← 普罗科皮乌斯

战史

§2.3.38-2.3.57

亚美尼亚使者的说辞与霍斯劳的开战决议

亚美尼亚使者列举查士丁尼无休止的扩张与背信之举,力劝霍斯劳趁罗马守备空虚开战;霍斯劳召集波斯贵族会议,决议于次年开春进兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.38

ἔργῳ δὲ δυσμενής. ὅπερ καὶ αὐτὸς οὐκ εἰς μακρὰν εἴσῃ, ἐπειδὰν τάχιστα τοὺς ἑσπερίους οἷός τε ᾖ παντάπασι καταστρέψασθαι. τί γὰρ τῶν πρότερον ἀπειρημένων οὐκ ἔπραξεν; ἢ τί οὐκ ἐκίνησε τῶν εὖ καθεστώτων;

但在实际上却是个仇敌。这一点您自己不久便会知晓,只要他一旦能够将西方诸族彻底征服。因为先前被禁止之事,他有哪一件未曾做过?凡确立妥善之规章,他又何曾没有破坏?

§2.3.39

οὐχ ἡμῖν μὲν φόρου ἀπαγωγὴν ἔταξεν οὐ πρότερον οὖσαν, καὶ Τζάνους τοὺς ὁμόρους ἡμῖν αὐτονόμους ὄντας δεδούλωται, τῷ δὲ βασιλεῖ τῶν ἀθλίων Λαζῶν ἄρχοντα Ῥωμαῖον ἐπέστησε; πρᾶγμα οὔτε τῇ φύσει τῶν πραγμάτων ξυμβαῖνον οὔτε λόγῳ ῥᾴδιον ἑρμηνεύεσθαι.

他不是向我们强征前所未有的贡赋,奴役与我们毗邻而原本自主的察尼人,并在可怜的拉齐人国王之上安插了罗马长官吗?此等行径既不合事理之常,亦非言语所易表述。

§2.3.40

οὐ Βοσπορίταις μὲν τοῖς Οὔννων κατηκόοις στρατηγοὺς ἔπεμψε καὶ τὴν πόλιν προσεποιήσατο οὐδὲν αὐτῷ προσῆκον, ὁμαιχμίαν δὲ πεποίηται πρὸς τὰς τῶν Αἰθιόπων ἀρχάς, ὧν καὶ ἀνήκοοι τὸ παράπαν Ῥωμαῖοι ἐτύγχανον ὄντες;

他不是向原属匈人臣民的博斯普鲁斯人派遣将领,侵占了与他毫无瓜葛的城镇,并与罗马人素未听闻的埃塞俄比亚统治者结成同盟吗?

§2.3.41

ἀλλὰ καὶ Ὁμηρίτας τε καὶ θάλασσαν τὴν Ἐρυθρὰν περιβέβληται καὶ τὸν φοινικῶνα προστίθησι τῇ Ῥωμαίων ἀρχῇ.

不仅如此,他甚至将霍米尔人与红海囊括入怀,并将棕榈林并入罗马的版图。

§2.3.42

ἀφίεμεν γὰρ λέγειν τὰ Λιβύων τε καὶ Ἰταλῶν πάθη. ἡ γῆ τὸν ἄνθρωπον οὐ χωρεῖ ξύμπασα· μικρόν ἐστιν αὐτῷ πάντων ὁμοῦ τῶν ἀνθρώπων κρατεῖν.

我们且不谈利比亚人与意大利人所受的苦难。整个大地已容纳不下此人;统驭普天之下所有人类,对他而言不过是微末之事。

§2.3.43

ὁ δὲ καὶ τὸν αἰθέρα περισκοπεῖ καὶ τοὺς ὑπὲρ τὸν ὠκεανὸν διερευνᾶται μυχούς, ἄλλην αὑτῷ τινα οἰκουμένην περιποιεῖσθαι βουλόμενος.

他甚至环视天空,探寻大洋彼端的幽隐秘境,企图为自己另取一重人间天地。

§2.3.44

τί οὖν ἔτι, ὦ βασιλεῦ, μέλλεις; τί δὲ τὴν κάκιστα ἀπολουμένην εἰρήνην αἰσχύνῃ, ὅπως δηλαδή σε ὑστάτην ποιήσηται βρῶσιν τῶν ἄλλων ἁπάντων;1

大王啊,您如今为何还要迟疑?为何还要顾惜这注定将极其凄惨地破灭的和平,难道就是为了让他公然将您当作吞噬完其余所有人之后的最后一餐吗?

§2.3.45

εἰ μέν ἐστί σοι βουλομένῳ μαθεῖν2 ὁποῖός τις ἂν Ἰουστινιανὸς ἐς τοὺς αὐτῷ εἴκοντας γένοιτο, ἐγγύθεν σοι τὸ παράδειγμα παρ’ ἡμῶν τε αὐτῶν ἐστι καὶ τῶν ταλαιπώρων Λαζῶν· εἰ δέ, ὅπως ποτὲ εἴωθε τοῖς τε ἀγνῶσι καὶ οὐδ’ ὁτιοῦν ἠδικηκόσι χρῆσθαι, Βανδίλους τε καὶ Γότθους καὶ Μαυρουσίους διαλογίζου.

