- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.5.16-2.5.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
库斯老设下诡计阻碍苏拉城关闭城门,从而强攻陷落该城并纵火屠掠,随后迫使塞尔吉奥波利斯主教立下字据赎买这些战俘。
διὸ δὴ ξύν τε φιλοφροσύνῃ πολλῇ τὸν ἐπίσκοπον ἐξανέστησε, καὶ τὰ δῶρα δεξάμενος παρείχετό τινα δόκησιν ὡς ἀμφὶ τοῖς Σουρηνῶν λύτροις αὐτίκα κοινολογησόμενος Περσῶν τοῖς λογίμοις εὖ τὴν δέησιν διαθήσεται.
因此,他极富礼遇地扶起主教,并在收下礼物后,摆出一副假象,仿佛他将立即同波斯显贵商讨苏拉人的赎金事宜,并善加处置其恳请。
οὕτω τε ξὺν τοῖς ἑπομένοις τὸν ἐπίσκοπον ἀπεπέμψατο οὐδεμίαν τῆς ἐπιβουλῆς αἴσθησιν ἔχοντα, καί οἱ τῶν ἐν Πέρσαις δοκίμων τινὰς παραπομποὺς ἐσομένους δῆθεν τῷ λόγῳ ξυνέπεμψεν.
他就这样打发了毫无察觉这一密谋的主教及其随从,并名义上以充当护送为由,派波斯人中的几名显要随其同往。
οὓς δὴ λάθρα ἐκέλευε μὲν ἰέναι ξὺν αὐτῷ ἄχρι ἐς τὸ τεῖχος, παρηγοροῦντας καί τισιν ἀγαθαῖς ἐπαίροντας ἐλπίσιν, ὥστε αὐτὸν καὶ τοὺς ξὺν αὐτῷ ἅπαντας χαίροντάς τε καὶ οὐδὲν δεδιότας τοῖς ἔνδον ὀφθῆναι. ἐπειδὰν δὲ οἱ φύλακες ἀνακλίναντες τὴν πυλίδα τῇ πόλει αὐτοὺς δέχεσθαι μέλλωσι, λίθον τινὰ ἢ ξύλον τοῦ τε οὐδοῦ καὶ τῆς θύρας μεταξὺ ῥίψαντες οὐ ξυγχωρεῖν ἐπιτίθεσθαι, ἀλλὰ καὶ αὐτοὺς τοῖς ἐπιθεῖναι βουλομένοις χρόνον δή τινα ἐμποδὼν ἵστασθαι· οὐκ εἰς μακρὰν γὰρ αὐτοῖς τὸν στρατὸν ἕψεσθαι.1
他暗中吩咐这些人随主教一行直至城墙,一路好言劝慰并以美好的希望鼓励他们,以便主教及其全体同行者在城内守兵眼中显出欢欣而毫无惧色的神态;且一旦守兵开启小门准备迎他们入城,他们便将一块石头或木片掷入门槛与门扇之间,不让其合上,甚至自己也要在那些企图关门的人面前阻挡片刻;因为他声称,大军不久便会赶到跟前。
Ταῦτα τοῖς ἀνδράσιν ὁ Χοσρόης ἐντειλάμενος ἐν παρασκευῇ τὸν στρατὸν ἐποιεῖτο, δρόμῳ τε χωρεῖν ἐπὶ τὴν πόλιν ὅταν αὐτὸς σημήνῃ ἐκέλευεν.
库斯老向这批人交待停当后,令军队整饬备战,并下令一旦自己发出信号,便列阵疾趋奔袭该城。
ἐπεὶ δὲ ἄγχιστα τοῦ περιβόλου ἐγένοντο, οἱ μὲν Πέρσαι τὸν ἐπίσκοπον ἀσπασάμενοι ἐκτὸς ἔμενον, οἱ δὲ Σουρηνοὶ περιχαρῆ γεγονότα τὸν ἄνδρα ὁρῶντες ξὺν τιμῇ τε πολλῇ προπεμπόμενον πρὸς τῶν πολεμίων, ἀφροντιστήσαντες δυσκόλων ἁπάντων τήν τε πυλίδα ὅλην ἀνέῳγον καὶ τὸν ἱερέα ξὺν τοῖς ἑπομένοις κροτοῦντές τε καὶ πολλὰ εὐφημοῦντες ἐδέξαντο.
当他们进抵极近城垣处时,波斯人向主教致意后留在城外;而苏拉人见此人满面喜色且在敌人极隆重的礼遇护送下归来,便将一切疑虑抛诸脑后,将小门全然敞开,鼓掌喝彩并口诵吉语迎回了教士及其随行人员。
ἐπεί τε ἅπαντες εἴσω ἐγένοντο, τὴν μὲν πυλίδα ὡς ἐπιθήσοντες οἱ φύλακες ὤθουν, οἱ δὲ Πέρσαι λίθον ὃς αὐτοῖς παρεσκεύαστο ἐν μέσῳ ἐρρίπτουν.
