← 普罗科皮乌斯

战史

§2.30.1-2.30.19

达吉斯泰乌斯溃退与默梅罗埃斯解围佩特拉

当默梅罗埃斯率波斯军前来解救佩特拉时,达吉斯泰乌斯中计受骗,并在闻知隘口守军溃退后弃城逃跑;赶至的默梅罗埃斯救出幸存守军,并巧妙利用沙袋修复了坍塌的围墙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.30.1

Μερμερόης δέ, ἐπεὶ τοὺς Ἰβηρίας ὅρους παντὶ τῷ Μήδων στρατῷ ἤμειψε, πρόσω ἐχώρει, ποταμὸν Φᾶσιν ἐν δεξιᾷ ἔχων· διὰ γὰρ τῶν ἐπὶ Λαζικῆς χωρίων ἰέναι οὐδαμῆ ἤθελε, τοῦ μή τί οἱ ταύτῃ ἐμπόδισμα ὑπαντιάσαι.1

另一方面,默梅罗埃斯率领全体米底军队越过伊比利亚边界后,将法西斯河置于右侧向前推进;因为他绝不愿经由拉齐卡境内的地区行军,以免在此地遭遇任何阻碍。

§2.30.2

Πέτραν γὰρ πόλιν καὶ Πέρσας τοὺς ἐνταῦθα διασώσασθαι ἐν σπουδῇ εἶχε, καίτοι καὶ μοῖρά τις τοῦ περιβόλου καταπεπτώκει ἐξαπιναίως.

他一心渴望解救佩特拉城及驻留彼处的波斯人,尽管围墙的一部分已然突然崩塌。

§2.30.3

ᾐώρητο γάρ, ὥσπερ μοι εἴρηται· ἄνδρες τε τοῦ Ῥωμαίων στρατοῦ ἐς πεντήκοντα ἐθελούσιοι ἐν τῇ πόλει γενόμενοι βασιλέα Ἰουστινιανὸν ἀνεβόων καλλίνικον.

因为正如我所说过的,那道城墙早已悬空;罗马军队中有大约五十名勇士自愿冲入城内,高呼查士丁尼皇帝为凯旋者。

§2.30.4

ἡγεῖτο δὲ αὐτῶν νεανίας τις Ἀρμένιος γένος, Ἰωάννης ὄνομα, Θωμᾶ υἱός, ὅνπερ Γούζην ἐπίκλησιν ἐκάλουν.

率领他们的是一名亚美尼亚裔青年,名叫约翰,是托马斯之子,人称古泽斯。

§2.30.5

οὗτος ὁ Θωμᾶς πολλὰ τῶν ἀμφὶ τὴν Λαζικὴν ὀχυρωμάτων ἐδείματο, βασιλέως οἱ ἐπαγγείλαντος, καὶ τῶν ἐκείνῃ στρατιωτῶν ἦρξεν, ἔμφρων τε βασιλεῖ ἔδοξεν εἶναι.

这位托马斯奉皇帝之命建造了拉齐卡周围的许多要塞,并指挥当地驻军,在皇帝眼中深具智谋。

§2.30.6

ὁ μὲν οὖν Ἰωάννης, Περσῶν σφίσιν ἐς χεῖρας ἐλθόντων, πληγεὶς αὐτίκα ξὺν τοῖς ἑπομένοις ἐς τὸ στρατόπεδον ἀνεχώρησεν, ἐπεὶ οὐδείς οἱ τῶν ἐκ τοῦ Ῥωμαίων στρατοῦ ἕτερος ἀμύνων ἦλθε· Πέρσης δὲ ἀνήρ, Μιρράνης ὄνομα, ὅσπερ τοῦ ἐν Πέτρᾳ φυλακτηρίου ἦρχεν, ἀμφὶ τῇ πόλει δείσας, Πέρσαις μὲν πᾶσιν ἐπέστελλε τῆς φυλακῆς ἐς τὸ ἀκριβὲς μάλιστα ἔχεσθαι, αὐτὸς δὲ παρὰ Δαγισθαῖον σταλεὶς θῶπάς τε καὶ ἀπατηλοὺς προὐτείνετο λόγους, οὐδενὶ πόνῳ ὁμολογῶν οὐ πολλῷ ὕστερον ἐνδώσειν τὴν πόλιν. ταύτῃ τε παρακρούσασθαι ἴσχυσεν, ὡς μὴ ἐς τὴν πόλιν αὐτίκα τῷ Ῥωμαίων στρατῷ ἐσιτητὰ εἶναι.2

