的郊区。
καὶ χρήματα Χοσρόης τοὺς Βεροιαίους τὸν Παῦλον στείλας εὐθὺς ἔπραττεν, οὐχ ὅσα πρὸς τῶν Ἱεραπολιτῶν ἔλαβε μόνον, ἀλλὰ καὶ τούτων διπλάσια, ἐπεὶ τὸ τεῖχος αὐτοῖς ἐπιμαχώτατον ὂν πολλαχῆ εἶδε.
库斯老随即派遣保罗,向贝罗埃亚人索要钱财,不仅要其支付从希拉波利斯人处索得的数额,更要求加倍纳献,因其见该城墙在多处极易遭受攻袭。
Βεροιαῖοι δέ ʽθαρρεῖν γὰρ ἐπὶ τῷ περιβόλῳ οὐδαμῆ εἶχον’ ξὺν προθυμίᾳ μὲν ὑπεδέξαντο ἅπαντα δώσειν, δισχίλια δὲ δόντες ἀργύρου σταθμά, τὰ λειπόμενα διδόναι οὐκ ἔφασαν οἷοί τε εἶναι.
贝罗埃亚人对环城工事全无坚守之把握,起初固然欣然允诺全额交付,但在纳献了两千磅白银之后,却声称无力交付余款。
ἐγκειμένου τε σφίσι διὰ ταῦτα Χοσρόου, νυκτὸς ἐπιλαβούσης ἐς τὸ φρούριον ἅπαντες ὃ ἐν τῇ ἀκροπόλει ἐστὶ κατέφυγον ξὺν τοῖς στρατιώταις, οἳ δὴ ἐνταῦθα ἐπὶ φυλακῇ ἐτετάχατο.
因库斯老就此严词逼迫,夜幕降临之际,全体城民遂同驻守于该处充当卫戍的将士一起,逃入卫城之中的要塞。
τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἐστέλλοντο μὲν πρὸς Χοσρόου ἐς τὴν πόλιν τινὲς ἐφ’ ᾧ τὰ χρήματα λήψονται, οἱ δὲ ἄγχιστά πη τοῦ περιβόλου γενόμενοι κεκλεισμένας μὲν τὰς πύλας ἁπάσας εὗρον, ἀνθρώπων δὲ οὐδενὶ ἐντυχεῖν ἔχοντες τῷ βασιλεῖ τὰ παρόντα σφίσιν ἐσήγγελλον.
次日,库斯老遣人入城接收财物,及至城垣近旁,却见各道城门皆已紧闭;由于未能遇及一人,便向国王禀报眼前的情形。
καὶ ὃς τῷ τείχει κλίμακας ἐπιθέντας ἀποπειρᾶσθαι τῆς ἀνόδου ἐκέλευεν, οἱ δὲ κατὰ ταῦτα ἐποίουν.
国王遂下令将梯子架于城墙上,尝试登城,他们便依令而行。
οὐδενός τε σφίσιν ἀντιστατοῦντος, ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰς μὲν πύλας κατ’ ἐξουσίαν ἀνέῳγον, ἐδέχοντο δὲ τῇ πόλει τόν τε στρατὸν ἅπαντα καὶ Χοσρόην αὐτόν. θυμῷ τε πολλῷ ὁ βασιλεὺς ἤδη ἐχόμενος τὴν πόλιν ὀλίγου δέοντος2 ἐνέπρησε πᾶσαν. ἐς δὲ τὴν ἀκρόπολιν ἀναβὰς ἐπὶ τὸ φρούριον τειχομαχεῖν ἔγνω.
在无人阻拦的情况下,他们登入城垣之内,随心所欲地大开城门,将全军及库斯老本人迎入城中。国王此际已被盛怒所笼罩,几乎将整座城市焚掠殆尽;随后他登上卫城,决意对要塞发起攻城战。
ἐνταῦθα οἱ μὲν Ῥωμαίων στρατιῶται καρτερῶς ἀμυνόμενοι τῶν πολεμίων τινὰς ἔκτεινον, τῷ δὲ Χοσρόῃ εὐτύχημα μέγα τῷ τῶν πολιορκουμένων ἀξυνέτῳ3 γενέσθαι ξυνέβη, οἳ δὴ οὐ μόνοι ἐς τὸ φρούριον τοῦτο, ἀλλὰ ξύν τε τοῖς ἵπποις καὶ ζῴοις τοῖς ἄλλοις κατέφυγον, ταύτῃ τε τῇ σμικρολογίᾳ καταστρατηγηθέντες ἐς κίνδυνον ἦλθον.
在此处,罗马将士英勇抵御,击毙了若干敌兵;然而,因被围困之人的愚顽,库斯老竟意外获得了莫大的侥幸:这批人逃入要塞时,不仅自身遁入,还将马匹及其他牲畜一并带入,因这一狭隘算计而自食其果,陷入了险境。
μιᾶς γὰρ οὔσης ἐνταῦθα πηγῆς, ἵππων τε καὶ ἡμιόνων καὶ ζῴων ἑτέρων οὐ δέον αὐτὴν ἐκπεπωκότων, ἀποξηρανθῆναι ξυνέβη τὸ ὕδωρ. Βεροιαίοις μὲν τὰ πράγματα ὧδέ πη εἶχεν.
盖因该处仅有一处泉源,而马匹、骡子与其他牲畜滥加饮用,致使泉水全告枯竭。贝罗埃亚人的局势大抵如此。
Ὁ δὲ Μέγας εἰς Ἀντιόχειαν ἀφικόμενος ἀγγείλας τε ὅσα οἱ πρὸς Χοσρόην ξυνέκειτο, ἔργῳ ταῦτα ἐπιτελεῖν οὐδαμῆ ἔπειθεν.
