- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.3.22-2.3.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
席塔斯因未着头盔被敌认出而战死,继任者布泽斯设谋杀害了依附于己的阿尔萨息后裔约翰。绝望的亚美尼亚人在巴萨克率领下投奔波斯王霍斯劳,并开始陈情罗马如何背弃古老条约。
τόν τε στρατηγὸν τοῦτο ἠνίασεν ἐς τὰ μάλιστα, καὶ αὐτὸν τῶν τις Ἀρμενίων ἰδὼν ἔγνω τε καὶ Σίτταν αὐτὸν τοῖς ἄλλοις ἅπασιν ἰσχυρίζετο εἶναι. ξυνέβαινε γάρ οἱ ἐν τῇ κεφαλῇ κράνος οὐκ εἶναι. διὸ δὴ τοὺς πολεμίους οὐκ ἔλαθε ξὺν ὀλίγοις τισὶν ἐνταῦθα ἥκων.
此事令将领极其恼怒,而一名亚美尼亚人看见他便认出了他,向其余所有人坚决断言这便是席塔斯;因为他头上恰巧没有戴头盔。因此,他仅率少数人来到此地,未能瞒过敌人的耳目。
Σίττας μὲν οὖν, ἐπεὶ ταῦτα τοῦ Ἀρμενίου λέγοντος ἤκουσε καὶ τὸ δόρυ, ὥσπερ ἐρρήθη, οἱ ἀποκαυλισθὲν ἐς τὴν γῆν ἔκειτο, σπασάμενος τὸ ξίφος τὴν φάραγγα διαβαίνειν εὐθὺς ἐνεχείρησεν.
于是席塔斯听见那亚美尼亚人如此言讲,且正如前述,其长矛折断倒在地上,便拔出佩剑,当即试图渡过峡谷。
οἱ δὲ πολέμιοι σπουδῇ πολλῇ ἐπ’ αὐτὸν ἤλαυνον, καί τις αὐτὸν καταλαβὼν ἐν τῇ φάραγγι ξίφει ἐς ἄκραν κεφαλὴν ἔτυψε πληγῇ ἐγκαρσίᾳ. καὶ τὸ μὲν βρέγμα ὅλον ἀφείλετο, τοῦ δὲ ὀστέου ὁ σίδηρος οὐδαμῆ ἥψατο. καὶ ὁ μὲν Σίττας ἔτι μᾶλλον ἢ πρότερον πρόσω ἤλαυνεν, Ἀρταβάνης δὲ Ἰωάννου παῖς Ἀρσακίδης ὄπισθεν ἐπιπεσὼν καὶ παίσας τῷ δόρατι ἔκτεινεν.
敌军以极快的速度向他疾驰扑来,其中一人在峡谷中追上他,用剑斜削其头顶。那一击虽将他整个顶皮削去,利刃却全然未伤及颅骨。席塔斯比先前更加奋力向前驱马,但约翰之子、阿尔萨息家族的阿尔塔巴内斯从背后扑上,以长矛将他刺死。
οὕτω τε ὁ Σίττας ἐξ ἀνθρώπων ἠφάνιστο οὐδενὶ λόγῳ, ἀναξίως τῆς τε ἀρετῆς καὶ τῶν ἐς τοὺς πολεμίους ἀεὶ πεπραγμένων, ἀνὴρ τό τε σῶμα ἐς ἄγαν καλὸς γεγονὼς καὶ ἀγαθὸς τὰ πολέμια, στρατηγός τε ἄριστος τῶν καθ’ αὑτὸν οὐδενὸς ἥσσων.
席塔斯便这般毫无意义地丧了命,与其勇德和历来对敌立下的功绩极不相称;他身躯极为俊朗,熟稔战阵,是当代无可比拟的杰出统帅。
τινὲς δέ φασι τὸν Σίτταν οὐ πρὸς τοῦ Ἀρταβάνου ἀπολωλέναι, ἀλλὰ Σολόμωνα, λίαν ἐν Ἀρμενίοις ἀφανῆ ἄνδρα, τὸν ἄνθρωπον διαχρήσασθαι.
然而有人声称,席塔斯并非丧命于阿尔塔巴内斯之手,而是亚美尼亚人中一个身份极其卑微的男子所罗门将他害死的。
Τελευτήσαντος δὲ Σίττα Βούζην βασιλεὺς ἐπὶ τοὺς Ἀρμενίους ἐκέλευσεν ἰέναι· ὃς ἐπεὶ ἄγχιστά που ἐγένετο, ἔπεμψε πρὸς αὐτοὺς βασιλεῖ τε καταλλάξειν Ἀρμενίους ὑποσχόμενος ἅπαντας καὶ ὑπὲρ τούτων ἐς λόγους οἱ ἐλθεῖν ἀξιῶν τῶν δοκίμων τινάς.
