← 普罗科皮乌斯

战史

§2.6.12-2.6.25

主教梅加斯出使与库斯老撤军协议

日耳曼努斯加固城防的设想遭建筑师否决,鉴于朝廷援军无望,安条克人遂派主教梅加斯前往库斯老处求和。库斯老移师防备森严的希拉波利斯勒索得银两,最终与梅加斯达成以十个肯特纳里昂黄金换取从罗马全境撤军的协议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6.12

ἐκέλευεν οὖν ἢ τὴν πέτραν ἀποτεμνομένους βαθύν τινα βόθρον ἀμφὶ τὸ τεῖχος ἐργάζεσθαι, μή τις ἐνθένδε ἀναβησόμενος ἐπὶ τὸν περίβολον ἴοι,1 ἢ πύργον μέγαν τινὰ δειμαμένους ἐνταῦθα τὴν ἀπ’ αὐτοῦ οἰκοδομίαν ἐνάψαι τῷ τῆς πόλεως τείχει.

因此,他下令:要么将巨岩凿平,在城墙周围开凿一道深壕,以免有人自此处攀援而登上城垣;要么在此建造一座巨塔,将自塔身延伸的工事与城市城墙连接起来。

§2.6.13

ἀλλὰ τοῖς τῶν οἰκοδομιῶν ἀρχιτέκτοσι ποιητέα τούτων ἐδόκει οὐδέτερα εἶναι. οὔτε γὰρ ἐν χρόνῳ βραχεῖ ἐπιτελῆ ἔσεσθαι οὕτως ἐγκειμένης τῆς τῶν πολεμίων ἐφόδου, ἀρχόμενοί τε τοῦ ἔργου τούτου καὶ οὐκ ἐς πέρας αὐτοῦ ἐξικνούμενοι οὐκ ἄλλο οὐδὲν ἢ τοῖς πολεμίοις ἐνδείξονται2 ὅπη ποτὲ τοῦ τείχους σφίσι πολεμητέα εἴη.

然而在工程建筑师们看来,这两项举措皆不可行。因为他们认为,在敌军进逼如此紧迫的情况下,工程绝不可能在短时间内竣工;倘若着手此项工程而未能将其完成,则无异于向敌人明确指示应从城墙的何处发起进攻。

§2.6.14

Γερμανὸς δὲ ταύτης δὴ τῆς ἐννοίας σφαλείς, τὰ μὲν πρῶτα στρατὸν ἐκ Βυζαντίου καραδοκῶν ἐλπίδα τινὰ ἐπ’ αὐτῷ εἶχεν.

日耳曼努斯在这一设想受挫后,起初仍企盼来自拜占庭的援军,并对其寄托着一线希望。

§2.6.15

ἐπεὶ δὲ χρόνου τριβέντος συχνοῦ οὔτε τις ἐκ βασιλέως στρατὸς ἀφίκετο οὔτε ὅτι ἀφίξεται ἐπίδοξος ἦν, ἐς δέος ἦλθε μὴ ὁ Χοσρόης πυθόμενος βασιλέως ἀνεψιὸν ἐνταῦθα εἶναι, προυργιαίτερον ἄλλου ὁτουοῦν ποιήσηται Ἀντιόχειάν τε καὶ αὐτὸν ἐξελεῖν, καὶ ἀπ’ αὐτοῦ τῶν ἄλλων ἁπάντων ἀφέμενος παντὶ τῷ στρατῷ ἐπ’ αὐτὴν ἴοι.

然而,在虚耗了相当多的时日之后,皇帝的军队既未开赴,亦无任何有望抵达的迹象,他便陷入恐惧,担心库斯老在获悉皇帝的侄儿在此之后,会将攻克安条克并俘获他本人视为先于任何他事的首要之务,从而放弃其余所有目标,率全军进袭此城。

§2.6.16

ταῦτα καὶ Ἀντιοχεῦσιν ἐν νῷ ἔχουσι βουλήν τε ὑπὲρ τούτων πεποιημένοις ξυμφορώτατον ἔδοξεν εἶναι χρήματα προεμένοις Χοσρόῃ κίνδυνον τὸν παρόντα διαφυγεῖν.

