← 普罗科皮乌斯

战史

§2.5.1-2.5.15

库斯老入侵罗马与围攻苏拉城

库斯老率军沿幼发拉底河侵入罗马领地,绕过基尔凯西翁和泽诺比娅,转而包围并攻打苏拉城。守将阿尔萨克斯阵亡后,绝望的居民遣主教求和,库斯老则不动声色地筹划施以严惩以儆效尤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.1

Ἐπειδὴ δὲ ὁ μὲν χειμὼν ἤδη ὑπέληγε, τρίτον δὲ καὶ δέκατον ἔτος ἐτελεύτα Ἰουστινιανῷ βασιλεῖ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντι,1 Χοσρόης ὁ Καβάδου ἐς γῆν τὴν Ῥωμαίων ἅμα ἦρι ἀρχομένῳ στρατῷ μεγάλῳ ἐσέβαλε, τήν τε ἀπέραντον καλουμένην εἰρήνην λαμπρῶς ἔλυεν. ᾔει δὲ οὐ κατὰ τὴν μέσην τῶν ποταμῶν χώραν, ἀλλὰ τὸν Εὐφράτην ἐν δεξιᾷ ἔχων.

正当严冬已近尾声,查士丁尼皇帝执掌最高权柄的第十三个年头即将结束之际,卡瓦德之子库斯老于初春时节亲率大军侵入罗马领地,公然撕毁了所谓的“永久和平”。他并未取道两河之间的地域,而是将幼发拉底河置于右侧行进。

§2.5.2

ἔστι δὲ τοῦ ποταμοῦ ἐπὶ θάτερα Ῥωμαίων φρούριον ἔσχατον ὃ Κιρκήσιον ἐπικαλεῖται, ἐχυρὸν ἐς τὰ μάλιστα ὄν, ἐπεὶ Ἀβόρρας μὲν ποταμὸς μέγας ἐνταῦθα τὰς ἐκβολὰς ἔχων τῷ Εὐφράτῃ ἀναμίγνυται, τὸ δὲ φρούριον τοῦτο πρὸς αὐτῇ που τῇ γωνίᾳ κεῖται ἣν δὴ τοῖν ποταμοῖν ἡ μίξις ποιεῖται.

在河的对岸,有一处罗马人最边陲的要塞,名为基尔凯西翁,极其险要;盖因阿博拉斯河这条大河在此处注水汇入幼发拉底河,而此座要塞恰恰坐落于两河交汇所构成的犄角处。

§2.5.3

καὶ τεῖχος δὲ ἄλλο μακρὸν τοῦ φρουρίου ἐκτὸς χώραν τὴν μεταξὺ ποταμοῦ ἑκατέρου ἀπολαμβάνον τρίγωνον ἐνταῦθα ἀμφὶ τὸ Κιρκήσιον ἐπιτελεῖ σχῆμα.

此外,要塞外围的另一道长墙将两条河之间的土地包揽在内,在此处围绕着基尔凯西翁形成了一个三角形格局。

§2.5.4

διὸ δὴ ὁ Χοσρόης οὔτε φρουρίου ἐθέλων οὕτω δὴ ἐχυροῦ ἀποπειρᾶσθαι οὔτε διαβαίνειν ποταμὸν Εὐφράτην διανοούμενος, ἀλλ’ ἐπὶ Σύρους τε καὶ Κίλικας ἰέναι, οὐδὲν διαμελλήσας, ἐπίπροσθεν τὸν στρατὸν ἤλαυνε, τριῶν τε σχεδόν τι ὁδὸν ἡμερῶν εὐζώνῳ ἀνδρὶ παρὰ τοῦ Εὐφράτου τὴν ὄχθην ἀνύσας πόλει Ζηνοβίᾳ ἐπιτυγχάνει· ἣν ἡ Ζηνοβία ποτὲ δειμαμένη τὴν ἐπωνυμίαν τῇ πόλει, ὡς τὸ εἰκός, ἔδωκεν. ἦν δὲ ἡ Ζηνοβία Ὀδονάθου γυνή, τῶν ἐκείνῃ Σαρακηνῶν ἄρχοντος, οἳ Ῥωμαίοις ἔνσπονδοι ἐκ παλαιοῦ ἦσαν.

因此,库斯老既不愿强攻如此险固的要塞,亦无意渡过幼发拉底河,而是意图挥师进犯叙利亚与基利家,故而毫不迟延地催军前行;他沿着幼发拉底河岸走完了一个轻捷之夫约摸三日的路程后,抵达了泽诺比娅城——该城由昔日的泽诺比娅所筑,理所当然地被冠以她本人的名号。 这名泽诺比娅乃是当地萨拉森人首领奥达埃纳图斯的妻子,这些萨拉森人自古便与罗马人结盟。

§2.5.6

οὗτος Ὀδονάθος ἀνεσώσατο Ῥωμαίοις τὴν ἑῴαν ἀρχὴν ὑπὸ Μήδοις γεγενημένην. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἄνω χρόνοις ἐγένετο.