若是您愿意知晓查士丁尼对待顺从者究竟是何等面目,眼下便有我们自身以及苦难的拉齐人作为例证;若是您想看他惯常如何对待素昧平生且丝毫不曾加害于他的人,且思量一下汪达尔人、哥特人与毛利人吧。

§2.3.47

τό τε δὴ κεφάλαιον οὔπω λέλεκται. οὐκ Ἀλαμούνδαρον μὲν ἐν σπονδαῖς τὸν σόν, ὦ κράτιστε βασιλεῦ, δοῦλον ἀπάτῃ τε περιελθεῖν καὶ βασιλείας ἀποστῆσαι τῆς σῆς ἔργον πεποίηται, Οὔννους δὲ τοὺς οὐδαμόθεν αὐτῷ γνωρίμους ἐπὶ τοῖς σοῖς ἔναγχος ἑταιρίζεσθαι πράγμασιν ἐν σπουδῇ ἔσχε; καίτοι πρᾶξις ἀτοπωτέρα ταύτης οὐ γέγονεν ἐκ τοῦ παντὸς χρόνου.

而最要紧之事尚未述及。最威严的大王啊,他难道不是在和约期间,千方百计以诡计陷害您的臣仆阿拉蒙达鲁斯,企图使之背叛您的王国;且最近不是竭力拉拢与他毫无交集的匈人,以图不利于您的国家吗?然而纵观古往今来,亦无有比此更离奇悖理之举。

§2.3.48

ἐπειδὴ γὰρ ᾔσθετο, οἶμαι, εἰς πέρας αὐτῷ ὅσον οὔπω ἀφίξεσθαι τὴν τῶν ἑσπερίων καταστροφήν, τοὺς ἑῴους ἤδη μετελθεῖν ὑμᾶς ἐγκεχείρηκεν, ἐπεὶ καὶ μόνον ἀπολέλειπται αὐτῷ ἐς ἀγῶνα τὸ Περσῶν κράτος.

因为依我之见,他察觉到对西方人的征服行将大功告成,便已着手侵逼你们东方人,因如今唯有波斯的大国留作他争战的对手。

§2.3.49

ἡ μὲν οὖν εἰρήνη τὸ ἐκείνου μέρος ἤδη σοι λέλυται, καὶ σπονδαῖς αὐτὸς πέρας ταῖς ἀπεράντοις ἐπέθηκε.

因此,就他那一方面而言,和平对您来说早已荡然无存,是他亲自为这无休止的和约画上了句号。

§2.3.50

λύουσι γὰρ τὴν εἰρήνην οὐχ οἳ ἂν ἐν ὅπλοις γένοιντο πρῶτοι, ἀλλ’ οἳ ἂν ἐπιβουλεύοντες ἐν σπονδαῖς τοῖς πέλας ἁλοῖεν.

因为破坏和平者,并非最先诉诸武力之人,而是在和约期间图谋加害邻邦而败露之人。

§2.3.51

τὸ γὰρ ἔγκλημα τῷ ἐγκεχειρηκότι, κἂν ἀπῇ τὸ κατορθοῦν, πέπρακται. ὅπη ποτὲ δὲ ὁ πόλεμος χωρήσει παντί που δῆλον. οὐ γὰρ οἱ τὰς αἰτίας τῷ πολέμῳ παρασχόμενοι, ἀλλ’ οἱ τοὺς παρασχομένους αὐτὰς ἀμυνόμενοι, κρατεῖν ἀεὶ τῶν πολεμίων εἰώθασιν.

