- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.29.1-2.29.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
库思老谋害古巴泽斯的企图因遭告发而败露,古巴泽斯遂反叛并向罗马求援,查士丁尼派兵围攻佩特拉。
Ἔς τε Λαζικὴν πρῶτα μὲν ξύλα παμπληθῆ ἐς νηῶν ποίησιν ἐπιτηδείως ἔχοντα ἔπεμψεν, οὐδενὶ φράσας ἐφ’ ὅτῳ δὴ αὐτὰ πέμψειεν, ἀλλὰ τῷ λόγῳ μηχανὰς ἐν Πέτρας τῷ περιβόλῳ καταστησόμενος ταῦτα ἔστελλεν.
库思老首先向拉济卡运送了大量适合建造船只的木料,未对任何人透露运送这些木材的真正目的,只是声称运送它们是为了在佩特拉的城防工事中搭建攻城器械。
ἔπειτα δὲ Περσῶν μαχίμους τριακοσίους ἀπολεξάμενος, Φάβριζόν τε, οὗπερ ἀρτίως ἐπεμνήσθην, αὐτοῖς ἐπιστήσας ἐνταῦθα στέλλει, ᾧ δὴ ἐπήγγελλε Γουβάζην ὡς λαθραιότατα διαχρήσασθαι· τὸ γὰρ ἐνθένδε αὐτῷ μελήσειν.1
接着,他挑选了三百名精悍的波斯战士,任命我方才提及的法布里佐斯统领他们前往该地,命令他务必尽可能隐秘地除掉古巴泽斯;因为此后的事情将由库思老亲自处理。
τὰ μὲν οὖν ξύλα ταῦτα ἐπεὶ ἐς Λαζικὴν ἐκομίσθη, κεραυνόβλητα ἐξαπιναίως γενόμενα τετεφρῶσθαι ξυνέβη· Φάβριζος δὲ ξὺν τοῖς τριακοσίοις ἐς Λαζικὴν ἀφικόμενος ἔπρασσεν ὅπως δὴ ἀμφὶ Γουβάζῃ τὰ πρὸς τοῦ Χοσρόου ἐπηγγελμένα ὑποτελοίη.
然而,当这批木材被运到拉济卡时,恰巧突遭雷击而化为灰烬;法布里佐斯则率领这三百人抵达拉济卡,设法执行库思老所吩咐的关于处置古巴泽斯的密令。
ἐτύγχανε δὲ τῶν τις ἐν Κόλχοις λογίμων, Φαρσάνσης ὄνομα, τῷ Γουβάζῃ προσκεκρουκὼς ἐς μέγα τέ οἱ ἀπ’ αὐτοῦ ἐμπεπτωκὼς ἔχθος καὶ ὡς ἥκιστα θαρσῶν τῷ βασιλεῖ ἐς ὄψιν ἥκειν.
碰巧在科尔基斯人中有一位显要人物,名叫法尔桑塞斯,他与古巴泽斯发生龃龉并招致后者极深的仇怨,因而完全不敢晋见国王。
ὅπερ ἐπεὶ ὁ Φάβριζος ἔγνω, τὸν Φαρσάνσην μεταπεμψάμενος ἐκοινολογεῖτό τε καὶ τὸν ἅπαντα λόγον ἐξενεγκὼν ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὅπη οἱ ἐπιχειρητέα ἐς τὴν πρᾶξιν εἴη.
法布里佐斯得知此事后,召来法尔桑塞斯与之密商,向他透露了整个计划,并向他请教应当如何下手实施这一行动。
ἔδοξε τοίνυν σφίσιν ἐπὶ κοινῆς βουλευσαμένοις Φάβριζον μὲν ἐν Πέτρᾳ τῇ πόλει γενέσθαι, μεταπέμψασθαι δὲ Γουβάζην ἐνταῦθα, ὅπως οἱ ἀγγέλλοι ὅσα δὴ βασιλεῖ ἀμφὶ τῷ ξυνοίσοντι Λαζοῖς δοκοῦντα εἴη.
他们共同商议后决定,由法布里佐斯前往佩特拉城,并在那里召见古巴泽斯,借口向他传达大王认为对拉齐人有益的所有决议。
ἀλλ’ ὁ Φαρσάνσης κρύφα τῷ Γουβάζῃ ἐσήμηνε τὰ πρασσόμενα. διὸ δὴ Γουβάζης παρὰ μὲν Φάβριζον οὐδαμῆ ἦλθεν, ἐκ δὲ τοῦ ἐμφανοῦς ἐς ἀπόστασιν εἶδε.
然而法尔桑塞斯暗中将这一企图告知了古巴泽斯。古巴泽斯因此绝不前往法布里佐斯处,而是公开走向了叛变。
Φάβριζος δὲ Πέρσαις μὲν τοῖς ἄλλοις τοῦ ἐν Πέτρᾳ φυλακτηρίου ἐπιμελεῖσθαι πάσῃ δυνάμει ἐπέστελλε καὶ τὰ ἐς πολιορκίαν ὡς ἀσφαλέστατα ἐξαρτύεσθαι, αὐτὸς δὲ ξὺν τοῖς τριακοσίοις ἐπ’ οἴκου ἄπρακτος ἀνεχώρησε.
法布里佐斯命令其余波斯人全力防守佩特拉的据点,并尽可能稳妥地做好抵御围城的准备,而他本人则率领这三百人一事无成地退兵回国。
Γουβάζης δὲ ἀνενεγκὼν ἐς Ἰουστινιανὸν βασιλέα τὰ παρόντα σφίσι τῶν μὲν τὰ πρότερα πεπραγμένων Λαζοῖς ἐδεῖτο συγγνώμονα εἶναι, ἀμῦναι δὲ σφίσι δυνάμει τῇ πάσῃ ἀπαλλαξείουσι2 τῆς Μήδων ἀρχῆς. οὐ γὰρ κατὰ μόνας δυνήσεσθαι Κόλχους ἀποκρούσασθαι τὴν Περσῶν δύναμιν.