正是这位奥达埃纳图斯,为罗马人收复了曾沦陷于米底人之手的东方统辖权。然而这已是前代往事。

§2.5.7

Χοσρόης δὲ τότε ἄγχιστά που τῆς Ζηνοβίας ἥκων, ἐπειδὴ τὸ χωρίον οὔτε ἀξιόλογον ἔμαθεν εἶναι καὶ τὴν χώραν κατενόησεν ἀοίκητόν τε καὶ πάντων ἀγαθῶν ἔρημον οὖσαν, δείσας μή τίς οἱ χρόνος ἐνταῦθα τριβεὶς πράξεσι μεγάλαις ἐπ’ οὐδενὶ ἔργῳ ἐμπόδιος εἴη,2 ἀπεπειράσατο μὲν ὁμολογίᾳ τὸ χωρίον ἑλεῖν. ὡς δὲ οὐδὲν προὐχώρει, πρόσω κατὰ τάχος τὸν στρατὸν ἤλαυνεν.

当时库斯老已来到距泽诺比娅极近之处,当他得知此据点无足轻重,且察觉周边土地荒芜人烟、尽缺给养之后,深恐在此耗费时日不仅徒劳无益反而阻碍宏图大业,便尝试通过协议受降该据点。但见并无进展,他遂速速统兵向前推进。

§2.5.8

Ὁδόν τε αὖθις τοσαύτην ἀνύσας ἀφίκετο ἐς πόλιν Σούρων πρὸς τῷ Εὐφράτῃ ποταμῷ οὖσαν, ἧς δὴ ἀγχοτάτω γενόμενος ἔστη. ἐνταῦθα δὲ τῷ ἵππῳ ξυνέβη ἐφ’ οὗ ὁ Χοσρόης ἐκάθητο χρεμετίσαι τε καὶ τῷ ποδὶ τὸ ἔδαφος κρούειν. ὃ δὴ οἱ μάγοι ξυμβαλόντες ἁλώσεσθαι τὸ χωρίον ἀπέφαινον.

他又走过大致相等的路程后,抵达了位于幼发拉底河畔的苏拉城,在进抵城郭极近之处停驻。此时,库斯老所骑乘的坐骑忽然嘶鸣,并以蹄刨地;拜火僧们对此占卜后,宣称此城必破。

§2.5.10

ὁ δὲ στρατοπεδευσάμενος ἐπὶ τὸν περίβολον ὡς τειχομαχήσων τὸ στράτευμα ἐπῆγεν.

于是他扎下营寨,挥军逼近城池外郭准备攻城。

§2.5.11

ἐτύγχανε δέ τις ὄνομα μὲν Ἀρσάκης, Ἀρμένιος δὲ γένος, τῶν ἐνταῦθα στρατιωτῶν ἄρχων, ὃς τοὺς στρατιώτας ἐς τὰς ἐπάλξεις ἀναβιβάσας, ἐνθένδε τε μαχόμενος ἰσχυρότατα καὶ πολλοὺς τῶν πολεμίων κτείνας, τοξεύματι βληθεὶς ἐτελεύτησε.

彼时恰有一名叫阿尔萨克斯的亚美尼亚裔男子统领该处驻军,他率将士登上垛口,自上奋勇抵御,歼灭了众多敌军,却不幸中箭阵亡。

§2.5.12

καὶ Πέρσαι μὲν τότε ʽἦν γὰρ τῆς ἡμέρας ὀψἒ ὡς αὖθις τῇ ὑστεραίᾳ τειχομαχήσοντες ἐπὶ τὸ στρατόπεδον ἀνεχώρησαν, Ῥωμαῖοι δὲ ἀπογνόντες, ἅτε τετελευτηκότος σφίσι τοῦ ἄρχοντος, ἱκέται διενοοῦντο Χοσρόου γενέσθαι·

波斯军当时因天色已晚,遂退回营寨,准备次日重新攻城;而罗马守军见主将阵亡,陷入绝望,便打算向库斯老俯首请降。

§2.5.13

τῇ οὖν ἐπιούσῃ ἡμέρᾳ τὸν τῆς πόλεως ἐπίσκοπον δεησόμενόν τε καὶ τὸ χωρίον ἐξαιτησόμενον ἔπεμψαν, ὃς τῶν ὑπηρετῶν τινας ἐπαγόμενος ὄρνις τε φέροντας καὶ οἶνον καὶ καθαροὺς ἄρτους, παρὰ Χοσρόην ἀφίκετο, ἐς δὲ τὸ ἔδαφος καθῆκεν αὑτὸν καὶ δεδακρυμένος ἱκέτευε φείδεσθαι ἀνθρώπων οἰκτρῶν καὶ πόλεως Ῥωμαίοις μὲν ἀτιμοτάτης, Πέρσαις δὲ ἐν οὐδενὶ λόγῳ οὔτε τὰ πρότερα γεγενημένης οὔτε ὕστερόν ποτε ἐσομένης· λύτρα τέ οἱ τοὺς Σουρηνοὺς δώσειν σφῶν τε αὐτῶν καὶ πόλεως ἧσπερ οἰκοῦσιν ἐπαξίως ὑπέσχετο.3

