← 普罗科皮乌斯

战史

§2.4.1-2.4.13

彗星显现与匈人入侵欧洲

一颗不祥的彗星显现之后,匈人大军渡过多瑙河彻底蹂躏了欧洲与希腊;与此同时,波斯人破坏和约,准备大举入侵罗马东方行省。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.1

Τότε καὶ ὁ κομήτης ἀστὴρ ἐφάνη, τὰ μὲν πρῶτα ὅσον εὐμήκης ἀνὴρ μάλιστα, ὕστερον δὲ καὶ πολλῷ μείζων. καὶ αὐτοῦ τὸ μὲν πέρας πρὸς δύοντα ἥλιον, ἡ δὲ ἀρχὴ πρὸς ἀνίσχοντα ἦν, αὐτῷ δὲ τῷ ἡλίῳ ὄπισθεν εἵπετο. ὁ μὲν γὰρ ἐν αἰγοκέρῳ ἦν, αὐτὸς δὲ ἐν τοξότῃ. καὶ αὐτὸν οἱ μέν τινες ἐκάλουν ξιφίαν, ὅτι δὴ ἐπιμήκης τε ἦν καὶ λίαν ὀξεῖαν τὴν ἀρχὴν εἶχεν, οἱ δὲ πωγωνίαν, ἡμέρας τε πλείους ἢ τεσσαράκοντα ἐφάνη.

彼时亦有彗星显现,起初长短约如一伟岸男子,其后渐至大得多。其尾指向落日之处,其首则对向旭日初升之方,紧随于太阳本体之后。盖因日居摩羯宫,而星本体则在人马宫。人或因其修长且前端极锐利而名之为“剑星”,或称之为“髯星”;此星显现历时四十余日。

§2.4.3

οἱ μὲν οὖν ταῦτα σοφοὶ ἀλλήλοις ὡς ἥκιστα ὁμολογοῦντες ἄλλος ἄλλα προὔλεγον πρὸς τούτου δὴ τοῦ ἀστέρος σημαίνεσθαι· ἐγὼ δὲ ὅσα γενέσθαι ξυνηνέχθη γράφων δίδωμι ἑκάστῳ τοῖς ἀποβεβηκόσι τεκμηριοῦσθαι ᾗ βούλοιτο.

精于此道之学者彼此绝不相谋,各就此星之预兆各抒己见;而我则将接踵而生之诸事笔之于书,听凭各人依所应验之事实随心推断。

§2.4.4

μέγα μὲν εὐθὺς στράτευμα Οὐννικόν, διαβάντες ποταμὸν Ἴστρον, ξυμπάσῃ Εὐρώπῃ ἐπέσκηψαν, γεγονὸς μὲν πολλάκις ἤδη, τοσαῦτα δὲ τὸ πλῆθος κακὰ ἢ τοιαῦτα τὸ μέγεθος οὐκ ἐνεγκὸν πώποτε1 τοῖς ταύτῃ ἀνθρώποις. ἐκ κόλπου γὰρ τοῦ Ἰονίου οἱ βάρβαροι οὗτοι ἅπαντα ἐφεξῆς ἐληίσαντο μέχρι ἐς τὰ Βυζαντίων προάστεια.

盖旋即有一支庞大的匈人大军渡过伊斯特罗斯河,席卷全欧——此举固已屡见不鲜,然向未曾给当地居民带来如此众庶之惨祸或如此剧烈之灾患。盖此辈蛮族自爱奥尼亚海湾直至拜占庭近郊,所经之处悉数洗劫无遗。

§2.4.5

καὶ φρούρια μὲν δύο καὶ τριάκοντα ἐν Ἰλλυριοῖς εἷλον, πόλιν δὲ τὴν Κασσάνδρειαν κατεστρέψαντο βίᾳ (ἣν οἱ παλαιοὶ Ποτίδαιαν ἐκάλουν, ὅσα γε ἡμᾶς εἰδέναι)2 οὐ τειχομαχήσαντες πρότερον.

他们在伊利里亚攻占堡垒三十二处,复以武力攻克卡桑德里亚城(据我们所知,古人称之为波提狄亚),而此前他们从未从事过攻城作战。

§2.4.6

καὶ τά τε χρήματα ἔχοντες αἰχμαλώτων τε μυριάδας δυοκαίδεκα ἀπαγόμενοι ἐπ’ οἴκου ἅπαντες ἀνεχώρησαν, οὐδενὸς σφίσιν ἐναντιώματος ἀπαντήσαντος.

他们携卷财物,掳掠战俘十二万人,全军返归故里,未遇丝毫阻遏。

§2.4.7

χρόνῳ τε τῷ ὑστέρῳ πολλάκις ἐνταῦθα γενόμενοι ἀνήκεστα ἐς Ῥωμαίους δεινὰ ἔδρασαν.

其后彼等屡屡进犯该地,给罗马人造成惨毒难愈之灾祸。

§2.4.8

οἳ δὴ καὶ ἐν Χερρονήσῳ τειχομαχήσαντες, βιασάμενοί τε τοὺς ἐκ τοῦ τείχους ἀμυνομένους καὶ διὰ τοῦ τῆς θαλάσσης ῥοθίου τὸν περίβολον ὑπερβάντες3 ὃς πρὸς κόλπῳ τῷ μέλανι καλουμένῳ ἐστίν, οὕτω τε ἐντὸς τῶν μακρῶν τειχῶν γεγενημένοι καὶ τοῖς ἐν Χερρονήσῳ Ῥωμαίοις ἀπροσδόκητοι ἐπιπεσόντες, ἔκτεινάν τε πολλοὺς καὶ ἠνδραπόδισαν σχεδὸν ἅπαντας.

