← 普罗科皮乌斯

战史

§2.3.1-2.3.21

亚美尼亚叛乱与席塔斯的平叛

针对亚美尼亚因苛捐杂税与统治者更迭引发的叛乱,查士丁尼派席塔斯前去平叛,但由于归顺密信的延误导致误杀,最终演变成全面交战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.1

Ἐν τούτῳ δὲ καὶ ἄλλο τι γενέσθαι τοιόνδε ξυνέβη. Συμεώνης ἐκεῖνος, ὁ τὸ Φαράγγιον Ῥωμαίοις ἐνδούς, Ἰουστινιανὸν βασιλέα πείθει, ἔτι τοῦ πολέμου ἀκμάζοντος, κώμαις αὐτόν τισιν ἀνδρῶν Ἀρμενίων δωρήσασθαι.1

在此期间,还发生了如下另一桩事件。先前将法兰吉昂交给罗马人的那个西麦昂,在战事尚在胶着之际,说服了查士丁尼皇帝将亚美尼亚人的一些村落赏赐给自己。

§2.3.2

κύριός τε τῶν χωρίων γενόμενος πρὸς τῶν αὐτὰ πάλαι κεκτημένων ἐξ ἐπιβουλῆς θνήσκει.

然而,在他成为这些领地的领主之后,却因原领主的阴谋而丧命。

§2.3.3

ἐξειργασμένου δὲ τοῦ κακοῦ οἱ τοῦ φόνου αὐτουργοὶ φεύγουσιν ἐς τὰ Περσῶν ἤθη. ἀδελφὼ δὲ ἤστην δύο Περόζου παῖδε. βασιλεύς τε ταῦτα ἀκούσας τάς τε κώμας Ἀμαζάσπῃ παραδίδωσι τῷ Συμεώνου ἀδελφιδῷ καὶ ἄρχοντα κατεστήσατο Ἀρμενίοις αὐτόν.

惨剧发生后,行凶的主谋逃往波斯境内。他们是佩罗泽斯的两个儿子,即一对同胞兄弟。皇帝闻讯后,便将这些村落转赐给西麦昂的侄儿阿马扎斯佩斯,并任命他为亚美尼亚人的统治者。

§2.3.4

τοῦτον τὸν Ἀμαζάσπην, προϊόντος τοῦ χρόνου, Ἰουστινιανῷ βασιλεῖ τῶν τις ἐπιτηδείων διέβαλλεν, Ἀκάκιος ὄνομα, κακουργεῖν τε ἐς Ἀρμενίους καὶ βούλεσθαι Πέρσαις ἐνδοῦναι Θεοδοσιούπολίν τε καὶ ἄλλα ἄττα πολίσματα.

随着时间的推移,一位名叫阿卡基奥斯的亲信向查士丁尼皇帝进谗陷害这位阿马扎斯佩斯,声称他残害亚美尼亚人,并图谋将狄奥多西波利斯及其他若干小城镇拱手让与波斯人。

§2.3.5

ταῦτα εἰπὼν γνώμῃ βασιλέως Ἀκάκιος τὸν Ἀμαζάσπην δόλῳ ἔκτεινε, καὶ τὴν Ἀρμενίων ἀρχὴν δόντος βασιλέως ἔσχεν αὐτός.

阿卡基奥斯进此谗言后,经皇帝首肯,设诡计杀害了阿马扎斯佩斯,并因皇帝的赐予而亲自掌握了亚美尼亚人的统治权。

§2.3.6

πονηρὸς δὲ ὢν φύσει ἔσχε καθ’ ὅ τι τὰ τῆς ψυχῆς ἤθη ἐνδείξοιτο.2 γέγονεν οὖν ἐς τοὺς ἀρχομένους ὠμότατος ἀνθρώπων ἁπάντων.

