- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.29.16-2.29.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节详述了博阿斯河化为发希斯河注入黑海的地理格局与佩特拉周边的险隘地形;得知波斯大军来犯后,古巴泽斯部署兵力防守要隘,并动用此前与阿兰人和萨比尔人订立的同盟以抵御外敌。
οἳ Σάβειροι ἐπικαλοῦνται. ἐπειδὰν δὲ ὁ ποταμὸς οὗτος ἀφίκηται ἵνα δὴ τοῦ τε Καυκάσου καὶ Ἰβηρίας τὰ ὅριά ἐστιν, ἐνταῦθα ἐπιγινομένων οἱ καὶ ἄλλων ὑδάτων μείζων τε παρὰ πολὺ γίνεται καὶ Φᾶσις ἀντὶ Βόα τὸ ἐνθένδε καλούμενος φέρεται, ναυσίπορος γεγενημένος ἄχρι ἐς τὸν Εὔξεινον καλούμενον πόντον, οὗ δή οἱ καὶ τὰς ἐκβολὰς ξυμβαίνει εἶναι, καὶ αὐτοῦ ἐφ’ ἑκάτερα Λαζική ἐστιν.
他们被称为萨比尔人。当这条河流到达高加索与伊比利亚的边界所在之处时,由于其他水流也在那里汇入,它变得大得多,自此不再被称为博阿斯河,而被称为发希斯河奔流而去,且变得可行船只,一直延伸至所谓的欧克辛海,其河口便位于那里;在河流的两岸皆是拉济卡。
ἀλλ’ ἐν δεξιᾷ μὲν ξύμπασα ἐπὶ πλεῖστον ἡ χώρα πρὸς τῶν τῇδε ἀνθρώπων οἰκεῖται μέχρι τῶν Ἰβηρίας ὁρίων.
然而在右岸,几乎整片土地直到伊比利亚边界均由当地人居住。
κῶμαί τε γὰρ αἱ Λαζῶν πᾶσαι τοῦ ποταμοῦ ἐντὸς ἐνταῦθά εἰσι καὶ πολίσματα ἐκ παλαιοῦ σφίσι ταύτῃ πεποίηνται, ἐν τοῖς Ἀρχαιόπολις, ἐχυρωτάτη οὖσα, Σεβαστόπολίς τε ἐνταῦθα καὶ τὸ Πιτιοῦντος φρούριόν ἐστι Σκάνδα τε καὶ Σαραπανὶς πρὸς τοῖς Ἰβηρίας ὁρίοις. πόλεις μέντοι ἀξιολογώταται ἐνταῦθά εἰσι Ῥοδόπολις καὶ Μοχήρησις.
因为拉齐人的所有村庄都在河内侧的这一边,他们自古以来便在此处建造了诸多据点,其中有坚固异常的阿凯奥波利斯,塞巴斯托波利斯也在这里,还有皮提翁特的要塞,以及临近伊比利亚边界的斯坎达和萨拉帕尼斯。不过此处最著名的城市则是罗多波利斯和莫凯雷西斯。
τοῦ δὲ ποταμοῦ ἐν ἀριστερᾷ Λαζικῆς μὲν τὰ ὅριά ἐστι μέχρι ἐς ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρί, ἔρημον δὲ ξυμβαίνει ἀνθρώπων τὴν χώραν εἶναι. ταύτην προσοικοῦσι Ῥωμαῖοι τὴν χώραν οἳ Ποντικοὶ ἐπικαλοῦνται.
在河流的左侧,拉济卡的边界可延伸至轻装行路者一天的路程,但该地恰好杳无人迹。紧邻这片土地居住的是被称为本都人的罗马人。
ἐν μὲν οὖν τοῖς Λαζικῆς ὁρίοις, ἔνθα δὴ ἄνθρωποι οὐδαμῆ ᾤκηντο, Πέτραν Ἰουστινιανὸς βασιλεὺς τὴν πόλιν ἐν τοῖς κατ’ ἐμὲ χρόνοις ἐδείματο.
因此,正在拉济卡这片完全无人居住的边界之内,查士丁尼皇帝在我所生活的时代修建了佩特拉城。
οὗπερ Ἰωάννης, ὁ Τζίβος ἐπικαλούμενος, τὸ μονοπώλιον καταστησάμενος, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, αἴτιος τῆς ἀποστάσεως Λαζοῖς γέγονεν.
在那里,绰号齐博斯的约翰建立了贸易专卖,正如我在前文中所述,他成为了拉齐人反叛的祸根。
ἐκ δὲ Πέτρας πόλεως ἰόντι1 εὐθὺς πρὸς ἄνεμον νότον οἱ Ῥωμαίων ὅροι ἐκδέχονται, χωρία τε πολυάνθρωπα ἐνταῦθά ἐστι, τό τε Ῥιζαῖον καλούμενον καὶ Ἀθῆναι ἄλλα τε ἄττα μέχρι Τραπεζουντίων.