然而约翰在波斯人前来白刃交锋时随即负伤,遂同其追随者退回军营,因为罗马军中别无他人赶来支援;而指挥佩特拉驻军的波斯人米兰尼斯因担忧城市安危,便下令所有波斯人极其严密地坚守岗哨,他自己则前往达吉斯泰乌斯处,陈说谄媚且具欺骗性的话语,许诺不久之后便毫无困难地献出该城。他凭借此计成功进行了欺瞒,致使罗马军队未能立时攻入城中。

§2.30.8

Οἱ δ’ ἀμφὶ Μερμερόην ἐπειδὴ ἀφίκοντο ἐς τὸν στενωπόν, ἐνταῦθα σφίσι τὸ Ῥωμαίων φυλακτήριον ὑπηντίαζον ἐς ἑκατὸν ὄντες, καρτερῶς τε ἠμύνοντο, καὶ τοὺς τῆς εἰσόδου ἀποπειρωμένους ἀνέστελλον.

当默梅罗埃斯所部抵达狭隘隘口时,驻守该处的约百名罗马守备队迎上前去,顽强抵抗,将企图通过隘口的敌人击退。

§2.30.9

Πέρσαι δὲ οὐδαμοῦ ὑπεχώρουν, ἀλλὰ τοὺς κτεινομένους ἀεὶ ἕτεροι ἐκδεχόμενοι πρόσω ἐχώρουν, παντὶ σθένει τὴν εἴσοδον βιαζόμενοι.

然而波斯人绝不后退,反而由其他人不断接替阵亡者向前挺进,倾尽全力强攻入口。

§2.30.10

θνήσκουσι μὲν Πέρσαι πλέον ἢ χίλιοι, κτείνοντες δὲ Ῥωμαῖοι ἀπεῖπον, τοῦ τε ὁμίλου σφᾶς βιαζομένου ὑπεχώρησάν τε καὶ ἐς τῶν ἐκείνῃ ὀρῶν τὰς ὑπερβολὰς ἀναδραμόντες ἐσώθησαν.

波斯人阵亡达一千余人,但罗马人在奋力截杀中精疲力竭,在大群敌军的逼迫下后撤,奔逃至该地群山的高处而得以脱险。

§2.30.11

ταῦτα Δαγισθαῖος μαθὼν αὐτίκα τὴν προσεδρείαν διέλυσεν, οὐδὲν τῷ στρατῷ ἐπιστείλας, ἐπὶ Φᾶσίν τε ποταμὸν ἤλαυνε· καὶ οἱ Ῥωμαῖοι ξύμπαντες εἵποντο, τὰ σφέτερα αὐτῶν ἐν τῷ στρατοπέδῳ ἀπολιπόντες.

达吉斯泰乌斯获悉此事后,未对军队下达任何命令便立刻解除了包围,奔向法西斯河;全军罗马人亦随之撤离,将自己的辎重财物遗弃在营地中。

§2.30.12

Πέρσαι δὲ τὰ ποιούμενα κατιδόντες τάς τε πύλας ἀνέῳγον καὶ ἐπεξελθόντες ἀμφὶ τὰς καλύβας τῶν πολεμίων ἦλθον, ὡς τὸ στρατόπεδον ἐξαιρήσοντες.

波斯人见此情景,便打开城门杀将出来,扑向敌人的营棚,企图夺取军营。

§2.30.13

Τζάνοι δὲ ʽοὐ γὰρ Δαγισθαίῳ ἐπισπόμενοι ἔτυχον’ ἐβοήθουν ἐνταῦθα δρόμῳ, τρεψάμενοί τε πόνῳ οὐδενὶ τοὺς πολεμίους πολλοὺς ἔκτειναν.

但赞尼人——因他们恰好未曾跟随达吉斯泰乌斯——遂飞奔前来救援,毫不费力地击溃敌军并斩杀了许多人。

§2.30.14

Πέρσαι μὲν οὖν φεύγοντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, Τζάνοι δὲ ληισάμενοι τὸ Ῥωμαίων στρατόπεδον εὐθὺ τοῦ Ῥιζαίου ἐχώρησαν. ἔνθεν δὲ ἐς Ἀθήνας ἐλθόντες διὰ Τραπεζουντίων ἐπ’ οἴκου ἀπεκομίσθησαν.

于是波斯人逃回围墙之内,而赞尼人在劫掠了罗马军营之后,径直前往里扎伊翁。随后他们行抵雅典,取道特拉佩祖斯人之地返回家园。

§2.30.15

Μερμερόης δὲ καὶ ὁ Μήδων στρατὸς ἐνταῦθα ἦλθον ἡμέρᾳ μετὰ τὴν Δαγισθαίου ὑπαγωγὴν ἐνάτῃ· οὗ δὴ ἀπολελειμμένους ἐκ τοῦ Περσῶν φυλακτηρίου τραυματίας μὲν καὶ ἀπομάχους γεγενημένους πεντήκοντα καὶ τριακοσίους εὗρον, ἀκραιφνεῖς δὲ πεντήκοντα καὶ ἑκατὸν μόνους· οἱ γὰρ ἄλλοι ἅπαντες ἐτεθνήκεσαν.