席塔斯死后,皇帝命令布泽斯进讨亚美尼亚人。布泽斯行抵附近时遣使前往他们那里,承诺将使所有亚美尼亚人与皇帝和解,并要求他们当中的数名显贵前来与他就此事谈判。
οἱ μὲν οὖν ἄλλοι οὔτε πιστεύειν τῷ Βούζῃ εἶχον οὔτε τοὺς λόγους ἐνδέχεσθαι τοὺς αὐτοῦ ἤθελον. ἦν δέ τις αὐτῷ μάλιστα φίλος ἀνὴρ Ἀρσακίδης, Ἰωάννης ὄνομα, Ἀρταβάνου πατήρ, ὃς δὴ τῷ Βούζῃ τότε ἅτε φίλῳ θαρσήσας ξύν τε Βασσάκῃ τῷ κηδεστῇ καὶ ἄλλοις ὀλίγοις τισὶ παρ’ αὐτὸν ἦλθεν· οἳ δὴ ἐν χωρίῳ γενόμενοί τε καὶ αὐλισθέντες ἔνθα τῷ Βούζῃ τῇ ὑστεραίᾳ ἐντυχεῖν ἔμελλον, ᾔσθοντο ἐς κύκλωσιν πρὸς τοῦ Ῥωμαίων στρατοῦ ἥκοντες.
其他人既无法信任布泽斯,亦不愿接受其言辞。然而有一位与他关系极其亲密的友人,是阿尔萨息家族之人,名叫约翰,即阿尔塔巴内斯之父;他当时将布泽斯视为友人而深信不疑,便与姻亲巴萨克及其他少数几人同赴布泽斯处。他们来到一处预定次日与布泽斯会面的宿营地,发觉自己正陷入罗马军队的合围之中。
πολλὰ μὲν οὖν τὸν Ἰωάννην Βασσάκης ὁ γαμβρὸς ἐλιπάρει δρασμοῦ ἔχεσθαι. ἐπεὶ δὲ αὐτὸν πείθειν οὐκ εἶχε, μόνον ἐνταῦθα καταλιπών, ξὺν τοῖς ἄλλοις ἅπασι λαθὼν τοὺς Ῥωμαίους ὁδῷ τῇ αὐτῇ ὀπίσω αὖθις ἀπήλαυνε.
姻亲巴萨克一再竭力劝说约翰逃遁;但见无法说服他,便留他一人在彼处,率其余所有人避开罗马人的耳目,循原路折返。
Βούζης τε τὸν Ἰωάννην μόνον εὑρὼν ἔκτεινε, καὶ ἀπ’ αὐτοῦ οὔτε τινὰ ἐλπίδα ἐς Ῥωμαίους Ἀρμένιοι ξυμβάσεως πέρι τὸ λοιπὸν ἔχοντες οὔτε βασιλέα τῷ πολέμῳ ὑπεραίρειν οἷοί τε ὄντες παρὰ τὸν Περσῶν βασιλέα ἦλθον, Βασσάκου σφίσιν ἡγουμένου, δραστηρίου ἀνδρός.
布泽斯发现约翰孤身一人,遂将其处死。自此,亚美尼亚人对与罗马人和解一事彻底绝望,又无力在战争中压倒皇帝,便在精明强干的巴萨克率领下投奔了波斯王。
ὧν τότε οἱ πρῶτοι Χοσρόῃ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε “Εἰσὶ μὲν ἡμῶν πολλοὶ Ἀρσακίδαι, ὦ δέσποτα, ἐκείνου Ἀρσάκου ἀπόγονοι ὃς δὴ οὔτε τῆς Πάρθων βασιλείας ἀλλότριος ἐτύγχανεν ὤν, ἡνίκα ὑπὸ Πάρθοις ἔκειτο τὰ Περσῶν πράγματα, καὶ βασιλεὺς ἐπιφανὴς γέγονε τῶν καθ’ αὑτὸν οὐδενὸς ἧσσον.