但他生性阴险,由此便得到了尽展其险恶心性的机会。于是,他对治下的百姓成了世上最为残暴之人。

§2.3.7

τά τε γὰρ χρήματα ἐληίζετο οὐδενὶ λόγῳ καὶ φόρου αὐτοῖς ἀπαγωγὴν οὔποτε οὖσαν ἐς κεντηνάρια τέσσαρα ἔταξεν. Ἀρμένιοι δέ ʽφέρειν γὰρ οὐκέτι αὐτὸν οἷοί τε ἦσαν’ κτείνουσι τε ξυμφρονήσαντες τὸν Ἀκάκιον καὶ ἐς τὸ Φαράγγιον καταφεύγουσι.

因为他毫无根据地劫掠民众的财产,并向他们强征前所未有的贡赋,数额达四个肯特那里亚。亚美尼亚人(由于再也无法忍受他)遂同谋杀死了阿卡基奥斯,并逃往法兰吉昂。

§2.3.8

Διὸ δὴ Σίτταν ἐπ’ αὐτοὺς ἐκ Βυζαντίου βασιλεὺς ἔπεμψεν. ἐνταῦθα γὰρ ὁ Σίττας διέτριβεν, ἐπειδὴ Ῥωμαίοις ἐγένοντο αἱ πρὸς Πέρσας σπονδαί.

因此,皇帝从拜占庭派遣席塔斯前去讨伐他们;因为自罗马人与波斯人缔结和约以来,席塔斯便一直逗留在那里。

§2.3.9

ὃς δὴ ἐς Ἀρμενίους ἐλθὼν τὰ μὲν πρῶτα ἐς τὸν πόλεμον ὀκνηρῶς ᾔει, τιθασσεύειν μέντοι καὶ ἐπὶ τὰ πρότερα ἤθη ἀντικαθιστάναι τοὺς ἀνθρώπους ἠπείγετο, πείθειν βασιλέα ὑποσχόμενος ἀφεῖναι αὐτοῖς τὴν καινὴν τοῦ φόρου ἀπαγωγήν.

席塔斯抵达亚美尼亚后,起初并不情愿大动干戈,而是极力安抚民众,使他们回归原有的恭顺状态,并承诺将劝说皇帝免除这项新加的贡税。

§2.3.10

ἐπεὶ δὲ αὐτὸν βασιλεὺς τῆς μελλήσεως πολλὰ ὀνειδίζων ἐκάκιζεν, ἠγμένος ταῖς Ἀδολίου διαβολαῖς τοῦ Ἀκακίου παιδός, ἐνταῦθα ἤδη ὁ Σίττας τὰ ἐς τὴν ξυμβολὴν ἐξηρτύετο.

然而,当皇帝受到阿卡基奥斯之子阿多利乌斯的谗言驱使,严厉斥责席塔斯的迟疑不决时,席塔斯这才开始筹备交锋事宜。

§2.3.11

πρῶτον μὲν οὖν ὑποσχέσεσι πολλῶν ἀγαθῶν ἀναπείθειν τε καὶ ἑταιρίζεσθαι αὐτῶν τινας ἐνεχείρησεν, ὅπως αὐτῷ ῥᾴων τε καὶ ἀπονωτέρα ἡ ἐς τοὺς λοιποὺς ἐπικράτησις γένοιτο.

于是,他首先试图以诸多优厚许诺诱劝并拉拢他们的一部分人,以便使征服其余之人变得更为容易且省力。

§2.3.12

καί οἱ τὸ τῶν Ἀσπετιανῶν καλουμένων γένος, μέγα τε ὂν καὶ πολυάνθρωπον, προσχωρεῖν ἤθελε. πέμψαντές τε παρὰ τὸν Σίτταν ἐν γράμμασιν ἐδέοντο διδόναι τὰ πιστὰ σφίσιν, ὅτι δή, ἢν ἐν τῷ ἔργῳ τοὺς ὁμογενεῖς ἀπολιπόντες ἥξωσιν ἐς τὴν Ῥωμαίων παράταξιν, κακῶν παντάπασιν ἀπαθεῖς μείνωσι,3 τὰ σφέτερα αὐτῶν ἔχοντες.