安条克人心中亦存此念,并在就此商议之后,一致认为通过向库斯老纳献资财以摆脱眼前的危险乃是上上之策。

§2.6.17

Μέγαν τοίνυν, τὸν Βεροίας ἐπίσκοπον, ἄνδρα ξυνετόν (ἐπιχωριάζων γὰρ αὐτοῖς ἐτύγχανε τότε) Χοσρόου δεησόμενον πέμπουσιν, ὃς δὴ ἐνθένδε σταλεὶς καταλαμβάνει τὸν Μήδων στρατὸν Ἱεραπόλεως οὐ μακρὰν ἄποθεν.

于是,他们派遣贝罗埃亚的主教梅加斯——一位明达之士,当时恰好逗留于此地——前往恳求库斯老;梅加斯自此处启程,在距希拉波利斯不远处追赶上了米底人的大军。

§2.6.18

Χοσρόῃ τε ἐς ὄψιν ἥκων πολλὰ ἐλιπάρει ἀνθρώπους οἰκτεῖραι οἳ οὔτε τι ἐς αὐτὸν ἥμαρτον οὔτε τῇ Περσῶν στρατιᾷ οἷοί τε ἀντιτείνειν εἰσί.

来到库斯老跟前,他再三恳请其怜恤那些既未曾得罪于他、亦无力抵抗波斯军队的人民。

§2.6.19

πρέπειν γὰρ ἀνδρὶ βασιλεῖ πάντων ἥκιστα τοῖς ὑποχωροῦσι καὶ οὐδαμῆ ἐθέλουσιν ἀντιτάσσεσθαι ἐπεμβαίνειν τε καὶ βιάζεσθαι, ἐπεὶ οὐδὲ τῶν νῦν δρωμένων βασιλικόν τι οὐδὲ γενναῖον αὐτῷ ἐργασθείη,3 ὅτι δὴ οὐ παρασχόμενος τῷ Ῥωμαίων βασιλεῖ βουλῆς τινα χρόνον, ὥστε ἢ τὴν εἰρήνην κρατύνασθαι, ὅπη ἂν ἑκατέρῳ δοκοίη, ἢ τὰ ἐς τὸν πόλεμον ἐκ συνθήκης, ὡς τὸ εἰκός, ἐξαρτύεσθαι, ἀλλ’ οὕτως ἀνεπισκέπτως ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἔλθοι, οὔπω τοῦ σφετέρου βασιλέως ἐπισταμένου τὰ παρόντα σφίσι.

他力陈:对于一位君王而言,践踏与强暴那些步步退让且绝无对抗之意的人最为不合体统;况且在他当下的所作所为之中,亦不见任何合乎君道或高贵之举,因为他并未留给罗马皇帝任何深思熟虑的时间,以便双方能按各自认可的方式巩固和平,或依循惯例按照约定整饬战备,反而在其君主尚不知晓面临何种局势的情况下,如此不假思索地披甲向罗马人进犯。

§2.6.20

ταῦτα ὁ Χοσρόης ἀκούσας λόγῳ ξυνετῷ τὸν τρόπον ῥυθμίζεσθαι ὑπὸ ἀμαθίας οὐδαμῶς ἴσχυσεν, ἀλλ’ ἔτι μᾶλλον τὴν διάνοιαν ἢ πρότερον ἤρθη.

库斯老闻听此言,因其蛮冥固陋,绝无可能借由明智之言来修饬其性情,反而在心智上比先前更趋狂妄自大。

§2.6.21

Σύρους τε οὖν ἠπείλησε καταστρέψασθαι καὶ Κίλικας πάντας, καί οἱ τὸν Μέγαν ἕπεσθαι κελεύσας ἐς τὴν Ἱεράπολιν ἐπῆγε τὸ στράτευμα.