当时他们当中的领袖晋见霍斯劳,陈辞如下:“主人啊,我们之中有许多阿尔萨息家族之人,皆为那位阿尔萨息的后裔;当波斯国政受制于帕提亚人时,他便与帕提亚王室渊源极深,且成为一代名王,不逊于其同时代的任何人。
πάρεσμεν δὲ τανῦν εἰς ὑμᾶς ἅπαντες δοῦλοί τε καὶ δραπέται γεγενημένοι, οὐχ ἑκούσιοι μέντοι, ἀλλ’ ἠναγκασμένοι ὡς μάλιστα, τῷ μὲν φαινομένῳ ὑπὸ τῆς Ῥωμαίων ἀρχῆς, τῷ δὲ ἀληθεῖ λόγῳ ὑπὸ σῆς, ὦ βασιλεῦ, γνώμης· εἴπερ ὁ τὴν ἰσχὺν τοῖς ἀδικεῖν βουλομένοις διδοὺς αὐτὸς ἂν φέροιτο καὶ τὴν αἰτίαν τῶν ἔργων δικαίως.1 εἰρήσεται δὲ μικρὸν ἄνωθεν ὅπως δὴ ἅπασι παρακολουθεῖν τοῖς πεπραγμένοις δυνήσεσθε.
如今我们所有人都已沦为奴隶与逃亡者,来到尊驾面前;但这并非出于自愿,而是被迫无奈到了极点——表面上是受罗马帝国所迫,但实情而言,大王啊,却是出于您的意志;如果说那给予欲为非作歹者以力量的人,理当同样承担其所作所为之责的话。我们将自略早一些的事说起,以便您能够完全了解所有已发生之事的来龙去脉。
Ἀρσάκης γὰρ ὁ τῶν προγόνων τῶν ἡμετέρων βασιλεὺς ὕστατος ἐξέστη τῆς ἀρχῆς τῆς αὑτοῦ Θεοδοσίῳ τῷ Ῥωμαίων αὐτοκράτορι ἑκών γε εἶναι,2 ἐφ’ ᾧ δὴ ἅπαντες οἱ κατὰ γένος αὐτῷ μέλλοντες πάντα τὸν αἰῶνα προσήκειν τά τε ἄλλα βιοτεύσουσι κατ’ ἐξουσίαν καὶ φόρου ὑποτελεῖς οὐδαμῆ ἔσονται.3
因为我们先祖中最后一位国王阿尔萨息,自愿将自己的统治权让与了罗马皇帝狄奥多西,其条件是:凡世世代代与他血脉相连之人,其余一切生活皆可自主,且绝不负担赋税。
καὶ διεσωσάμεθα τὰ ξυγκείμενα ἕως ὑμεῖς ταύτας πεποίησθε τὰς διαβοήτους σπονδάς, ἃς δὴ κοινόν τινα ὄλεθρον καλῶν τις, οἰόμεθα, οὐκ ἂν ἁμάρτοι.
我们一直恪守协议,直至你们缔结了那场臭名昭著的和约;我们认为,若有人称那场和约为众人的劫难,亦绝非过甚其辞。
φίλων τε γὰρ καὶ πολεμίων τὸ ἐντεῦθεν ἀφροντιστήσας, ἅπαντα ξυνέχεέ τε καὶ ξυνετάραξε τὰ ἀνθρώπεια ὁ σός, ὦ βασιλεῦ, τῷ λόγῳ μὲν φίλος,
因为自那时起,大王啊,那位名义上是您的朋友之人,对敌友皆弃之不顾,将人类的一切秩序颠覆搅乱;”
- 2.3.34εἴπερ ὁ τὴν ἰσχὺν τοῖς ἀδικεῖν βουλομένοις διδοὺς αὐτὸς ἂν φέροιτο καὶ τὴν αἰτίαν τῶν ἔργων δικαίως
由 εἴπερ 引导的条件从句,内部嵌套了带有 ἄν 的潜能希求法(αὐτὸς ἂν φέροιτο)。该句提出了一个普遍的推理法则:“如果给予图谋不轨者力量之人理应承担其作为之责”,以此来论证前述断言(“实情而言是大王您的意志使然”)的合理性。
- 2.3.35ἑκών γε εἶναι
表示限定条件的不定式习语,意为“就自愿而言”或“出于自愿”。该结构常见于否定句(表示“决非情愿”),此处用于肯定句中,强调交出统治权并非受迫,而是完全出于自愿的选择。
- 2.3.35ἐφ’ ᾧ δὴ ἅπαντες οἱ κατὰ γένος αὐτῷ μέλλοντες πάντα τὸν αἰῶνα προσήκειν τά τε ἄλλα βιοτεύσουσι κατ’ ἐξουσίαν καὶ φόρου ὑποτελεῖς οὐδαμῆ ἔσονται
介词短语 ἐφ’ ᾧ 接将来时直陈式(βιοτεύσουσι, ἔσονται),构成表示协定条件的从句(“条件是……”)。主语为分词名词化结构(“凡世世代代与他血脉相连之人”),明确规定了自治权与免税特权。
