← 普罗科皮乌斯

战史

§2.29.30-2.29.43

达吉斯泰乌斯的懈怠与佩特拉围城受阻

古巴泽斯向皇帝申请同盟款项及自身薪饷,但款项遭延误。与此同时,围攻佩特拉的达吉斯泰乌斯轻视了隘口的防守,虽通过地道战使城墙濒临坍塌,却因贪图赏赐而一再延误最终攻势。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.29.30

αὐτὸς μὲν οὖν ἀνενεγκὼν ἐς βασιλέα Ἰουστινιανὸν τὰ ξυγκείμενα τοῖς τε βαρβάροις τὰ χρήματα ταῦτα ἱκέτευε πέμπειν καὶ Λαζοῖς ἄγαν κεκακωμένοις παραψυχὴν προέσθαι τινά.

〔古巴泽斯〕本人随后将达成的协议呈报查士丁尼皇帝,恳求他将这些款项送交蛮族,并向遭受严重苦难的拉齐人赐予些许抚慰。

§2.29.31

ἔφασκε δὲ καί οἱ αὐτῷ τὸ δημόσιον τὰς συντάξεις ὀφείλειν ἐνιαυτῶν δέκα, ἐπεὶ ἐν τοῖς σιλεντιαρίοις ἐν παλατίῳ τασσόμενος οὐδὲν κεκομισμένος ἐνθένδε εἴη, ἐξ οὗ δὴ ἐς γῆν τὴν Κολχίδα Χοσρόης ἦλθε.

他还声称,国库亦拖欠他本人十年的津贴,因为自从库思老侵入科尔基斯之地以来,他虽在宫廷中被列入侍从侍臣之列,却未曾从中领受分文。

§2.29.32

βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπιτελέσειν μὲν διενοεῖτο τὴν αἴτησιν, ἐπιγενομένης δέ οἱ ἀσχολίας τινὸς οὐκ ἔπεμψε τῷ καθήκοντι χρόνῳ τὰ χρήματα. Γουβάζης μὲν οὖν ταῦτα ἐποίει.

查士丁尼皇帝虽然有意满足这一请求,但因突然有其他事务缠身,未能在适当时机送出款项。古巴泽斯便是如此行事的。

§2.29.33

Δαγισθαῖος δὲ ʽἦν γάρ τις νεανίας πόλεμόν τε διενεγκεῖν Μηδικὸν οὐδαμῆ ἀξιόχρεωσ̓ τοῖς παροῦσιν οὐκ ἐπιτηδείως ἐχρῆτο.

然而达吉斯泰乌斯——因他是一个绝不具备应付波斯战争能力的年轻人——未能妥善处理眼前的局势。

§2.29.34

δέον οὖν ἀμέλει1 τὸ πλεῖστον τοῦ στρατοῦ ἐς τὸν στενωπὸν στεῖλαι, τάχα δ’ ἄν που καὶ αὐτὸν τῷ ἔργῳ τούτῳ παραγενέσθαι, ἐς ἑκατὸν ἄνδρας, ὥσπερ τι πάρεργον διαχειρίζων, ἔπεμψε μόνους· αὐτὸς δὲ Πέτραν πολιορκῶν παντὶ τῷ στρατῷ οὐδὲν ἤνυσε, καίπερ τῶν πολεμίων ὀλίγων ὄντων. κατ’ ἀρχὰς μὲν γὰρ οὐχ ἥσσους ἢ πεντακόσιοι καὶ χίλιοι ἦσαν, πρὸς Ῥωμαίων δὲ καὶ Λαζῶν ἐν χρόνῳ πολλῷ τειχομαχούντων βαλλόμενοί τε καὶ ἀρετὴν ἐπιδεικνύμενοι μάλιστα πάντων ὧν ἡμεῖς ἴσμεν, θνήσκουσί τε πολλοὶ καὶ σφίσιν ἐς ὀλίγους κομιδῆ ἀποκεκρίσθαι ξυνέπεσε.2

原本理应把大半军队派往隘口,甚至他本人或许也该亲临此役,他却仿佛在处理一件无足轻重的琐事,仅仅派遣了约百人前去;他自己则率全军围攻佩特拉,尽管敌军人数寥寥,却一无所成。因为起初守军不少于一千五百人,但在罗马人与拉齐人长期的攻城战中,在遭受矢石袭击的同时,他们表现出在我们所知之人中最为卓越的勇气,多人战死,最终人数锐减至极少数。

§2.29.36

Πέρσαι μὲν οὖν ἐς ἀπόγνωσίν τε καὶ ἀπορίαν ἐμπεπτωκότες ἡσυχῆ ἔμενον, Ῥωμαῖοι δὲ ἀμφὶ τὸ τεῖχος διώρυχα ἐν χώρῳ ὀλίγῳ πεποίηνται, ὅ τε ταύτῃ περίβολος εὐθὺς ἔπεσεν.

于是波斯人陷入绝望与困顿之中,按兵不动;而罗马人在城墙周围一小处地方挖掘了地道,该处的围墙随即坍塌。

§2.29.37

ἀλλὰ ξυνέβη τούτου δὴ τοῦ χώρου ἐντὸς οἴκημα εἶναι οὐδὲν τοῦ περιβόλου διεστηκός, ὃ δὴ ἐξικνεῖτο ἐς τὸ πεπτωκὸς ἐφεξῆς ὅλον· καὶ ἀντὶ τοῦ τείχους πολιορκουμένοις γενόμενον ἐν τῷ ἀσφαλεῖ οὐδέν τι ἧσσον αὐτοὺς καθίστη.