他们甚至在赫尔松尼苏斯攻打城垒,制服城上守敌,沿面朝所谓黑湾处海潮汹涌之浪涛越过防垣,遂得潜入长墙之内,猝然掩袭赫尔松尼苏斯的罗马人,屠戮甚众,几将其全数掳为奴隶。

§2.4.9

ὀλίγοι δέ τινες καὶ διαβάντες τὸν μεταξὺ Σηστοῦ τε καὶ Ἀβύδου πορθμόν, ληισάμενοί τε τὰ ἐπὶ τῆς Ἀσίας χωρία καὶ αὖθις ἐς Χερρόνησον ἀναστρέψαντες, ξὺν τῷ ἄλλῳ στρατῷ καὶ πάσῃ τῇ λείᾳ ἐπ’ οἴκου ἀπεκομίσθησαν.

其少数部众甚至渡过塞斯托斯与阿比多斯之间的海峡,蹂躏亚洲境域,旋即复归赫尔松尼苏斯,与主力大军并所有战利品一同返归故里。

§2.4.10

ἐν ἑτέρᾳ τε εἰσβολῇ τούς τε Ἰλλυριοὺς καὶ Θεσσαλοὺς ληισάμενοι, τειχομαχεῖν μὲν ἐνεχείρησαν ἐν Θερμοπύλαις, τῶν δὲ ἐν τοῖς τείχεσι φρουρῶν καρτερώτατα ἀμυνομένων διερευνώμενοι τὰς περιόδους παρὰ δόξαν τὴν ἀτραπὸν εὗρον ἣ φέρει εἰς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει.

及至另一次入侵,彼等掠夺伊利里亚人与色萨利人,企图在温泉关攻打隘墙,但因墙头守军极力抗御,彼等便四处探寻迂回路,意外寻得通往当地高耸山脉的小径。

§2.4.11

οὕτω τε σχεδὸν ἅπαντας Ἕλληνας πλὴν Πελοποννησίων διεργασάμενοι ἀπεχώρησαν.

于是他们几将除伯罗奔尼撒人之外的全体希腊人剿杀殆尽,而后退兵。

§2.4.12

Πέρσαι δὲ οὐ πολλῷ ὕστερον τὰς σπονδὰς λύσαντες ἔργα Ῥωμαίους τοὺς ἑῴους εἰργάσαντο ἅπερ ἐγὼ αὐτίκα δὴ μάλα δηλώσω.

未几,波斯人撕毁和约,加害东方罗马人,其事我即刻详述之。

§2.4.13

Βελισάριος τῶν Γότθων τε καὶ Ἰταλιωτῶν βασιλέα Οὐίττιγιν καθελὼν ζῶντα ἐς Βυζάντιον ἤνεγκεν. ὅπως δὲ ὁ Περσῶν στρατὸς ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλεν ἐρῶν ἔρχομαι.4

贝利撒留推翻哥特人与意大利人之王维提吉斯,生擒并押解至拜占庭。至于波斯军队如何侵入罗马疆土,我如今正当道来。

语法注4 条
  1. 2.4.4μέγα μὲν εὐθὺς στράτευμα Οὐννικόν, διαβάντες ποταμὸν Ἴστρον, ξυμπάσῃ Εὐρώπῃ ἐπέσκηψαν, γεγονὸς μὲν πολλάκις ἤδη, τοσαῦτα δὲ τὸ πλῆθος κακὰ ἢ τοιαῦτα τὸ μέγεθος οὐκ ἐνεγκὸν πώποτε

    中性单数集合名词短语 μέγα ... στράτευμα Οὐννικόν(匈人大军)在句法上与阳性复数分词 διαβάντες 以及复数谓语动词 ἐπέσκηψαν 构成了依照语义而非语法的“意义一致”(constructio ad sensum);然而紧随其后的同位分词 γεγονὸς ... οὐκ ἐνεγκὸν 则回归与语法主语(中性单数)在性数上的一致。

  2. 2.4.5ὅσα γε ἡμᾶς εἰδέναι

    由中性复数关系代词 ὅσα、限定小词 γε 以及带不定式的宾格结构(ἡμᾶς εἰδέναι)构成的习用限制性短语,作为插入语,意为“据我们所知”。

  3. 2.4.8διὰ τοῦ τῆς θαλάσσης ῥοθίου τὸν περίβολον ὑπερβάντες

    名词 ῥόθιον 指“汹涌的波涛”或“激浪”。此短语描述侵略者在长城伸入黑湾水域的尽头处,通过涉渡激荡的浪涛绕过并翻越了城垣的端点。

  4. 2.4.13ἐρῶν ἔρχομαι

    由将来时主动分词 ἐρῶν(将要叙述)与动词 ἔρχομαι(来、去)构成的迂回表达,表示将要着手进行的意图或即将来临的动作,意为“我正要述说”或“我这就开始道来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.4.1-2.4.13