- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.6.1-2.6.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
负责东方防务的布泽斯在希拉波利斯向当地要人陈说守御之策后,却携精锐潜逃;查士丁尼皇帝派遣侄儿日耳曼努斯驰援安条克,后者巡视城防时发现奥罗卡西亚斯一处致命弱点。
Ἐτύγχανε δὲ ὀλίγῳ ἔμπροσθεν βασιλεὺς ἀρχὴν τῆς ἕω τὴν στρατηγίδα διελὼν δίχα, καὶ τὰ μὲν ἄχρι ἐς ποταμὸν Εὐφράτην ἐς τὸ Βελισαρίου ἀπολιπὼν ὄνομα ὃς ξύμπασαν τὴν ἀρχὴν τὰ πρότερα εἶχε, τὰ δὲ ἐνθένδε μέχρι τῶν Περσικῶν ὁρίων τῷ Βούζῃ ἐπιτρέψας, ὃν δὴ ἁπάσης ἐπιμέλεσθαι τῆς ἑῴας ἀρχῆς, ἕως Βελισάριος ἐξ Ἰταλίας ἐπανήκοι, ἐκέλευε.
此前不久,皇帝曾将东方的军事统辖权一分为二:直至幼发拉底河一带仍保留在先前掌握全权统辖的贝利萨留名下;自该河至波斯边境一带则委任给布泽斯,命其在贝利萨留从意大利返回之前统领整个东方的军务。
διὸ δὴ ὁ Βούζης ἅπαντα τὸν στρατὸν ἑπόμενον ἔχων τὰ μὲν πρῶτα ἐπὶ τῆς Ἱεραπόλεως ἔμενεν· ἐπεὶ δὲ τὰ ξυμπεσόντα Σουρηνοῖς ἔμαθε, ξυγκαλέσας τοὺς Ἱεραπολιτῶν πρώτους ἔλεξε τοιάδε “Οἷς μὲν ἐξ ἀντιπάλου τῆς δυνάμεως πρὸς τοὺς ἐπιόντας ὁ ἀγών ἐστιν, ἐς χεῖρας τοῖς πολεμίοις ἐκ τοῦ εὐθέος καθίστασθαι οὐδὲν ἀπεικός, οἷς δὲ τῶν ἐναντίων πολλῷ τῷ διαλλάσσοντι1 καταδεεστέροις ξυμβαίνει εἶναι, μηχαναῖς τισι τοὺς πολεμίους περιελθεῖν μᾶλλον ξυνοίσει ἢ ἐκ τοῦ ἐμφανοῦς ἀντιτασσομένοις ἐς κίνδυνόν τινα προὖπτον ἰέναι.
因此,布泽斯率领全军随行,起初驻扎在希拉波利斯;及至获悉苏拉人所遭遇的劫难,他便召集希拉波利斯的头面人物,发表了如下讲话:“对于兵力与进犯之敌势均力敌者而言,直截了当与敌军短兵相接固无可非议;然而对于明显以悬殊差距逊于对手者来说,运用某些谋略智取敌人,远比公然布阵迎敌而蹈入明摆的险境更为有益。
ἡλίκος μὲν οὖν ἐστιν ὁ Χοσρόου στρατὸς ἀκούετε δήπου. ἢν δὲ αὐτὸς μὲν πολιορκίᾳ ἡμᾶς ἐξελεῖν βούληται, ἡμεῖς δὲ ἀπὸ τοῦ τείχους τὸν πόλεμον διενέγκωμεν, ἡμᾶς μὲν τὰ ἐπιτήδεια ἐπιλείψειν εἰκός, Πέρσας δὲ ἅπαντα ἐκ τῆς ἡμετέρας οὐδενὸς ἀντιστατοῦντος κομίζεσθαι.
库斯老的军容何其壮大,想必诸位皆有耳闻。倘若他意图以围城战困毙我们,而我们仅在城墙上被动应战,那么粮秣用度恐将耗竭于我方,而波斯人因无人敢于抗衡,必将掠取我国土上的一切资财。
ταύτῃ τε τῆς πολιορκίας μηκυνομένης, οὐδὲ ἀρκέσειν τὸν περίβολον ταῖς τῶν πολεμίων ἐπιβουλαῖς οἶμαι, ὃν δὴ ἐπιμαχώτατον πολλαχόσε τετύχηκεν εἶναι,2 καί τι Ῥωμαίοις τῶν ἀνηκέστων ξυμβήσεσθαι.
若围城战以此态势经久拖延,我认为这道在多处恰好极易受攻的城垣甚至将不足以抵御敌人的攻势,罗马人亦必将遭遇不可挽回的灾难。
ἢν δέ γε μοίρᾳ μέν τινι τοῦ στρατοῦ τὸ τῆς πόλεως φυλάξωμεν τεῖχος, οἱ δὲ λοιποὶ τὰς ἀμφὶ τὴν πόλιν ὑπωρείας καταλάβωσιν, ἐνθένδε καταθέοντες πὴ μὲν τὸ τῶν ἐναντίων στρατόπεδον, πὴ δὲ τοὺς τῶν ἐπιτηδείων ἕνεκα στελλομένους, ἀναγκάσουσι Χοσρόην αὐτίκα δὴ μάλα λύσαντα τὴν προσεδρείαν, τὴν ἀναχώρησιν δι’ ὀλίγου ποιήσασθαι, οὔτε τὰς προσβολὰς ἀδεέστερον ἐπάγειν τῷ περιβόλῳ παντελῶς ἔχοντα οὔτε τι τῶν ἀναγκαίων στρατῷ τοσούτῳ πορίζεσθαι.”
