- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.30.20-2.30.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
默梅罗埃斯在佩特拉留下守军后取道山区撤退,虽遭富贝利斯与达吉斯泰乌斯伏击,仍退回波斯属亚美尼亚。与此同时,古巴泽斯倚仗法西斯河的天险坚守阵线,并紧急召集达吉斯泰乌斯前来击退留下的五千名波斯劫掠部队。
καὶ τρισχιλίους μὲν τῶν μαχίμων ἀπολεξάμενος αὐτοῦ εἴασεν, οἷσπερ τὰ ἐδώδιμα οὐκ ἐς χρόνου κατέθετο μῆκος,1 ἐπιστείλας τοῦ περιβόλου τῆς οἰκοδομίας ἐπιμελεῖσθαι· αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ὀπίσω ἀπήλαυνεν.
他从战斗人员中挑选出三千人留驻该地,为他们储备了维持不了多久的口粮,并叮嘱他们照看围墙的建造;他自己则率领其余全军向后撤退。
Ἐπεί τέ οἱ ὁδῷ τῇ αὐτῇ ἐνθένδε ἰόντι οὐδεὶς τῶν ἀναγκαίων ἐγίνετο πόρος, ἅπαντα ἐν Πέτρᾳ λιπόντι ἅπερ ἐπιφερόμενος ἐξ Ἰβηρίας ὁ στρατὸς ἔτυχεν, ἄλλην τινὰ πορείαν ἰέναι διὰ τῶν ταύτῃ ὀρῶν διενοεῖτο, ἵνα δὴ ἀνθρώπους οἰκεῖν ἔμαθεν, ὅπως ληιζόμενοι ἀποζῆν δύνωνται. ἐν ταύτῃ τῇ πορείᾳ τῶν τις ἐν Λαζοῖς λογίμων, Φούβελις ὄνομα, Πέρσας αὐλιζομένους ἐνήδρευσε, Δαγισθαῖον ἅμα Ῥωμαίων δισχιλίοις ἐπαγόμενος, οἳ δὴ τῶν Περσῶν ἐξ ἐπιδρομῆς ἵππους νέμοντάς τινας ἔκτειναν, ἵππους τε ληισάμενοι δι’ ὀλίγου τὴν ἀναχώρησιν ἐποιήσαντο. οὕτω μὲν ὁ Μερμερόης τῷ Μήδων στρατῷ ἐνθένδε ᾔει.
由于他从该地沿原路返回便无法获得生活必需品的补给,因为军队从伊比利亚带来的一切物资都已留在了佩特拉,于是他打算穿过该地的山区沿另一条道路行军,因他得知该处有人居住,以便使他们能够通过抢劫维持生计。在这次行军中,拉齐卡人的一位头面人物,名叫富贝利斯,带着达吉斯泰乌斯及两千名罗马士兵,设伏袭击了正在露宿的波斯军;他们突袭杀死了几名放牧马匹的波斯人,掠夺了马匹后便迅速撤退。默梅罗埃斯就这样率领米底军队离开了该地。
Ὁ δὲ Γουβάζης, μαθὼν ὅσα δὴ Ῥωμαίοις ἔν τε τῇ Πέτρᾳ καὶ τῷ στενωπῷ ξυνηνέχθη γενέσθαι, οὐδ’ ὣς ἔδεισεν, οὐδὲ τὴν ἐν τῷ κατ’ αὐτὸν στενωπῷ φυλακὴν εἴασεν, ἐνταῦθα σφίσι τὴν κεφαλὴν τῆς ἐλπίδος οἰόμενος εἶναι.
然而古巴泽斯获悉罗马人在佩特拉和隘口遭遇的一切变故后,却并未因此惊慌,也没有放弃在自己这方隘口的守卫,深信他们的希望核心就在于此。
ἐξηπίστατο γὰρ ὡς, ἢν καὶ Ῥωμαίους ἐκτὸς Φάσιδος ποταμοῦ βιασάμενοι Πέρσαι τὸν στενωπὸν διαβῆναι καὶ ἐν Πέτρᾳ γενέσθαι δεδύνηνται, οὐδὲν ἂν ἐνθένδε Λαζῶν τῇ χώρᾳ προστρίψαιντο βλάβος, Φᾶσιν διαβῆναι οὐδεμιᾷ μηχανῇ ἔχοντες, ἄλλως τε καὶ νηῶν οὐ παρουσῶν σφίσιν.