然而不巧的是,恰好在这一处的内侧有一栋与围墙紧密相连的建筑物,它正好沿着崩塌处的整段延伸展开;这栋建筑成了被围者的城墙替代物,使他们依旧处于同样的安全境地。

§2.29.39

ὅπερ Ῥωμαίους ξυνταράξαι οὐδαμῆ ἔσχεν. εὖ γὰρ εἰδότες ὡς αὐτὸ δὴ τοῦτο ἑτέρωθι ἐργαζόμενοι τὴν πόλιν ῥᾷστα αἱρήσουσιν, εὐέλπιδες πολλῷ ἔτι μᾶλλον ἐγένοντο.

但此事丝毫未能扰乱罗马人;因为他们深知只要在别处照此办理,就能轻而易举地攻占该城,因而变得更加信心十足。

§2.29.40

διὸ δὴ ὁ Δαγισθαῖος βασιλεῖ μὲν τὰ ξυνενεχθέντα ἐδήλου, ἆθλα δέ οἱ τῆς νίκης ἐν παρασκευῇ εἶναι προὐτείνετο, σημήνας ὅσοις δὴ αὐτόν τε καὶ τὸν ἀδελφὸν τὸν αὐτοῦ χρῆν βασιλέα δωρήσασθαι· Πέρσαν γὰρ αἱρήσειν οὐ πολλῷ ὕστερον.

因此达吉斯泰乌斯向皇帝奏报了所发生之事,并提议为他准备好胜利的奖赏,指明皇帝应当赏赐他本人及其兄弟何等数额的厚礼;因为〔他称〕不久之后便能攻占佩特拉。

§2.29.41

Πέρσαι μὲν οὖν Ῥωμαίους τε καὶ Τζάνους καρτερώτατα τειχομαχοῦντας παρὰ δόξαν ὑφίσταντο, καίπερ ὀλίγοι ἀπολελειμμένοι ἐς ἄγαν.

波斯人这方面,出人意料地顽强抵御着罗马人与赞尼人极其凶猛的攻城行动,尽管他们所剩的人数已极其稀少。

§2.29.42

ἐπεὶ δὲ Ῥωμαῖοι τειχομαχοῦντες οὐδὲν ἤνυον, ἐπὶ τὸ διορύσσειν αὖθις ἐτράποντο. ἐς τόσον τε τοῦ ἔργου τούτου ἀφίκοντο ὡς μηκέτι ἐπ’ ἐδάφους τὰ τοῦ περιβόλου θεμέλια εἶναι, ἀλλ’ ἐπὶ κενοῦ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑστάναι, πεσούμενα, ὡς τὸ εἰκός, αὐτίκα δὴ μάλα.

罗马人见攻城劳而无功,便再次转向挖掘地道。他们在这项工程上达到了如此地步,以至于围墙的地基不再坐落在地面上,而是大部分悬空而立,极可能在转瞬之间便会坍塌。

§2.29.43

καὶ εἰ μὲν Δαγισθαῖος εὐθὺς ἤθελε πῦρ τοῖς θεμελίοις ἐνάψαι, οἶμαι εὐθυωρὸν σφίσι τὴν πόλιν ἁλῶναι·3 νῦν δὲ τὰς ἐκ βασιλέως καραδοκῶν ἐλπίδας μέλλων τε ἀεὶ καὶ τρίβων τὸν χρόνον ἡσυχῆ ἔμενε. ταῦτα μὲν οὖν ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐπράσσετο τῇδε.

假使达吉斯泰乌斯当时愿意立即纵火焚烧地基,我认为他们立时便能攻破该城;但实际上,他一心翘首期盼来自皇帝的赏赐,一再迁延,虚掷光阴,按兵不动。罗马军营中的情况便是如此这般进行着的。

语法注3 条
  1. 2.29.34δέον οὖν ἀμέλει

    由非人称动词 δεῖ 的中性单数宾格分词构成的宾格绝对独立结构。带有让步或与事实相反的含义(“本应当……却”),修饰主句谓语动词 ἔπεμψε。

  2. 2.29.35ἐς ὀλίγους κομιδῆ ἀποκεκρίσθαι ξυνέπεσε

    非人称动词 ξυνέπεσε(意为“碰巧发生、结果致使”)接与格代词 σφίσιν 与完成时中被动态不定式 ἀποκεκρίσθαι(动词 ἀποκρίνω,此处意为“被削减、孤立至……”)的结构。整个不定式短语作为 ξυνέπεσε 的主语。

  3. 2.29.43καὶ εἰ μὲν Δαγισθαῖος εὐθὺς ἤθελε πῦρ τοῖς θεμελίοις ἐνάψαι, οἶμαι εὐθυωρὸν σφίσι τὴν πόλιν ἁλῶναι

    条件从句使用过去直陈式(εἰ ἤθελε)构成与过去事实相反的虚拟条件句,其主句被纳入插入语 οἶμαι 引出的间接引语中,表现为不定式 ἁλῶναι(省略 ἄν 的与过去事实相反用法,表达说话者确凿的断言)。后文的 νῦν δέ(“但实际上”)印证了这一反事实假设。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.29.30-2.29.43