他遂威胁要征服所有的叙利亚人与基利家人,并在命令梅加斯随行之后,率军开往希拉波利斯。

§2.6.22

οὗ δὴ ἀφικόμενός τε καὶ ἐνστρατοπεδευσάμενος, ἐπειδὴ τόν τε περίβολον ὀχυρὸν ὄντα εἶδε καὶ στρατιωτῶν ἔμαθε φυλακτήριον διαρκῶς ἔχειν, χρήματα τοὺς Ἱεραπολίτας ᾔτει, Παῦλον ἑρμηνέα παρ’ αὐτοὺς πέμψας. ὁ δὲ Παῦλος οὗτος ἐτέθραπτό τε ἐν γῇ τῇ Ῥωμαίων καὶ εἰς γραμματιστοῦ παρὰ Ἀντιοχεῦσιν ἐφοίτησεν, ἐλέγετο δὲ καὶ Ῥωμαῖος γένος τὸ ἐξ ἀρχῆς εἶναι.

抵彼并扎营之后,他既见该处城垣坚固,又获悉城中拥有充足的士卒驻防,便派遣译员保罗前往希拉波利斯人处索要钱财。这位保罗原在罗马领地抚育成人,曾在安条克人处从师文法教师,据说原本亦是罗马人后裔。

§2.6.24

οἱ δὲ μάλιστα μὲν καὶ ὣς ἀμφὶ τῷ περιβόλῳ δειμαίνοντες, χώραν περιβεβλημένῳ πολλὴν μέχρι ἐς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει, ἔπειτα δὲ καὶ τὴν γῆν ἀδῄωτον ἔχειν ἐθέλοντες, ὡμολόγησαν ἀργύρου σταθμὰ δισχίλια δώσειν.

而希拉波利斯人即便如此,亦因其环城城垣围抱了直抵该处耸立之大山的辽阔地域而极度惶恐,加之渴望使其田园免遭劫掠,遂同意交付两千磅白银。

§2.6.25

τότε δὴ Μέγας ὑπὲρ τῶν ἑῴων ἁπάντων Χοσρόην ἱκετεύων οὐκέτι ἀνίει, ἕως αὐτῷ ὁ Χοσρόης ὡμολόγησε δέκα τε χρυσοῦ κεντηνάρια λήψεσθαι καὶ πάσης ἀπαλλαγήσεσθαι τῆς Ῥωμαίων ἀρχῆς.

当此之时,梅加斯为东方全体居民向库斯老苦苦恳请,片刻不息,直至库斯老向其允诺:收取十个肯特纳里昂黄金,并从罗马帝国的全境彻底撤离。

语法注3 条
  1. 2.6.12μή τις ἐνθένδε ἀναβησόμενος ἐπὶ τὸν περίβολον ἴοι

    由 μή 引导的否定目的从句,接希求法动词 ἴοι;因主句动词 ἐκέλευεν 为过去时态(未完成过去时),从属从句采用转述希求法。分词 ἀναβησόμενος 为将来时分词,表企图或将来的动作(“自此处攀登而进犯城垣者”)。

  2. 2.6.13οὔτε γὰρ ἐν χρόνῳ βραχεῖ ἐπιτελῆ ἔσεσθαι οὕτως ἐγκειμένης τῆς τῶν πολεμίων ἐφόδου, ἀρχόμενοί τε τοῦ ἔργου τούτου καὶ οὐκ ἐς πέρας αὐτοῦ ἐξικνούμενοι οὐκ ἄλλο οὐδὲν ἢ τοῖς πολεμίοις ἐνδείξονται

    承接前文 ἐδόκει 的复杂句式。前半句为“宾格加不定式”结构(省略主语[τὰ ἔργα],不定式为 ἔσεσθαι,表语为 ἐπιτελῆ),其间插入属格绝对构式(οὕτως ἐγκειμένης...)。后半句出现句法断联(anacoluthon),由间接引语转为主语修饰的主格分词(ἀρχόμενοι, οὐκ... ἐξικνούμενοι)并直接接将来直陈式动词 ἐνδείξονται。

  3. 2.6.19ἐπεὶ οὐδὲ τῶν νῦν δρωμένων βασιλικόν τι οὐδὲ γενναῖον αὐτῷ ἐργασθείη

    间接引语(转述梅加斯的陈词)中的原因从句,使用转述希求法动词 ἐργασθείη(不定过去被动希求法)。主语为中性短语 βασιλικόν τι οὐδὲ γενναῖον,τῶν νῦν δρωμένων 为部分属格,αὐτῷ 为伴随被动式的施动者与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.6.12-2.6.25