因为他深知,即便波斯人在法西斯河外侧击溃罗马人,得以穿过隘口并抵达佩特拉,他们也无法从那里给拉齐卡人的领土造成任何损害,因为他们绝无办法渡过法西斯河,更何况他们并无舟船可用。
ὁ γὰρ ποταμὸς οὗτος βάθους μὲν εἴπερ τις ἄλλος ἱκανώτατα ἔχει,2 εὔρους δὲ ἐπὶ πλεῖστον διήκει.
因为这条河流深邃程度不亚于任何其他河流,且河面极其宽阔。
τῆς μέντοι ῥύμης αὐτῷ τοσοῦτον περίεστιν ὥστε δὴ ἐς τὴν θάλασσαν ἐκβαλὼν ἐπὶ μακρότατον κατὰ μόνας χωρεῖ, οὐδαμῆ ταύτῃ ἐπιμιγνύμενος. ὕδωρ ἀμέλει πότιμον τοῖς ἐκείνῃ ναυτιλλομένοις ὑδρεύεσθαι πάρεστιν ἐν μέσῳ πελάγει.
更有甚者,它的水流势头如此汹涌,以至于注入大海后独自行流极远之距离,绝不在此与海水相混;凡在该海域航行的人,在大海中央便能汲取到饮用水。
καὶ φυλακτήρια μέντοι τοῦ ποταμοῦ ἐντὸς πεποίηνται πανταχόθι Λαζοί, τοῦ μηδὲ ναυσὶ διαπορθμευομένοις τοῖς πολεμίοις ἀπόβασιν ἐς τὴν γῆν εἶναι.
此外,拉齐卡人在河流内侧各处皆设立了要塞守备队,使敌人即便乘船渡河亦无法登上海岸。
Βασιλεὺς δὲ Ἰουστινιανὸς Σαβείρων μὲν τῷ ἔθνει τὰ ξυγκείμενα χρήματα ἔπεμψε, Γουβάζην δὲ καὶ Λαζοὺς χρήμασιν ἄλλοις δεδώρηται.
此时查士丁尼皇帝向萨比尔人部族派送了议定的款项,并赠予古巴泽斯和拉齐卡人另外的钱财。
ἐτύγχανε δὲ πολλῷ πρότερον καὶ ἄλλο στράτευμα λόγου ἄξιον ἐς Λαζικὴν πέμψας, οἳ οὔπω ἀφικόμενοι ἐνταῦθα ἔτυχον. ἦρχε δὲ αὐτῶν Ῥεκίθαγγος ἐκ Θρᾴκης, ἀνὴρ ξυνετός τε καὶ ἀγαθὸς τὰ πολέμια. ταῦτα μὲν οὖν ταύτῃ πη εἶχε.
他此前很久就已派遣了另一支颇有规模的军队前往拉齐卡,他们当时尚未抵达该地。指挥他们的是来自色雷斯的雷齐坦古斯,此人兼具智谋且骁勇善战。此地的情形大致便是如此。
Γενόμενος δὲ ὁ Μερμερόης ἐν τοῖς ὄρεσιν, ὥσπερ μοι εἴρηται, Πέτραν ἐνθένδε τῶν ἐπιτηδείων ἐμπιπλάναι ἐν σπουδῇ εἶχεν. ἐπαρκέσειν γὰρ τῷ ἐνταῦθα φυλακτηρίῳ ἐς τρισχιλίους ὄντι τὰ ἐδώδιμα οὐδαμῆ ᾤετο ἅπερ εἰσκομισάμενοι ξὺν αὐτοῖς ἔτυχον.