哪怕未能得逞,企图犯险者亦已铸成罪责。至于战局将如何演变,想必人人皆了然于胸。因为向来能够克敌制胜者,非引启战端之人,乃奋起抵御肇事之徒的自卫之师。

§2.3.52

οὐ μὴν οὐδὲ ἐξ ἀντιπάλου ἡμῖν τῆς δυνάμεως ὁ ἀγὼν ἔσται. Ῥωμαίοις γὰρ τῶν τε στρατιωτῶν πλείστους πρὸς ταῖς τῆς οἰκουμένης ἐσχατιαῖς ξυμβαίνει εἶναι, καὶ δυοῖν στρατηγοῖν, οἵπερ αὐτοῖς ἄριστοι ἦσαν, τὸν ἕτερον μὲν Σίτταν κτείναντες ἥκομεν, Βελισάριον δὲ οὔποτε Ἰουστινιανὸς τὸ λοιπὸν ὄψεται. οὗπερ ἐκεῖνος ὀλιγωρήσας μεμένηκε πρὸς ταῖς ἡλίου δυσμαῖς,3 αὐτὸς ἔχων τὸ Ἰταλῶν κράτος. ὥστε σοι ἐπὶ τοὺς πολεμίους ἰόντι ἀπαντήσει τῶν πάντων οὐδείς, ἕξεις δὲ καὶ ἡμᾶς εὐνοίᾳ τε, ὡς τὸ εἰκός, καὶ χωρίων ἐμπειρίᾳ πολλῇ τῷ σῷ στρατῷ ἐξηγουμένους.” ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, ἥσθη τε καὶ ξυγκαλέσας εἴ τι ἐν Πέρσαις καθαρὸν ἦν4 ἐς πάντας ἐξήνεγκεν ἅ τε Οὐίττιγις ἔγραψε καὶ ὅσα οἱ Ἀρμένιοι εἶπον, ἀμφί τε τῷ πρακτέῳ βουλὴν προὔθηκεν.

况且,我们将要进行的这场较量,敌我力量绝非势均力敌。因为罗马的绝大部分士兵恰好远在天涯海角;而在他们最优秀的两位将领之中,其一席塔斯已被我们击杀,我们方才来到此处,至于贝利撒留,查士丁尼今后再也无法相见了。因他蔑视皇帝,留在落日之地,自专意大利之权。因此,当您挥师进讨敌邦之际,普天之下绝无一人敢于阻挡,而您更将拥有我们以自然流露的忠心以及对地形的精熟,为您的军队作前驱引路。”霍斯劳听毕此言,欣喜异常,遂召集波斯境内所有的贵族显贵,向所有人公开宣布了维提吉斯的来信与亚美尼亚人所言之一切,并就应行之事主持商议。

§2.3.55

ἔνθα δὴ ἐλέχθησαν μὲν γνῶμαι πολλαὶ ἐφ’ ἑκάτερα φέρουσαι, τέλος δὲ πολεμητέα σφίσιν ἅμα ἦρι ἀρχομένῳ ἐπὶ Ῥωμαίους ἔδοξεν εἶναι.

席间众人各抒己见,意见歧异,但最终他们决议在初春之际对罗马人开战。

§2.3.56

ἦν γὰρ τοῦ ἔτους μετόπωρον, τρίτον καὶ δέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.

因为当时正值深秋,是查士丁尼皇帝执掌帝国统治的第十三年。

§2.3.57

οὐ μέντοι Ῥωμαῖοι τοῦτο ὑπώπτευον, οὐδὲ δὴ Πέρσας λύσειν ποτὲ τὰς ἀπεράντους καλουμένας σπονδὰς ᾤοντο, καίπερ Χοσρόην ἀκούσαντες τῷ τε σφῶν αὐτῶν βασιλεῖ ἐγκαλεῖν οἷς εὐημέρησεν ἐν ταῖς ἡλίου δυσμαῖς καὶ τὰ ἐγκλήματα ἐπιφέρειν ταῦτα ὧν ἄρτι ἐμνήσθην.

然而罗马人对此全无戒心,断不认为波斯人会撕毁所谓持久和约,即便他们已听闻霍斯劳抱怨本国皇帝在日落之地的赫赫战功,并提出了我方才提及的那些责难。

语法注4 条
  1. 2.3.44ὅπως δηλαδή σε ὑστάτην ποιήσηται βρῶσιν τῶν ἄλλων ἁπάντων

    此处套用了荷马《奥德赛》中独眼巨人波吕斐摩斯的典故(“我最后吃掉没人”)。连词 ὅπως 接虚拟语气 ποιήσηται,引导一个带讽刺意味的目的/结果从句:“难道[您维持和平]只是为了让他把您留作吞食众人后的最后一餐吗?”

  2. 2.3.45εἰ μέν ἐστί σοι βουλομένῳ μαθεῖν

    表示意愿的与格分词结构(相当于拉丁语的 mihi volenti est)。现在分词 βουλομένῳ 与与格代词 σοι 一致,意为“如果您乐意了解/如果您想要探知”。

  3. 2.3.52οὗπερ ἐκεῖνος ὀλιγωρήσας μεμένηκε πρὸς ταῖς ἡλίου δυσμαῖς

    属格关系代词 οὗπερ 作动词 ὀλιγωρέω(意为“轻视、蔑视”,支配属格)的宾语,其先行词为前文的 Ἰουστινιανός(查士丁尼)。主语 ἐκεῖνος 指贝利撒留,整句意为“那人(贝利撒留)因藐视他(查士丁尼)而留在了西方”。

  4. 2.3.54εἴ τι ἐν Πέρσαις καθαρὸν ἦν

    中性单数不定从句 εἴ τι(“凡是……的一切”)与形容词 καθαρόν(本义为“纯洁的”,引申为“高贵的、显贵的”)结合,集合性地指代“波斯人中所有的贵族上层阶级”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.3.38-2.3.57