自佩特拉城直接向南而行,罗马人的边界随即接续其后,此处有数个人口稠密的据点,包括所谓的里扎扬、雅典以及其他若干地方,直达特拉佩祖斯人处。
ἡνίκα μὲν οὖν ἐπηγάγοντο Χοσρόην Λαζοί, Βόαν ποταμὸν διαβάντες τόν τε Φᾶσιν ἐν δεξιᾷ ἔχοντες ἐς Πέτραν ἦλθον, τῷ μὲν λόγῳ προνοήσοντες ὡς μὴ χρόνῳ τε καὶ πόνῳ πολλῷ διαπορθμεύεσθαι ἀναγκάζωνται ποταμὸν Φᾶσιν, οὐ βουλόμενοι δὲ τὰ σφέτερα οἰκία Πέρσαις ἐνδείκνυσθαι.
因此,当拉齐人引来库思老时,他们渡过了博阿斯河,并将发希斯河置于右侧前往佩特拉;表面上的借口是出于防患,免得被迫耗费大量时间和劳力渡过发希斯河,实则是不愿将自己的居所展示给波斯人。
καίτοι δύσοδος πανταχόθι Λαζική ἐστιν ἐντός τε καὶ ἐκτὸς ποταμοῦ Φάσιδος.
然而,无论在发希斯河的内侧还是外侧,拉济卡全境皆难于通行。
σκόπελοι γὰρ ὑπερφυεῖς ἐφ’ ἑκάτερα τῆς χώρας ὄντες στενωποὺς ἐπὶ μακρότατον ἐνταῦθα ποιοῦνται· κλεισούρας ἑλληνίζοντες τὰς τοιαύτας ὁδοὺς Ῥωμαῖοι καλοῦσιν.
因为位于国土两侧的庞大悬崖在彼处形成了极其漫长狭窄的隘道;罗马人按希腊化的方式将这类道路称为“克利苏拉”。
ἀλλ’ ἐπεὶ τότε Λαζικὴ ἀφύλακτος ἐτύγχανεν οὖσα, ῥᾷστα δὴ ἐν Πέτρᾳ ξὺν τοῖς ἡγεμόσι Λαζοῖς ἐγένοντο Πέρσαι.
但由于当时拉济卡恰好无人防守,波斯人在拉齐人向导的带领下极易便抵达了佩特拉。
Νῦν δὲ ὁ Γουβάζης μαθὼν τὴν Περσῶν ἔφοδον τῷ Δαγισθαίῳ ἐπέστελλε πέμψαι μέν τινας οἳ φυλάξουσι τὸν στενωπὸν ἰσχυρότατα ὃς ἐκτὸς Φάσιδος ποταμοῦ ἐστι, τὴν μέντοι προσεδρείαν ὡς ἥκιστα λύειν, ἕως τήν τε Πέτραν καὶ Πέρσας τοὺς ἐνταῦθα ἐξελεῖν δύνωνται.
而如今,古巴泽斯得知波斯军来犯,便命令达吉斯泰乌斯派遣部分人马严密防守发希斯河外侧的隘口,但绝不要解围,直到他们能够攻下佩特拉并消灭那里的波斯守军。
αὐτὸς δὲ παντὶ τῷ Κόλχων στρατῷ ἐς τὰ Λαζικῆς ἔσχατα ἦλθεν, ὡς τὸν ἐνταῦθα στενωπὸν διαφυλάξων δυνάμει τῇ πάσῃ.
他本人则率领全部科尔基斯军队赶往拉济卡的极边境,以便全力扼守那里的隘口。
ἐτύγχανε δὲ πολλῷ πρότερον Ἀλανούς τε καὶ Σαβείρους ἐς ξυμμαχίαν ἐπαγόμενος, οἵπερ ὡμολόγησαν κεντηναρίων τριῶν2 οὐχ ὅσον ἀδῄωτον Λαζοῖς ξυμφυλάξειν τὴν γῆν, ἀλλὰ καὶ Ἰβηρίαν οὕτω καταστήσεσθαι ἀνδρῶν ἔρημον ὡς μηδὲ Πέρσαις ἐνθένδε τὸ λοιπὸν ἰέναι δυνατὰ ἔσεσθαι. ταῦτά τε σφίσι τὰ χρήματα βασιλέα Γουβάζης ὑπέσχετο δώσειν.
他碰巧在此很久之前便拉拢阿兰人和萨比尔人结为同盟,这些人答应以三百斤金子的代价,不仅协助拉齐人保卫国土免遭蹂躏,还要使伊比利亚空无一人,以致波斯人今后不可能再从此地进军。古巴泽斯亦向他们许诺皇帝定会支付这笔款项。
- 2.29.22ἰόντι
动词 εἶμι 的现在分词阳性单数与格。属于地理描叙中常见的“评判与格”(dativus iudicantis)或视点与格,意为“对于从……前行的人来说/若自……行进”。
- 2.29.29κεντηναρίων τριῶν
名词 κεντηνάριον(源自拉丁语 centenarium,指百磅黄金)的复数属格。此处充当“价格属格”(genitive of price),由 ὡμολόγησαν 支配,表示同意达成约定的代价(“以三百斤黄金为代价”)。