默梅罗埃斯如我所述抵达山区后,一心想要从那里向佩特拉运送给养;因为他绝不认为同他们一起运入的口粮足以支撑驻守该处的三千兵力。
ἀλλ’ ἐπεὶ τὰ ἐν ποσὶ σφίσι γινόμενα μόλις ἀπέχρη ἐς τὴν δαπάνην τῇ στρατιᾷ ταύτῃ, οὐχ ἧσσον ἢ τρισμυρίοις οὖσι, καὶ ἀπ’ αὐτοῦ οὐδὲν ὅ τι καὶ λόγου ἄξιον πέμπειν ἐς τὴν Πέτραν οἷοί τε ἦσαν, λογισάμενος εὕρισκε σφίσιν ἄμεινον εἶναι τὸ μὲν πλέον τοῦ στρατοῦ ἀπαλλάσσεσθαι ἐκ γῆς τῆς Κολχίδος, ὀλίγους δέ τινας ἐνταῦθα μεῖναι, οἳ δὴ ἔμελλον τῶν ἐπιτηδείων οἷς ἂν ἐντύχοιεν πολλὰ μὲν ἐς τὸ ἐν Πέτρᾳ φυλακτήριον ἐσκομίζεσθαι, τοῖς δὲ ἄλλοις αὐτοὶ διαρκῶς χρῆσθαι·
然而,由于他们手头所获之物勉强只够这支不少于三万人的大军消耗,因此无法向佩特拉运送任何值得一提的物资,他深思熟虑后认为,对他们而言更好的方案是让大军主力撤出科尔基斯之地,留下少数人驻守于此,将他们所能获得的粮草大量运入佩特拉的守备队,其余则供自己充分享用。
ἄνδρας οὖν ἐς πεντακισχιλίους ἀπολεξάμενος αὐτοῦ εἴασεν, οἷς δὴ ἄρχοντας ἄλλους τε τρεῖς καὶ Φάβριζον κατεστήσατο.
于是他挑选出约五千人留在该地,任命法布里佐斯及另外三名将领作为他们的统帅。
πλείους γὰρ ἐνταῦθα λείπεσθαι οὔ οἱ ἔδοξεν ἐπάναγκες εἶναι, πολεμίων οὐδαμῆ ὄντων. αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ ἐς τὴν Περσαρμενίαν ἐλθὼν ἡσύχαζεν ἐν τοῖς ἀμφὶ Δούβιος χωρίοις.
因为在敌人杳无踪迹的情况下,他认为没有必要留下更多人马。他自己则率领其余军队前往波斯属亚美尼亚,在杜比奥斯周边的地区按兵不动。
Οἱ δὲ πεντακισχίλιοι, ἐπεὶ ἐγγυτέρω τῶν Λαζικῆς ἐσχάτων ἦλθον, παρὰ ποταμὸν Φᾶσιν ἐστρατοπεδεύσαντο ἅπαντες, ἔνθεν τε κατ’ ὀλίγους περιιόντες ἐληίζοντο τὰ ἐκείνῃ χωρία.
这五千人进抵更接近拉齐卡边界之处后,全员在法西斯河畔扎营,从那里分成小队四处巡弋,劫掠该地的村庄。
ὧν δὴ ὁ Γουβάζης αἰσθόμενος τῷ Δαγισθαίῳ ἐπέστελλε βοηθεῖν ἐνταῦθα σπουδῇ· δράσειν γὰρ σφίσι τοὺς πολεμίους κακόν τι μέγα δυνατὰ ἔσεσθαι.3
古巴泽斯察觉此事后,立刻敦促达吉斯泰乌斯速速前来救援,声称他们将有可能给敌人造成巨大的损害。
- 2.30.20οἷσπερ τὰ ἐδώδιμα οὐκ ἐς χρόνου κατέθετο μῆκος
与格 οἷσπερ 在此作利益与格,与动词 κατέθετο 连用(“为他们储备”)。否定词 οὐκ 直接修饰紧随其后的介词短语 ἐς χρόνου μῆκος(“延续很长一段时间”),表示限制性否定,意为“并非备足长期所需的口粮”。
- 2.30.25βάθους μὲν εἴπερ τις ἄλλος ἱκανώτατα ἔχει
此处采用 ἔχω 搭配副词 ἱκανώτατα 以及说明属格 βάθους(“在深度方面极为充足”)。插入短语 εἴπερ τις ἄλλος 为带有条件小词 εἴπερ 的惯用省略表达(“如果还有其他河流如此的话”),用于强调其最高级程度(“不逊于任何其他河流”)。
- 2.30.35δράσειν γὰρ σφίσι τοὺς πολεμίους κακόν τι μέγα δυνατὰ ἔσεσθαι
间接引语中的不定式结构。核心不定式为 ἔσεσθαι,配合与格 σφίσι 及非人称中性复数表语 δυνατά(“对他们而言将是可能的”),其主语为将来时不定式 δράσειν(“施加/造成”),支配双重宾格 τοὺς πολεμίους(对象)与 κακόν τι μέγα(内容)。间接反身代词 σφίσι 指代主句主语古巴泽斯及拉齐卡人。