而那被称为阿斯佩蒂亚诺伊的大宗族,部族既盛且人丁兴旺,正有意向他归顺。他们遣使拜见席塔斯,请求他以书面形式给予信约凭证:若他们在战阵中脱离同族而投奔罗马阵营,其财产将得以保全,并彻底免遭任何祸患。

§2.3.14

ὁ δὲ αὐτοῖς ἄσμενός τε γράψας ἐν βιβλιδίῳ καθάπερ ἐδέοντο τὰ πιστὰ ἔδωκε, καὶ τὸ γράμμα κατασημηνάμενος ἐς αὐτοὺς ἔπεμψε.

席塔斯欣然应允,在书板上如其所请写下凭证,并在封缄信件后送交他们。

§2.3.15

θαρσῶν τε ὡς δι’ αὐτῶν ἀμαχητὶ τοῦ πολέμου κρατήσει, τῷ παντὶ στρατῷ ἐς χωρίον Οἰνοχαλάκων ᾔει, ἔνθα τοὺς Ἀρμενίους ἐστρατοπεδεῦσθαι ξυνέβαινε.

他满心以为依仗他们便可兵不血刃平定战局,遂率全军开赴名为奥伊诺卡拉孔之地,而亚美尼亚人恰巧驻扎于彼。

§2.3.16

τύχῃ δέ τινι οἱ τὸ βιβλίον ἔχοντες ἑτέρᾳ ἰόντες ὁδῷ Ἀσπετιανοῖς ἐντυχεῖν οὐδαμῆ ἴσχυσαν.

然而事有凑巧,携信之人取了另一条道路,全然未能与阿斯佩蒂亚诺伊人相遇。

§2.3.17

μοῖρα μέντοι τοῦ Ῥωμαίων στρατοῦ ὀλίγοις τισὶν αὐτῶν ἐντυχόντες, οὐκ εἰδότες τε τὰ ξυγκείμενα, ὡς πολεμίοις ἐχρήσαντο.

反之,罗马军队的一支分队撞见了其中的少数人,因不知有此密约,便将他们当作仇敌加以处置。

§2.3.18

καὶ αὐτὸς Σίττας ἐν σπηλαίῳ που παῖδάς τε αὐτῶν καὶ γυναῖκας λαβὼν ἔκτεινεν, ἢ τὸ γεγονὸς οὐ ξυνιεὶς ἢ δι’ ὀργῆς Ἀσπετιανοὺς ἔχων, ὅτι οἱ καθάπερ ξυνέκειτο οὐ προσεχώρουν.

席塔斯本人亦在某处洞穴中擒获了他们的妇孺并予以处死,这或是因未能明了真相,或是因阿斯佩蒂亚诺伊人未如约归顺而怒火中烧所致。

§2.3.19

Οἱ δὲ θυμῷ ἤδη ἐχόμενοι ξὺν τοῖς ἄλλοις ἅπασιν ὡς ἐς μάχην ἐτάξαντο. ἅτε δὲ ἐν δυσχωρίαις χαλεπαῖς τε καὶ κρημνώδεσιν ἑκάτεροι ὄντες οὐκ ἐν ἑνὶ χώρῳ ἐμάχοντο, ἀλλὰ διασκεδαννύμενοι ἔν τε ὑπωρείαις καὶ φάραγξι. τετύχηκεν οὖν τῶν τε Ἀρμενίων ὀλίγους τινὰς καὶ Σίτταν τῶν ἑπομένων οὐ πολλοὺς ἔχοντα ἀλλήλων πη ἄγχιστα ἰέναι,4 φάραγγος σφίσι τινὸς μεταξὺ οὔσης.

