← 普罗科皮乌斯

战史

§2.2.1-2.2.15

哥特使节的劝诱与霍斯劳撕毁和约的决意

哥特王维蒂吉斯所遣使节谒见霍斯劳,极力陈说查士丁尼的扩张野心并力劝其向罗马开战,霍斯劳因心怀嫉恨而欣然接纳并决意破约。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1

Ἐν τούτῳ δὲ Οὐίττιγις, ὁ τῶν Γότθων ἡγούμενος, ἤδη τῷ πολέμῳ κεκακωμένος, πρέσβεις δύο παρ’ αὐτὸν ἔπεμψεν, ἀναπείσοντας ἐπὶ Ῥωμαίους στρατεύεσθαι, οὐ Γότθους μέντοι, ὅπως μὴ κατάδηλοι αὐτόθεν γινόμενοι ξυγχέωσι τὰ πρασσόμενα, ἀλλὰ Λιγούρους ἱερεῖς, χρήμασιν ἁδροῖς ἐς ταύτην ἠγμένους τὴν πρᾶξιν.

与此同时,哥特人的领袖维蒂吉斯由于战事已陷于困境,便派遣两名使节前往霍斯劳处,意图说服他起兵进攻罗马人。然而,为了避免当场暴露身份而使谋划落空,使节并非哥特人,而是被重金收买来从事此事的利古里亚祭司。

§2.2.2

ὧν ἅτερος μὲν ὅσπερ ἀξιώτερος ἔδοξεν εἶναι, δόκησίν τε καὶ ὄνομα ἐπισκόπου περιβεβλημένος οὐδὲν αὐτῷ προσῆκον, ἐς τὴν πρεσβείαν καθίστατο, ὁ δὲ δὴ ἕτερος αὐτῷ ὑπηρετῶν εἵπετο.

其中一位看似更具尊严者,假托了完全与自己不符的主教外表与名分,充当使团之首;而另一人则作为仆从随侍其后。

§2.2.3

ὁδῷ τε ἰόντες ἐς τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ἑταιρίζονταί τινα ἐνθένδε Σύρας τε καὶ τῆς Ἑλληνίδος φωνῆς ἑρμηνέα σφίσιν ἐσόμενον, ἅπαντάς τε Ῥωμαίους λαθόντες ἐς τὰ Περσῶν ἤθη ἀφίκοντο. ἅτε γὰρ ἐν σπονδαῖς καθεστῶτες οὐκ ἐς τὸ ἀκριβὲς ταύτῃ ἐφύλασσον.

他们途经色雷斯地区时,在当地物色了一人担任叙利亚语和希腊语的翻译,避开了所有罗马人的耳目,抵达波斯境内。因为罗马人正处在和约状态中,对该防线并未严密守卫。

§2.2.4

Χοσρόου τε ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε “Τοὺς μὲν ἄλλους ἅπαντας, ὦ βασιλεῦ, πρέσβεις τῶν αὐτοῖς ἕνεκα ξυμφόρων ἐκ τοῦ ἐπὶ πλεῖστον ξυμβαίνει ἐς τὴν πρεσβείαν καθίστασθαι, ἡμᾶς δὲ Οὐίττιγις ὁ Γότθων τε καὶ Ἰταλιωτῶν βασιλεὺς ἔπεμψε τοὺς λόγους ὑπὲρ τῆς σῆς ποιησομένους ἀρχῆς· καὶ αὐτὸν νόμιζε παρόντα σοι τανῦν φθέγγεσθαι τάδε.

他们谒见霍斯劳后,进言道:“大王,所有其他使节通常大多是为了自身利益而出使,但哥特人与意大利人之王维蒂吉斯派遣我们,却是为了您的帝国陈辞;请您视同他本人亲临御前,向您说出这番话。

§2.2.5

εἴ τίς σε, ὦ βασιλεῦ, ξυνελὼν1 φαίη τήν τε σὴν βασιλείαν καὶ πάντας ἀνθρώπους Ἰουστινιανῷ προέσθαι, ὀρθῶς ἂν εἴποι.

大王,若有人概括而言,说您已将自己的王国及全人类拱手让给查士丁尼,他所说的便是实情。

§2.2.6

ὁ μὲν γὰρ νεωτεροποιός τε ὢν φύσει καὶ τῶν οὐδ’ ὁπωστιοῦν αὐτῷ προσηκόντων ἐρῶν, μένειν τε οὐ δυνάμενος ἐν τοῖς καθεστῶσι, γῆν μὲν ἅπασαν ξυλλαβεῖν ἐπεθύμησεν, ἑκάστην δὲ ἀρχὴν περιβαλέσθαι ἐν σπουδῇ ἔσχεν.

