- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.4.14-2.4.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
查士丁尼皇帝察觉到库斯老的开战意图,遂遣阿纳斯塔修斯致信警告并劝阻,而库斯老未予答复并将使者扣留。
ἡνίκα Χοσρόου πολεμησείοντος1 Ἰουστινιανὸς βασιλεὺς ᾔσθετο, παραίνεσίν τε ποιεῖσθαί τινα καὶ τῆς ἐγχειρήσεως αὐτὸν ἀπαγαγεῖν ἤθελεν.
当查士丁尼皇帝察觉到库斯老意欲发动战争时,便希望能予以规劝,使其放弃这一企图。
ἐτύγχανε δέ τις ἐς Βυζάντιον ἥκων ἐκ Δάρας πόλεως, Ἀναστάσιος ὄνομα, δόξαν ἐπὶ ξυνέσει ἔχων, ὃς καὶ τὴν ἐν Δάρας ἔναγχος γενομένην τυραννίδα καταλελύκει.
恰有一人自达拉城来到拜占庭,名唤阿纳斯塔修斯,享有明智通达之声望,且不久前曾铲除了达拉城中出现的僭主统治。
τοῦτον οὖν τὸν Ἀναστάσιον παρὰ Χοσρόην Ἰουστινιανὸς ἔπεμψε γράμματα γράψας·
于是查士丁尼修书一封,遣此阿纳斯塔修斯出使库斯老。
ἐδήλου δὲ ἡ γραφὴ τάδε “Ξυνετῶν μὲν ἀνθρώπων ἐστὶ καὶ οἷς τὰ ἐς τὸ θεῖον ἱκανῶς ἤσκηται2 πολέμου φυομένας αἰτίας, ἄλλως τε καὶ πρὸς ἄνδρας τὰ μάλιστα φίλους, σθένει παντὶ ἀποτέμνεσθαι· ἀξυνέτων δὲ καὶ τὰ τοῦ θεοῦ σφίσιν αὐτοῖς ῥᾷστα ποιουμένων πολέμια μάχης τε καὶ ταραχῆς ἀφορμὰς οὐδαμῆ οὔσας ἐπιτεχνᾶσθαι.
书信内容如下:“凡属明达之人以及充分尽到敬神本分者,自当倾尽全力斩断正在滋生之战乱根由,对至亲之友邦尤当如此;而愚昧之徒以及极易将神意化为仇敌之人,则必会凭空罗织交战与骚乱之口实。
εἰρήνην μὲν γὰρ καταλύσασιν ἐς πόλεμον ἰέναι οὐδὲν πρᾶγμά ἐστιν, ἐπεὶ τῶν ἐπιτηδευμάτων τὰ πονηρότατα καὶ τοῖς τῶν ἀνθρώπων ἀτιμοτάτοις εὔκολα τίθεσθαι ἡ τῶν πραγμάτων νενόμικε φύσις. πόλεμον δὲ κατὰ γνώμην διαθεμένοις αὖθις ἐπὶ τὴν εἰρήνην χωρεῖν ἀνθρώποις οἶμαι οὐ ῥᾴδιον εἶναι.
盖撕毁和约而投身战事绝非难事,因万物之天理本就使最恶劣之行径连最卑劣之人亦极易染指;然凭己意挑起战火之人若欲重归和平,我以为绝非易事。
καίτοι σὺ μὲν ἡμῖν γράμματα οὐκ ἐπίτηδες γεγραμμένα ἐπικαλεῖς, ταῦτά τε γνώμῃ αὐτονόμῳ τανῦν ἑρμηνεύειν ἐσπούδακας, οὐχ ᾗπερ ἡμεῖς διανοηθέντες γεγράφαμεν, ἀλλ’ ᾗ σοι τὰ βεβουλευμένα ἐπιτελεῖν οὐκ ἄνευ τινὸς παραπετάσματος ἐφιεμένῳ ξυνοίσειν δοκεῖ.
然而,你却拿并非出于此意所写之书信向我们问罪,如今更急于依一己之私心加以曲解,全非依我们落笔时之本意,而仅依看似有利于你企图借某种掩饰以推行蓄谋之方式。
ἡμῖν δὲ πάρεστιν Ἀλαμούνδαρον δεικνύναι τὸν σὸν γῆν ἔναγχος καταδραμόντα τὴν ἡμετέραν ἔργα ἐν σπονδαῖς διαπεπρᾶχθαι ἀνήκεστα, χωρίων ἁλώσεις, χρημάτων ἁρπαγάς, ἀνθρώπων φόνους τε καὶ ἀνδραποδισμοὺς τοσούτων τὸ πλῆθος, ὑπὲρ ὧν σε οὐκ αἰτιᾶσθαι ἡμᾶς, ἀλλ’ ἀπολογεῖσθαι δεήσει. τὰ γὰρ τῶν ἠδικηκότων ἐγκλήματα αἱ πράξεις, οὐχ αἱ διάνοιαι, δηλοῦσι τοῖς πέλας. ἀλλὰ καὶ τούτων τοιούτων ὄντων ἡμεῖς μὲν ἔχεσθαι καὶ ὣς τῆς εἰρήνης ἐγνώκαμεν, σὲ δὲ πολεμησείοντα ἐπὶ Ῥωμαίους ἀκούομεν ἀναπλάττειν αἰτίας οὐδαμόθεν ἡμῖν προσηκούσας.