且说梅加斯抵达安条克,通报了他与库斯老议定的一切条件,却根本无法说服人们在行动上予以落实。
ἐτύγχανε γὰρ Ἰουστινιανὸς βασιλεὺς Ἰωάννην τε τὸν Ῥουφίνου καὶ Ἰουλιανὸν τὸν τῶν ἀπορρήτων γραμματέα πρέσβεις παρὰ Χοσρόην στείλας. ἀσηκρήτις καλοῦσι τὸ ἀξίωμα τοῦτο Ῥωμαῖοι· σήκρητα γὰρ καλεῖν τὰ ἀπόρρητα νενομίκασιν.4
盖因查士丁尼皇帝恰好已派遣鲁菲努斯之子约翰以及掌管机密的文书官朱利安作为使节前往库斯老处。罗马人称此官衔为阿塞克雷蒂斯,因他们习惯将机密称为塞克雷塔。
οἳ δὴ ἐς Ἀντιόχειαν ἀφικόμενοι ἔμενον. Ἰουλιανός τε, τῶν πρέσβεων ἅτερος, διαρρήδην ἀπεῖπεν ἅπασι χρήματα μὴ διδόναι τοῖς πολεμίοις, μηδὲ τὰς βασιλέως ὠνεῖσθαι πόλεις, ἀλλὰ καὶ τῷ Γερμανῷ διέβαλλε τὸν ἀρχιερέα Ἐφραίμιον, ἅτε τῷ Χοσρόῃ ἐνδοῦναι τὴν πόλιν ἐν σπουδῇ ἔχοντα.
此二人抵达安条克后一直滞留于彼。使节之一的朱利安明令禁止任何人向敌军交纳资财,亦不得赎买皇帝的城池,甚至向日耳曼努斯进谗诋毁大祭司埃弗拉伊米乌斯,声称其急欲将城市拱手献于库斯老。
διὸ δὴ Μέγας ἄπρακτος ἀνεχώρησεν. Ἐφραίμιος δέ, ὁ τῆς Ἀντιοχείας ἐπίσκοπος, δείσας τὴν Περσῶν ἔφοδον ἐς Κίλικας ἦλθεν. οὗ δὴ καὶ Γερμανὸς ἀφίκετο οὐ πολλῷ ὕστερον, ὀλίγους μέν τινας ἐπαγόμενος, τοὺς δὲ πλείστους ἐνταῦθα ἐάσας.
梅加斯遂一无所成地折返。安条克主教埃弗拉伊米乌斯惧怕波斯军进袭,出逃至基利家;不久之后日耳曼努斯亦逃抵该处,他仅随身带走寥寥数人,而将绝大多数人员留在原地。
Μέγας δὲ κατὰ τάχος ἐς Βέροιαν ἥκων περιώδυνός τε τοῖς ξυμπεσοῦσι γενόμενος ᾐτιᾶτο Χοσρόην εἰργάσθαι Βεροιαίους ἀνόσια ἔργα, ὅτι δὴ αὐτὸν μὲν ἐς Ἀντιόχειαν ὡς ἐπὶ ταῖς σπονδαῖς στείλειε, τῶν δὲ πολιτῶν οὐδὲν τὸ παράπαν ἠδικηκότων τά τε χρήματα ἐληίσατο καὶ ἠνάγκασε σφᾶς αὐτοὺς ἐν τούτῳ δὴ τῷ φρουρίῳ καθεῖρξαι, οὕτω τε τὴν πόλιν ἐμπρήσας ἐς τὸ ἔδαφος οὐ δέον καθεῖλε.
梅加斯急急返回贝罗埃亚,因眼前降临的浩劫而悲痛欲绝,痛斥库斯老对贝罗埃亚人施加了不义暴行:盖因库斯老明是以订立条约为名将其遣往安条克,却在城民未曾有任何过犯的情况下,掠夺其钱财,逼迫其退守于此要塞之中,并纵火焚城,不当地将其夷为平地。
- 2.7.2δυοῖν δὲ ἡμερῶν ὁδῷ εὐζώνῳ ἀνδρὶ ἑκατέρας διέχει
δυοῖν ἡμερῶν ὁδῷ 为表示距离或程度的与格。εὐζώνῳ ἀνδρί(轻装者、步履轻捷之人)作评判主体的与格(或关涉与格),表示“对轻装徒步者而言两日之行程”。ἑκατέρας 为分离属格,受动词 διέχει(距……隔有距离)支配。
- 2.7.11ὀλίγου δέοντος
源自属格独立结构的惯用语(与 ὀλίγου δεῖν 同义),意为“差一点”“几乎”,以副词性功能修饰主动词 ἐνέπρησε πᾶσαν(焚毁了整座城)。
- 2.7.12τῷ τῶν πολιορκουμένων ἀξυνέτῳ
中性单数形容词 ἀξύνετον 与冠词连用构成名词化表达(“愚昧无知”“缺乏深思”),在此充当表示原因的与格。τῶν πολιορκουμένων 为主格性属格,指出行为的主体。在整句中,εὐτύχημα μέγα γενέσθαι 构成不定式短语,作非人称主谓语 ξυνέβη 的主语。
- 2.7.15ἀσηκρήτις καλοῦσι τὸ ἀξίωμα τοῦτο Ῥωμαῖοι· σήκρητα γὰρ καλεῖν τὰ ἀπόρρητα νενομίκασιν.
普罗科匹乌斯对拉丁语官名 a secretis(机要秘书)的希腊语音译 ἀσηκρήτις 所作的插入性说明。τὸ ἀξίωμα τοῦτο 为宾语,ἀσηκρήτις 为补足语构成双重宾格。在后半句的解释从句中,τὰ ἀπόρρητα 为直接宾语,σήκρητα(即拉丁语 secreta)作谓语性宾格。