因为那人生性喜好变革,贪图与自己毫不相干的事物,无法安于既有秩序,既妄图吞并整个大地,又汲汲于将每一个邦国纳入囊中。

§2.2.7

εἶτα ʽοὐδὲ γὰρ Πέρσαις κατὰ μόνας ἐγχειρεῖν ἴσχυεν οὐδὲ Περσῶν οἱ ἀντιστατούντων οἷός τε ἦν ἐπ’ ἄλλους ἰέναι) σὲ μὲν τῷ τῆς εἰρήνης παραπετάσματι ἐξαπατᾶν ἔγνω, τοὺς δὲ λοιποὺς βιαζόμενος μεγάλας δυνάμεις ἐπὶ τῇ σῇ ἀρχῇ ἑταιρίζεσθαι.

随后(因为他既无力单独向波斯人下手,而在波斯人与他对峙时又无法远征别国),他决定以和平的幌子欺骗您,通过以武力制服其余势力,聚集起庞大兵力来对付您的帝国。

§2.2.8

Βανδίλων μὲν οὖν ἤδη καθελὼν τὴν βασιλείαν καὶ Μαυρουσίους καταστρεψάμενος, Γότθων αὐτῷ φιλίας ὀνόματι ἐκποδὼν ἱσταμένων, χρήματά τε μεγάλα καὶ σώματα πολλὰ ἐπαγόμενος ἐφ’ ἡμᾶς ἥκει.

于是,在哥特人以友谊之名置身事外的同时,他已摧毁汪达尔人的王国,降服摩尔人,如今更率领着巨额财富和众多人马直扑我们而来。

§2.2.9

ἔνδηλος δέ ἐστιν, ἢν καὶ Γότθους παντάπασιν ἐξελεῖν δύνηται, ὡς ξὺν ἡμῖν τε καὶ τοῖς ἤδη δεδουλωμένοις ἐπὶ Πέρσας στρατεύσει,2 οὔτε τὸ τῆς φιλίας ἐννοῶν ὄνομα οὔτε τι τῶν ὀμωμοσμένων ἐρυθριῶν.

显而易见,若他能将哥特人彻底消灭,必将携我们及已遭奴役之人向波斯人进军,既不顾念友谊之名,亦不顾及誓约之耻。

§2.2.10

ἕως οὖν ἔτι σοι λείπεταί τις σωτηρίας ἐλπίς, μήτε ἡμᾶς ἐργάσῃ κακὸν περαιτέρω μηδὲν μήτε αὐτὸς πάθῃς, ἀλλ’ ὅρα μὲν ἐν τοῖς ἡμετέροις κακοῖς ὅσα ὀλίγῳ ὕστερον ξυμβήσεται Πέρσαις, ἐνθυμοῦ δὲ ὡς Ῥωμαῖοι τῇ σῇ βασιλείᾳ εὖνοι μὲν οὐκ ἄν ποτε εἶεν, δυνάμει δὲ κρείσσους γενόμενοι οὐδὲν μελλήσουσι τὸ ἐς Πέρσας ἔχθος ἐνδείκνυσθαι.

因此,趁您尚存有一丝自救的希望,切勿再使我们蒙受祸害,亦勿使自身罹难;反而当从我们的苦难中看清不久之后波斯人亦将遭遇的一切,并谨记罗马人绝不可能善待您的王国,一旦实力占优,他们绝不会迟延向波斯人倾泻仇恨。

§2.2.11

ἐν δέοντι τοίνυν τῇ ἐξουσίᾳ χρῆσαι, μὴ παυσαμένην ἐπιζητήσῃς. λωφήσασα γὰρ ἡ τῶν καιρῶν ἀκμὴ ἐπανιέναι οὐδαμῶς πέφυκεν. ἄμεινον δὲ προτερήσαντα ἐν τῷ ἀσφαλεῖ εἶναι ἢ τῶν καιρῶν ὑστερηκότα τὰ πάντων αἰσχρότατα πρὸς τῶν πολεμίων παθεῖν.”