反之,我们若以军中一部分守卫城墙,其余兵力进占环城丘陵脚下,自该处出击,时而奔袭敌军营盘,时而截击其派遣的征粮小队,则必迫使库斯老极速解除围困并在短时间内撤离,因其既绝无可能毫无忌惮地向城垣发动突击,亦无法为如此庞大的军队筹集任何给养。”
τοσαῦτα ὁ Βούζης εἰπὼν λέγειν μὲν τὰ ξύμφορα ἔδοξεν, ἔπραξε δὲ τῶν δεόντων οὐδέν. ἀπολέξας γὰρ εἴ τι ἐν τῷ Ῥωμαίων στρατῷ δόκιμον ἦν, ἀπιὼν ᾤχετο.3 καὶ ὅποι ποτὲ γῆς ἐτύγχανεν οὔτε τις τῶν ἐν Ἱεραπόλει Ῥωμαίων οὔτε ὁ τῶν πολεμίων στρατὸς μαθεῖν ἴσχυσε. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.
布泽斯言毕,众人皆以为其所言甚合事宜,然而他却未履行任何当尽之事。他从罗马军中遴选出精锐部队后,便径直远走潜逃;至于他究竟遁入何方土地,无论希拉波利斯城内的罗马人还是敌军均无从探知。此地局势遂演变至此。
Βασιλεὺς δὲ Ἰουστινιανὸς πυθόμενος τὴν Περσῶν ἔφοδον, Γερμανὸν μὲν εὐθὺς τὸν ἀνεψιὸν τὸν αὑτοῦ ξὺν θορύβῳ πολλῷ τριακοσίους ἑπομένους ἔχοντα ἔπεμψε, στρατὸν δέ οἱ οὐκ ἐς μακρὰν ὑπέσχετο πολὺν ἕψεσθαι.
与此同时,查士丁尼皇帝闻知波斯军进犯,便匆忙派遣侄儿日耳曼努斯,仅带三百名随从先行,并许诺大军不久便会尾随而至。
ἔς τε Ἀντιόχειαν ὁ Γερμανὸς ἀφικόμενος περιῆλθε τὸν περίβολον ἅπαντα κύκλῳ, καὶ αὐτοῦ ἐχυρὰ μὲν ὄντα τὰ πολλὰ ηὕρισκε ʽτά τε γὰρ ἐν τῷ ὁμαλεῖ ποταμὸς Ὀρόντης παραρρεῖ ξύμπαντα τοῖς ἐπιοῦσιν ἄπορα ἐργαζόμενος, καὶ τὰ ἐν τῷ ἀνάντει χωρίοις κρημνώδεσιν ἀνεχόμενα ἐσβατὰ τοῖς πολεμίοις ὡς ἥκιστα ἦν̓, ἐν δὲ τῇ ἄκρᾳ γενόμενος, ἣν δὴ Ὀροκασιάδα καλεῖν οἱ ταύτῃ ἄνθρωποι νενομίκασιν, ἐπιμαχώτατον κατενόησεν ὂν τὸ κατ’ αὐτὴν τεῖχος.
日耳曼努斯抵达安条克后,巡视了整座环城城垣,发现其中大部分地段皆颇为坚固——流经平坦地带的奥龙特斯河使进犯者全然无法涉足,而位于斜坡地带者因陡峭的绝壁依托,敌军亦极难逾越——但当他来到当地人素来习称为奥罗卡西亚斯的高岗险隘处时,却觉察该处的城墙极易受攻。
πέτρα γὰρ τυγχάνει τις ἐνταῦθά πη οὖσα, εὔρους μὲν ἐπὶ πλεῖστον ἱκανῶς ἔχουσα, ὕψος δὲ ὀλίγῳ τοῦ περιβόλου ἐλασσουμένη.4
盖因该处恰有一巨岩,其宽度极为充足,而在高度上仅比城垣略微低矮一点。
- 2.6.3πολλῷ τῷ διαλλάσσοντι
修饰比较级 καταδεεστέροις 的程度/差距与格。中性分词 διαλλάσσοντι 作名词化用法(意为“差异、差距”),加上冠词 τῷ,表示“以极大的差距/悬殊之差”。
- 2.6.5ὃν δὴ ἐπιμαχώτατον πολλαχόσε τετύχηκεν εἶναι
修饰先行词 τὸν περίβολον 的关系从句。τετύχηκεν 接不定词 εἶναι(在后古典希腊语中相当于 τυγχάνω 搭配分词),意为“恰好是/处在……状态”。πολλαχόσε 原本是表示方向的副词(“向多处”),在此处语境中作处所副词使用,意为“在许多地方”。
- 2.6.8ἀπιὼν ᾤχετο
动词 οἴχομαι 搭配分词 ἀπιών 的惯用结构,表示“径直离去且不知所踪”或“潜逃匿迹”。这与下文所叙述的“无人能探知其身在何方”完全吻合。
- 2.6.11ὕψος δὲ ὀλίγῳ τοῦ περιβόλου ἐλασσουμένη
修饰 πέτρα(阴性)的分词短语。ὕψος 为关系/基准对格(accusative of respect,“在高度方面”),ὀλίγῳ 为程度与格(dative of degree of difference,“略微、稍稍”),τοῦ περιβόλου 为依赖于 ἐλασσουμένη 的比较属格(genitive of comparison,“比城垣”)。