反之,我们尽可指出,受你统辖之阿拉蒙达罗斯近来侵犯我境,于休战期间犯下难愈之暴行——攻占村镇、劫掠财货、屠杀生民并掳掠人口,为数极巨,针对此类罪行,你本应自作辩解,而非指责我们;盖向近邻昭示作恶者罪状的,乃是行径,而非动机。即便情形如此,我们仍决意一如既往固守和平,而我们风闻你因渴盼向罗马人动武,竟凭空虚构与我们毫不相干之理由。
εἰκότως· οἱ μὲν γὰρ τὰ παρόντα περιστέλλειν ἐν σπουδῇ ἔχοντες καὶ σφόδρα ἐγκειμένας ἀποσείονται τὰς ἐπὶ τοὺς φίλους αἰτίας, οὓς δὲ ὁ τῆς φιλίας οὐκ ἀρέσκει θεσμός, καὶ τὰς οὐκ οὔσας ἐφίενται πορίζεσθαι σκήψεις.
此固合乎常理:盖竭力保全现状者,即便面对指向友人的严厉指责亦必设法排解;而凡不遵友谊法则者,纵无口实亦力图借题发挥。
ἀλλὰ ταῦτα μὲν οὐδὲ τοῖς τυχοῦσιν ἀνθρώποις, μή τί γε δὴ βασιλεῦσι, πρέπειν ἂν δόξειε.
然此类行径,即令对庸常之人而言亦不免有失体统,遑论君王!
σὺ δὲ τούτων ἀφέμενος σκόπει μὲν τὸ μέτρον τῶν ἑκατέρωθεν κατὰ τὸν πόλεμον ἀπολουμένων καὶ τίς ἂν εἴη τῶν ξυμπεσουμένων τὴν αἰτίαν φέρεσθαι δίκαιος, λογίζου δὲ τοὺς ὅρκους, οὓς δὴ ὀμοσάμενός τε καὶ τὰ χρήματα κομισάμενος, εἶτα ἀτιμάσας οὐ δέον3 τέχναις τισὶν ἢ σοφίσμασι παραγαγεῖν οὐκ ἂν δύναιο· τὸ γὰρ θεῖον κρεῖσσον ἢ ἐξαπατᾶσθαι πέφυκε4 πρὸς πάντων ἀνθρώπων.” ταῦτα ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδεν, ἐν μὲν τῷ αὐτίκα οὔτε τι ἀπεκρίνατο οὔτε τὸν Ἀναστάσιον ἀπεπέμψατο, ἀλλ’ αὐτοῦ μένειν ἠνάγκαζεν.
是故你当捐弃此类伎俩,深思战端一启双方死难人数之浩大,以及谁方应当承当将临惨祸之罪责;更当省察那些誓言——你既曾立誓又收受钱财,随后却毫无道理地加以践踏,决无法借任何诡计或辩术加以巧饰;盖神明之本性绝非凡夫俗子所能蒙蔽。”库斯老读罢送达之书信,当下既未作任何答复,亦未打发阿纳斯塔修斯回国,反倒强迫其滞留该地。
- 2.4.14Χοσρόου πολεμησείοντος
由表示意愿或企图的动词 πολεμησείω(意欲发动战争)的现在主动分词属格构成的补足分词结构(作知觉动词 ᾔσθετο 的宾语),表示与动词 ᾔσθετο(察知)同时发生的企图或愿望。
- 2.4.17Ξυνετῶν μὲν ἀνθρώπων ἐστὶ καὶ οἷς τὰ ἐς τὸ θεῖον ἱκανῶς ἤσκηται
Ξυνετῶν ἀνθρώπων 为表示特征或本分的表语属格(“乃明达之人……之本分”),其后并列了含有与格的关系代词从句(καὶ [τούτων] οἷς... ἤσκηται,“以及对神尽到敬奉本分之人的本分”)。全句的真正主语为后文的不定词短语 ἀποτέμνεσθαι。
- 2.4.25οὐ δέον
非人称动词 δεῖ 的中性单数分词构成的绝对宾格结构(accusative absolute),在此作状语(“理所不当地”、“在不该如此的情况下”),修饰其后的分词 ἀτιμάσας。
- 2.4.25κρεῖσσον ἢ ἐξαπατᾶσθαι πέφυκε
由比较级 κρεῖσσον 加上连词 ἤ 及被动不定词 ἐξαπατᾶσθαι 构成的比较结构,表示某种程度过高以致不可能实现(相当于英语 "too... to-infinitive",即“崇高以至于绝不可能受欺骗”)。