古巴泽斯将他们眼下的处境呈报给查士丁尼皇帝,恳求他宽恕拉齐人先前的所作所为,并倾全力施以援手,拯救这群渴望摆脱米底人统治的人;因为单凭科尔基斯人是无法击退波斯大军的。
Ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, περιχαρὴς γενόμενος ἄνδρας ἑπτακισχιλίους καὶ Δαγισθαῖον ἄρχοντα καὶ Τζάνους χιλίους ἐς ἐπικουρίαν Λαζοῖς ἔπεμψεν.
查士丁尼皇帝听闻后大喜过望,派遣了由达吉斯泰乌斯统帅的七千名兵士以及一千名赞尼人,作为援军前去协助拉齐人。
οἳ δὴ ἐν γῇ τῇ Κολχίδι γενόμενοι ἅμα Λαζοῖς τε καὶ τῷ Γουβάζῃ ἐνστρατοπεδευσάμενοι ἀμφὶ τὸν Πέτρας περίβολον ἐς πολιορκίαν καθίσταντο.
这些人抵达科尔基斯土地后,与拉齐人及古巴泽斯一同驻扎在佩特拉城防外围,展开了围攻。
Περσῶν δὲ τῶν ἐνταῦθα ὄντων καρτερώτατα ἐκ τοῦ περιβόλου ἀμυνομένων, χρόνον τῇ προσεδρείᾳ πολὺν τετρίφθαι ξυνέβη, ἐπεὶ καὶ τὰ ἐδώδιμα ἐναποθέμενοι σφίσιν οἱ Πέρσαι διαρκῶς ἔτυχον.
由于城内的波斯守军依托城垣进行了极其顽强的抵抗,围城耗费了大量的时间,这也因为波斯人恰好为自己储备了充足的粮食。
τούτοις δὲ ὁ Χοσρόης ξυνταραχθεὶς στρατιὰν πολλὴν ἱππέων τε καὶ πεζῶν ἐπ’ αὐτοὺς ἔστελλεν, οἷς δὴ ἄρχοντα Μερμερόην ἐπέστησεν. ὧνπερ ὁ Γουβάζης αἰσθόμενος τῷ Δαγισθαίῳ ἐπίκοινα βουλευσάμενος ἐποίει τάδε.
库思老因这些变故深感震动,遂派遣由骑兵与步兵组成的大军前去征讨,并任命梅尔梅罗埃斯为主帅。古巴泽斯探知此事后,与达吉斯泰乌斯共同商议,采取了如下对策。
Βόας ὁ ποταμὸς ἔξεισιν ἄγχιστά πη τῶν Τζανικῆς ὁρίων ἐν Ἀρμενίοις οἳ δὴ ἀμφὶ τὸ Φαράγγιον ᾤκηνται. καὶ τὰ μὲν πρῶτα ἐν δεξιᾷ ἐπὶ πλεῖστον χωρεῖ, βραχύς τε ἰὼν καὶ πόνῳ οὐδενὶ γινόμενος ἐσβατὸς ἅπασιν3 ἄχρι ἐς χῶρον οὗ δὴ ἐν δεξιᾷ μὲν Ἰβήρων τὰ ὅριά ἐστι, καταντικρὺ δὲ τελευτᾷ ὄρος ὁ Καύκασος.
博阿斯河发源于居住在法兰吉昂周围的亚美尼亚人土地上,极其靠近赞尼凯的边界。它起初主要向右流淌,因水浅且任何人皆可毫不费力地涉水渡过,一路流至一处地方,其右侧是伊比利亚人的边界,对面则是高加索山脉的尽头。
ἐνταῦθα ἔθνη ἄλλα τε πολλὰ καὶ Ἀλανοί τε καὶ Ἀβασγοὶ ᾤκηνται Χριστιανοί τε καὶ Ῥωμαίοις φίλοι ἐκ παλαιοῦ ὄντες, Ζῆχοί τε καὶ μετ’ αὐτοὺς Οὖννοι,
在那里,除了许多其他民族外,还居住着阿兰人和阿巴斯戈伊人,他们是基督徒且自古便是罗马人的盟友,此外还有泽基人,而在他们之后则是匈人,
- 2.29.2τὸ γὰρ ἐνθένδε αὐτῷ μελήσειν
该句由表示间接引语的无人称动词 μέλει 的将来时不定式构成,承接前文的支配动词 ἐπήγγελλε(命令)。与格代词 αὐτῷ 指代库思老本人,中性冠词短语 τὸ ἐνθένδε(“其后的事”)充当不定式 μελήσειν 的主语。
- 2.29.9ἀπαλλαξείουσι
系派生自动词 ἀπαλλάσσω 的愿望动词(desiderative verb)ἀπαλλαξείω 的现在分词阳性复数与格形式,修饰前文的人称代词 σφίσι(拉齐人自身),并支配夺格性属格 τῆς Μήδων ἀρχῆς(米底人的统治),表示他们渴望摆脱波斯统治的心情。
- 2.29.14βραχύς τε ἰὼν καὶ πόνῳ οὐδενὶ γινόμενος ἐσβατὸς ἅπασιν
形容词 βραχύς 在此处作述语性形容词修饰分词 ἰών,指河水“水浅流淌”。并列成分中的形容词 ἐσβατός(可涉渡的、易通行的)带有表示可能的词缀,支配表示关涉的与格 ἅπασιν 以及方式与格 πόνῳ οὐδενί,指“任何人皆可毫不费力地渡过”。