于是在次日,他们遣城中主教前往祈请并乞求保全城邑。主教带着几名手捧禽鸟、美酒与细面面包的侍从晋见库斯老,仆伏在地,涕泣哀求他怜恤这些悲惨之人,放过这座在罗马人眼中无足轻重、对波斯人而言无论过去还是将来都绝无分量的城邑;主教并许诺,苏拉人必将奉上与他们自身及所居城邑相称的赎金。

§2.5.14

Χοσρόης δὲ Σουρηνοῖς μὲν χαλεπῶς εἶχεν, ὅτι δὴ αὐτῷ πρῶτοι περιπεπτωκότες Ῥωμαίων ἁπάντων οὔτε τῇ πόλει ἐδέξαντο ἐθελούσιοι, ἀλλὰ καὶ ἀνταίρειν οἱ ὅπλα τολμήσαντες πολύν τινα δοκίμων Περσῶν ὅμιλον ἔκτειναν.

然而库斯老对苏拉人深怀怨怼,盖因他们作为库斯老遇上的首批罗马人,不仅未主动开城相迎,反而胆敢挥戈相抗,并斩杀了诸多声名显赫的波斯人。

§2.5.15

τὴν μέντοι ὀργὴν οὐκ ἐξήνεγκεν, ἀλλ’ ὑπὸ τῷ προσώπῳ ἀκριβῶς ἔκρυψεν, ὅπως τὴν κόλασιν ἐς Σουρηνοὺς ποιησάμενος φοβερόν τε Ῥωμαίοις αὑτὸν καὶ ἄμαχόν τινα καταστήσηται. οὕτω γάρ οἱ προσχωρήσειν οὐδενὶ πόνῳ ὑπετόπαζε τοὺς ἐν ποσὶν ἀεὶ γενησομένους.4

尽管如此,他并未表露怒容,而是将之严密掩藏于面色之下,旨在通过严惩苏拉人,使自己在罗马人面前树立起令人生畏且不可战胜的威名;因他料定,唯有如此,往后沿途所遇之敌方能不费吹灰之力迎刃归降。

语法注4 条
  1. 2.5.1Ἰουστινιανῷ βασιλεῖ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντι

    与格“Ἰουστινιανῷ βασιλεῖ”随动词“ἐτελεύτα”构成表示在位纪年的关涉与格。分词“ἔχοντι”修饰该与格,并统辖宾语“τὴν αὐτοκράτορα ἀρχήν”。

  2. 2.5.7δείσας μή τίς οἱ χρόνος ἐνταῦθα τριβεὶς πράξεσι μεγάλαις ἐπ’ οὐδενὶ ἔργῳ ἐμπόδιος εἴη

    由“δείσας”统辖的惧怕从句(μή搭配希求法“εἴη”)。主语为“τίς... χρόνος”,分词“ἐνταῦθα τριβείς”作状语修饰(“在此虚耗的时日”)。“πράξεσι μεγάλαις”为形容词“ἐμπόδιος”所要求的与格补足语,“ἐπ’ οὐδενὶ ἔργῳ”是表示“徒劳无益”的介词短语。

  3. 2.5.13λύτρα τέ οἱ τοὺς Σουρηνοὺς δώσειν σφῶν τε αὐτῶν καὶ πόλεως ἧσπερ οἰκοῦσιν ἐπαξίως ὑπέσχετο

    动词“ὑπέσχετο”(许诺)后接的间接引语不定式结构,包括未来时不定式“δώσειν”及其逻辑主语对格“τοὺς Σουρηνούς”,“λύτρα”为直接宾语。副词“ἐπαξίως”统领属格“σφῶν τε αὐτῶν καὶ πόλεως”,意为“与他们自身及城市相称地(赎金)”。

  4. 2.5.15τοὺς ἐν ποσὶν ἀεὶ γενησομένους

    惯用分词短语:“οἱ ἐν ποσὶν γενησόμενοι”指代“位于足下者/出现在前行路上之人”。“ἀεὶ”在此表示“相继地”、“接连地”,整体指“日后沿途依次遭遇的那些人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.5.1-2.5.15