此时阿斯佩蒂亚诺伊人满腔义愤,遂与其余所有众人一同列阵应战。由于双方皆身处崎岖陡峭的险地,他们并未在一处决战,而是分散于山脚与峡谷之间交锋。结果,少数亚美尼亚人与仅率少数从人的席塔斯,竟隔着一条峡谷近距离遭遇。

§2.3.20

ἱππεῖς δὲ ἦσαν ἑκάτεροι. ὁ μὲν οὖν Σίττας, ὀλίγων οἱ ἐπισπομένων, ἐπὶ τοὺς ἐναντίους τὴν φάραγγα διαβὰς ἤλαυνεν, Ἀρμένιοι δὲ ὀπίσω ὑποχωρήσαντες ἔστησαν, καὶ ὁ Σίττας οὐκέτι ἐδίωκεν ἀλλ’ αὐτοῦ ἔμενεν.

双方皆为骑兵。席塔斯在少数从人随侍下越过峡谷疾驰扑向敌方,亚美尼亚人则向后退却后站定,席塔斯亦不再追击,留在了原地。

§2.3.21

ἄφνω δέ τις τοῦ Ῥωμαίων στρατοῦ, Ἔρουλος γένος, δίωξιν ἐπὶ τοὺς πολεμίους πεποιημένος ἐνθένδε τε ξὺν θυμῷ ἀπελαύνων, παρὰ τοὺς ἀμφὶ τὸν Σίτταν ἦλθεν. ἐτύγχανε δὲ ὁ Σίττας ἐς τὸ ἔδαφος τὸ δόρυ ἐρείσας· ὃ δὴ ὁ τοῦ Ἐρούλου ἵππος ἐπιπεσὼν ξὺν πολλῇ ῥύμῃ κατέαξε.

忽然,罗马军中一名赫鲁利族的骑兵在追击敌人后,怒气冲冲地从那里策马离开,来到席塔斯一众身边。当时席塔斯恰将长矛斜插在地上;那赫鲁利人的坐骑以极大的冲力撞在长矛之上,将其当场撞断。

语法注4 条
  1. 2.3.1κώμαις αὐτόν τισιν ἀνδρῶν Ἀρμενίων δωρήσασθαι

    动词 δωρέομαι 既可接与格受赐者与宾格赐物,亦可接宾格被赏赐者与与格赐物。此处采用后一种结构,αὐτόν 为宾格受赏者,κώμαις τισιν 为表示赏赐之物的与格。

  2. 2.3.6ἔσχε καθ’ ὅ τι τὰ τῆς ψυχῆς ἤθη ἐνδείξοιτο

    动词 ἔσχε(获得、拥有)在概念上隐含了表示机会或场合的宾语,其后引出带有希求法 ἐνδείξοιτο 的 καθ’ ὅ τι... 从句,带有目的或可能之意(即“获得了足以展现其内心性情的机会”)。

  3. 2.3.13ὅτι δή, ἢν ἐν τῷ ἔργῳ τοὺς ὁμογενεῖς ἀπολιπόντες ἥξωσιν ἐς τὴν Ῥωμαίων παράταξιν, κακῶν παντάπασιν ἀπαθεῖς μείνωσι

    引导间接引语的连词 ὅτι 后接由假设从句(ἢν ... ἥξωσιν)与虚拟语气结论从句(μείνωσι)构成的条件结构。在主句过去时态动词 ἐδέοντο 之后,原话中的虚拟语气(表意图或承诺)得以生动保留,未按常规替换为希求法。

  4. 2.3.19τετύχηκεν οὖν τῶν τε Ἀρμενίων ὀλίγους τινὰς καὶ Σίτταν τῶν ἑπομένων οὐ πολλοὺς ἔχοντα ἀλλήλων πη ἄγχιστα ἰέναι

    动词 τυγχάνω 通常与补充性分词连用,但此处完成时 τετύχηκεν 作非人称用法,意为“碰巧发生……”,并统领带不定式的宾格结构(τῶν τε Ἀρμενίων ὀλίγους τινὰς καὶ Σίτταν ... ἰέναι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.3.1-2.3.21