因此,当在适宜之时行使您的权柄,莫待其丧失方去追寻。因为时机之极盛一旦衰退,便绝无可能复返;先发制人以求安全,远胜过错失时机而在仇敌手中遭受奇耻大辱。”

§2.2.12

Ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, εὖ τέ οἱ παραινεῖν Οὐίττιγις ἔδοξε καὶ λύειν τὰς σπονδὰς ἔτι μᾶλλον ἐν σπουδῇ εἶχε. φθόνῳ γὰρ ἐς Ἰουστινιανὸν βασιλέα ἐχόμενος, λογίζεσθαι ὡς ἥκιστα ἔγνω ὅτι δὴ πρὸς ἀνδρῶν Ἰουστινιανῷ βασιλεῖ δυσμενῶν μάλιστα οἱ λόγοι ἐς αὐτὸν γένοιντο.

霍斯劳听罢此言,深以为维蒂吉斯所劝甚当,撕毁和约之心愈发急切。盖因他对查士丁尼皇帝满怀嫉恨,故而决意毫不考虑这些言辞乃是出自对查士丁尼皇帝极怀敌意之人之口。

§2.2.13

ἀλλὰ τῷ βούλεσθαι ἐς τὸ πεισθῆναι αὐτόμολος ἦλθεν.3 ὃ δὴ καὶ ἐς τοὺς Ἀρμενίων τε καὶ Λαζῶν λόγους ὀλίγῳ ὕστερον ἔδρασεν ἅπερ μοι αὐτίκα μάλα λελέξεται.

反之,出于他自身的欲求,他竟主动甘受其劝诱。这正如他不久之后对待亚美尼亚人和拉齐人的陈词一样,我片刻之后即当述及。

§2.2.14

καίτοι τοιαῦτα Ἰουστινιανῷ ἐπεκάλουν ἐγκλήματα, ἅπερ ἂν εἰκότως βασιλεῖ γενναίῳ ἐγκώμια εἴη, ὅτι δὴ τὴν βασιλείαν τὴν αὑτοῦ μείζω τε ποιῆσαι καὶ πολλῷ ἐπιφανεστέραν ἐν σπουδῇ ἔχοι.

然而,他们加于查士丁尼的罪状,对于一位雄主而言本是理所应当的赞词:即他汲汲于使自己的帝国更辽阔、远为辉煌。

§2.2.15

ταῦτα γὰρ καὶ Κύρῳ ἄν τις ἐπενέγκοι τῷ Περσῶν βασιλεῖ καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ἀλλὰ γὰρ φθόνῳ τὸ δίκαιον οὐδαμῆ εἴωθε ξυνοικίζεσθαι. διὰ ταῦτα μὲν ὁ Χοσρόης τὰς σπονδὰς λύειν διενοεῖτο.

因为人们亦可将此同样加罪于波斯王居鲁士及马其顿的亚历山大。然而嫉恨向来与公义格格不入。正因这些缘故,霍斯劳决意撕毁和约。

语法注3 条
  1. 2.2.5ξυνελὼν

    不定过去式主动分词 ξυνελών 与条件句的主语 τις 一致,但在句法上带有习语性的副词意义(相当于 ξυνελόντι εἰπεῖν),意为“概括而言”、“简而言之”。

  2. 2.2.9ἔνδηλος δέ ἐστιν, ἢν καὶ Γότθους παντάπασιν ἐξελεῖν δύνηται, ὡς ξὺν ἡμῖν τε καὶ τοῖς ἤδη δεδουλωμένοις ἐπὶ Πέρσας στρατεύσει

    ἔνδηλός ἐστιν 采用了表“明显”类形容词常见的人称构式(取代非人称的 ἔνδηλόν ἐστιν ὡς...),将其实际主语(查士丁尼)提升为主句主语,具体内容则由 ὡς 引导的从句(στρατεύσει)展开,其间插入了条件从句 ἢν ... δύνηται。

  3. 2.2.13τῷ βούλεσθαι ἐς τὸ πεισθῆναι αὐτόμολος ἦλθεν

    带冠词不定词的与格 τῷ βούλεσθαι 表原因或动机(“出于自己的欲求/意愿”),介词短语 ἐς τὸ πεισθῆναι 表结果方向(“达于被说服”)。习语 αὐτόμολος ἦλθεν(“作为降将/逃兵而去”)在此用作生动的隐喻,指霍斯劳完全是自愿地倒向了被说服的立场。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.2.1-2.2.15