及至众人尽数入内,守军推动小门意欲闭合,波斯人遂将预先备好的石头抛入门缝中间。
οἵ τε φύλακες ἔτι μᾶλλον ὠθοῦντές τε καὶ βιαζόμενοι ἐξικνεῖσθαι τῇ πυλίδι ἐς τὸν οὐδὸν οὐδαμῆ ἴσχυον.
守兵虽加倍用力推搡冲撞,却无论如何也无法使门扇闭合至门槛处。
οὐ μὴν οὐδὲ ἀνοιγνύναι αὐτὴν αὖθις ἐτόλμων, ἐπεὶ πρὸς τῶν πολεμίων αὐτὴν ἔχεσθαι ᾔσθοντο. τινὲς δὲ οὐ λίθον, ἀλλὰ ξύλον Πέρσας ἐς τὴν πυλίδα φασὶν ἐμβεβλῆσθαι.
然而,他们察觉门正被敌军扼住,亦不敢重新打开。不过亦有人说,波斯人投入门间的并非石头,而是一根木头。
οὔπω δὲ Σουρηνῶν σχεδόν τι τῆς ἐπιβουλῆς ᾐσθημένων, παρῆν τε τῷ παντὶ ὁ Χοσρόης στρατῷ καὶ τὴν πυλίδα οἱ βάρβαροι βιασάμενοι ἀνεπέτασαν, δι’ ὀλίγου τε κατὰ κράτος ἥλω.
苏拉人尚未来得及察觉这一圈套,库斯老已率全军逼近,蛮族兵卒合力强推,将小门彻底撞开,未消多时该城便被强行攻陷。
εὐθὺς μὲν οὖν θυμῷ ὁ Χοσρόης ἐχόμενος τάς τε οἰκίας ἐληίσατο καὶ τῶν ἀνθρώπων πολλοὺς μὲν κτείνας, τοὺς δὲ λοιποὺς ἅπαντας ἐν ἀνδραπόδων ποιησάμενος λόγῳ πυρπολήσας τε ξύμπασαν τὴν πόλιν ἐς ἔδαφος καθεῖλεν.
库斯老登时大发雷霆,纵兵劫掠民宅,残杀了众多居民,将其余所有人尽数贬为奴隶,并将全城纵火焚毁,夷为平地。
οὕτω τε τὸν Ἀναστάσιον ἀπεπέμψατο, Ἰουστινιανῷ βασιλεῖ ἀπαγγέλλειν κελεύσας ὅπῃ ποτὲ γῆς Χοσρόην τὸν Καβάδου ἀπολιπὼν εἴη.
他就这样打发阿纳斯塔修斯离去,责令其向查士丁尼皇帝禀报:究竟是在何方土地上与卡瓦德之子库斯老分道扬镳的。
Μετὰ δέ, εἴτε φιλανθρωπίᾳ εἴτε φιλοχρηματίᾳ ἐχόμενος, ἢ γυναικὶ χαριζόμενος ἣν δὴ ἐνθένδε δορυάλωτον ἐξελών, Εὐφημίαν ὄνομα, γυναῖκα γαμετὴν ἐποιήσατο, ἔρωτα ἐξαίσιον αὐτῆς ἐρασθείς (ἦν γὰρ τὴν ὄψιν εὐπρεπὴς μάλιστα) δρᾶν τι ἀγαθὸν ὁ Χοσρόης τοὺς Σουρηνοὺς ἔγνω.2
此后,库斯老不知是出于仁慈还是贪婪,亦或是为了讨好一名女子——此女名为欧菲米亚,乃是他自该处掳获后纳为正妻的俘虏,因其貌极美,库斯老对其倾心爱慕——遂决定对苏拉人施以某种善举。
πέμψας οὖν ἐς Σεργιούπολιν, τὴν Ῥωμαίων κατήκοον, ἣ Σεργίου ἐπιφανοῦς ἁγίου ἐπώνυμός ἐστι, πόλεως τῆς ἁλούσης ἓξ καὶ εἴκοσι καὶ ἑκατὸν σταδίοις διέχουσα, κειμένη δὲ αὐτῆς πρὸς ἄνεμον νότον ἐν τῷ βαρβαρικῷ καλουμένῳ πεδίῳ, Κάνδιδον τὸν ταύτῃ ἐπίσκοπον κεντηναρίοιν δυοῖν δισχιλίους τε καὶ μυρίους ὄντας ὠνεῖσθαι τοὺς αἰχμαλώτους ἐκέλευεν.
于是他派人前往距被陷之城一百二十六斯塔狄翁、位于其南方所谓“蛮族平原”中、以显贵圣徒塞尔吉乌斯命名的罗马属城塞尔吉奥波利斯,命令该地主教坎迪杜斯出资两个肯特纳里昂赎买这总计一万二千名的战俘。
ὁ δέ (χρήματα γάρ οἱ οὐκ ἔφασκεν εἶναι) τὴν πρᾶξιν ἄντικρυς ἀνεδύετο. διὸ δὴ αὐτὸν ὁ Χοσρόης ἠξίου ἐν βιβλιδίῳ τὴν ὁμολογίαν ἀφέντα τοῦ δώσειν χρόνῳ τῷ ὑστέρῳ τὰ χρήματα3 οὕτω δὴ ὀλίγων χρημάτων πρίασθαι ἀνδράποδα τοσαῦτα τὸ πλῆθος.