默梅罗埃斯与米底军队在达吉斯泰乌斯撤退后的第九天抵达该地;他们发现波斯守军的幸存者中,负伤残废者有三百五十人,完好无损者仅有一百五十人;其余所有人皆已阵亡。

§2.30.16

ὧνπερ τὰ σώματα οἱ περιόντες τοῦ περιβόλου ἐκτὸς οὐδαμῆ ἔρριψαν, ἀλλὰ τῷ τῆς ὀσμῆς δυσώδει ἀποπνιγόμενοι παρὰ δόξαν ἀντεῖχον, ὡς μή τινα ἐς τὸ πολιορκεῖν προθυμίαν τοῖς πολεμίοις, ἅτε τῶν πλείστων ἀπολωλότων σφίσι, παρέχωνται.

幸存者决不将这些尸体抛掷在围墙之外,而是任凭恶臭熏鼻令人窒息,却出人意料地苦苦支撑,以免因多数守军丧命而给敌人增添继续围城的士气。

§2.30.17

ὅ τε Μερμερόης ἐπιτωθάζων δακρύων τε καὶ θρήνων ἀξίαν Ῥωμαίων τὴν πολιτείαν ἔφασκεν εἶναι, οἷς γε δὴ ἐς τοῦτο ἀσθενείας περιεστήκει τὰ πράγματα, ὡς πεντήκοντά τε καὶ ἑκατὸν ἀτειχίστους Πέρσας μηδεμιᾷ μηχανῇ ἐξελεῖν δεδυνῆσθαι.3

默梅罗埃斯嘲弄着说道,罗马国势实在值得哭泣与哀悼,因其国力竟已衰败至此,以至于竭尽一切手段亦无法拿下这一百五十名失去城墙庇护的波斯人。

§2.30.18

καὶ τοῦ μὲν περιβόλου ἀνοικοδομήσασθαι ὅσα καταπεπτώκει ἐν σπουδῇ ἐποιεῖτο· ἐπεὶ δὲ οὔτε τίτανον ἐν τῷ παραυτίκα οὔτε τι ἄλλο τῶν ἐς τὴν οἰκοδομίαν ἐπιτηδείων ἐν παρασκευῇ εἶχεν, ἐπενόει τάδε.

他急于重建坍塌的围墙;但鉴于当时手头既无石灰,亦无其他适于建造的材料,便想出了如下计策。

§2.30.19

θυλάκους λινοῦς, οἷς δὴ Πέρσαι τὰ ἐπιτήδεια σφίσιν ἐσεκομίσαντο ἐς γῆν τὴν Κολχίδα, ψάμμου ἐμπλησάμενος ἐς τῶν λίθων τὴν χώραν ἐτίθετο, οἳ δὴ ἐνταῦθα βαλλόμενοι ἀντὶ τοῦ τοίχου ἐγίνοντο.

他命人用沙子装满波斯人向科尔基斯运粮所用的亚麻袋,将其放置在原本砌石之处;堆叠在那里的沙袋便起到了城墙的作用。

语法注3 条
  1. 2.30.1τοῦ μή τί οἱ ταύτῃ ἐμπόδισμα ὑπαντιάσαι

    带否定词 μή 的定冠词属格不定式结构,表示目的(“以免遭受任何阻碍”)。不定式的逻辑主语是 τί ἐμπόδισμα,与格代词 οἱ 则是支配与格的动词 ὑπαντιάζω 的宾语。

  2. 2.30.7ὡς μὴ ἐς τὴν πόλιν αὐτίκα τῷ Ῥωμαίων στρατῷ ἐσιτητὰ εἶναι

    由 ὡς 加不定式构成的结果或意图结果从句。ἐσιτητά 是动词性形容词中性复数的不定人称用法(“能够进入”),并连带表示施事者的与格 τῷ Ῥωμαίων στρατῷ。

  3. 2.30.17οἷς γε δὴ ἐς τοῦτο ἀσθενείας περιεστήκει τὰ πράγματα, ὡς πεντήκοντά τε καὶ ἑκατὸν ἀτειχίστους Πέρσας μηδεμιᾷ μηχανῇ ἐξελεῖν δεδυνῆσθαι

    关系从句中的 οἷς 是表示所属或关涉的与格(“对他们而言,局势已沦落到……”)。ἀσθενείας 是依附于指示代词 ἐς τοῦτο 的部分属格(“陷入如此衰弱的境地”)。其后的 ὡς 加完成体不定式 δεδυνῆσθαι 构成程度或结果从句(“以至于无论如何都未能拿下……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.30.1-2.30.19