但坎迪杜斯直截了当地推托了此事,声称自己并无钱财。库斯老遂敦促他以字据形式立下日后付款的契约,借此以如此微薄的金钱买下如此巨量的奴隶。
Κάνδιδος δὲ κατὰ ταῦτα ἐποίει, καὶ τὸ μὲν χρυσίον ὡμολόγησεν ἐνιαυτοῦ δώσειν, ὅρκους δεινοτάτους ὀμωμοκώς, ζημίαν δέ οἱ αὐτῷ διώρισε ταύτην, ἢν μὴ διδοίη χρόνῳ τῷ ξυγκειμένῳ τὰ χρήματα, διπλάσια μὲν αὐτὰ δώσειν, αὐτὸν δὲ ἱερέα μηκέτι εἶναι, ἅτε τὰ ὀμωμοσμένα ἠλογηκότα.
坎迪杜斯照此办理,立下重誓应允在一载之内付清黄金;他还为自己设定了如下惩罚:倘若未在商定时日交付钱款,不仅将赔付双倍金额,且由于背弃誓言,自身亦将革除圣职。
ταῦτα Κάνδιδος ἐν γραμματείῳ γράψας τοὺς Σουρηνοὺς ἅπαντας ἔλαβεν.
坎迪杜斯将这些条款落于券书之后,接收了苏拉的全体居民。
ὧν ὀλίγοι μέν τινες διεβίωσαν, οἱ δὲ πλεῖστοι ἀντέχειν τῇ ξυμπεσούσῃ ταλαιπωρίᾳ οὐχ οἷοί τε ὄντες ὀλίγῳ ὕστερον διεφθάρησαν. ταῦτα διαπεπραγμένος Χοσρόης πρόσω ἐπῆγε τὸ στράτευμα.
这些人中仅有极少数幸存下来,绝大多数人因不堪承受所遭遇的磨难,未久便尽数殒命。办完这些事后,库斯老引军向前推进。
- 2.5.19ἐπειδὰν δὲ οἱ φύλακες ἀνακλίναντες τὴν πυλίδα τῇ πόλει αὐτοὺς δέχεσθαι μέλλωσι, λίθον τινὰ ἢ ξύλον τοῦ τε οὐδοῦ καὶ τῆς θύρας μεταξὺ ῥίψαντες οὐ ξυγχωρεῖν ἐπιτίθεσθαι, ἀλλὰ καὶ αὐτοὺς τοῖς ἐπιθεῖναι βουλομένοις χρόνον δή τινα ἐμποδὼν ἵστασθαι· οὐκ εἰς μακρὰν γὰρ αὐτοῖς τὸν στρατὸν ἕψεσθαι
由前文 ἐκέλευε 所统领的间接引语指令句链。不定词 οὐ ξυγχωρεῖν 和 ἵστασθαι 承担主要命令动作,分词 ῥίψαντες 指代其逻辑主语(波斯使者们,宾格复数),但因破格结构而用了主格复数。末尾的 οὐκ εἰς μακρὰν γὰρ αὐτοῖς τὸν στρατὸν ἕψεσθαι 在表原因的 γάρ 从句中延续了间接引语的“宾格加不定词”(a.c.i.)结构。
- 2.5.28Μετὰ δέ, εἴτε φιλανθρωπίᾳ εἴτε φιλοχρηματίᾳ ἐχόμενος, ἢ γυναικὶ χαριζόμενος ἣν δὴ ἐνθένδε δορυάλωτον ἐξελών, Εὐφημίαν ὄνομα, γυναῖκα γαμετὴν ἐποιήσατο, ἔρωτα ἐξαίσιον αὐτῆς ἐρασθείς (ἦν γὰρ τὴν ὄψιν εὐπρεπὴς μάλιστα) δρᾶν τι ἀγαθὸν ὁ Χοσρόης τοὺς Σουρηνοὺς ἔγνω
包含长篇插入性修饰成分的离隔构式(hyperbaton)。全句的核心骨架为「ὁ Χοσρόης ... δρᾶν τι ἀγαθὸν ... ἔγνω」(库斯老决定施行善举)。在主语 ὁ Χοσρόης 与动词 ἔγνω 之前,插入了表示动机的并列分词句(εἴτε ... εἴτε ... ἢ ...)、关系从句及括号中的解释句。此外,「δρᾶν τι ἀγαθὸν τοὺς Σουρηνούς」为双重宾格结构(人+事物),意为“对某人施以恩惠/好事”。
- 2.5.30ἐν βιβλιδίῳ τὴν ὁμολογίαν ἀφέντα τοῦ δώσειν χρόνῳ τῷ ὑστέρῳ τὰ χρήματα
带属格冠词的将来时不定词 τοῦ δώσειν 作同格/说明性属格(epexegetic genitive),修饰并具体阐明名词 τὴν ὁμολογίαν 的内容(“承诺将于日后支付该笔金钱”)。
