- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.28.31-2.28.44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
库思老企图以五百名精兵伪装成使团突袭达拉斯,但阴谋走漏并被格奥尔吉乌斯成功阻止。随后波斯使节伊斯迪古斯纳前往拜占庭,尽管未达成任何实质谈判,查士丁尼皇帝仍给予其史无前例的破格礼遇。
Ταῦτα ὁ Χοσρόης βεβουλευμένος Ἰσδιγούσναν ὡς ἐπὶ πρεσβείᾳ δῆθεν τῷ λόγῳ ἐς Βυζάντιον στέλλει, καί οἱ Περσῶν ἀριστίνδην ἀπολεξάμενος πεντακοσίους ξυνέπεμψεν, ἐπιστείλας σφίσι γενέσθαι μὲν ἐν πόλει Δάρας, ἐν οἰκίαις δὲ καταλῦσαι πολλαῖς, ταύτας τε νύκτωρ ἁπάσας ἐμπρῆσαι, καὶ Ῥωμαίων ἀμφὶ τὸ πῦρ τοῦτο ἠσχολημένων, ὡς τὸ εἰκός, ἁπάντων ἀνοιγνύναι μὲν τὰς πύλας εὐθύς, τῇ δὲ πόλει τὸ ἄλλο Περσῶν στράτευμα δέξασθαι.
库思老谋划了这些之后,便以出使为借口派遣伊斯迪古斯纳前往拜占庭,并从波斯人中选拔了五百名精锐与他同行;他指令这些人进入达拉斯城,分住在多处民宅中,并在夜间将这些房屋全部纵火,待罗马人果不其然全忙于灭火之际,便立即打开城门,接纳波斯的其余军队进城。
προείρητο γὰρ τῷ Νισίβιδος πόλεως ἄρχοντι στρατιωτῶν πλῆθος ἄγχιστά πη ἐγκρυφιάζοντι ἐν παρασκευῇ ἔχειν. οὕτω γὰρ αὐτοὺς ᾤετο Χοσρόης οὐδενὶ πόνῳ Ῥωμαίους τε ἅπαντας διαχρήσεσθαι καὶ τὴν πόλιν Δάρας ἐν βεβαίῳ καταλαβόντας σχήσειν.
因为他已预先吩咐尼斯比斯城的长官将大队士兵隐藏在附近的某处准备就绪。库思老认为,如此一来他们便可毫不费力地歼灭所有罗马人,并牢牢占领并守住达拉斯城。
ἀλλά τις εὖ εἰδὼς τά πρασσόμενα, Ῥωμαῖος μὲν ἀνήρ, αὐτόμολος δὲ ὀλίγῳ πρότερον ἐς Πέρσας ἥκων, τὸν πάντα λόγον Γεωργίῳ φράζει, ἐνταῦθα τότε διατριβὴν ἔχοντι, οὗ δὴ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἅτε Περσῶν ἀναπείσαντος τοὺς ἐν τῷ Σισαυράνων πολιορκουμένους φρουρίῳ σφᾶς αὐτοὺς ἐνδοῦναι Ῥωμαίοις.1
然而,有一个深谙内情的人——他本是罗马人,但不久前刚投降波斯——将全盘计划告知了当时正逗留在该地的格奥尔吉乌斯;此人在我前文的记述中曾提及过,正是他劝降了在西绍拉农要塞被围困的波斯守军,使他们向罗马人投降。
Γεώργιος οὖν ἐν τοῖς Ῥωμαίων τε καὶ Περσῶν ὁρίοις ἀπαντήσας τῷ πρεσβευτῇ τούτῳ ἔφασκεν οὐ κατὰ πρεσβείαν τὰ ποιούμενα εἶναι, καὶ οὔ ποτε Πέρσας τοσούτους τὸ πλῆθος ἐν πόλει Ῥωμαίων αὐλίσασθαι.
因此,格奥尔吉乌斯在罗马与波斯的边界迎候这位使节,声称当下的举动完全不合外交使节的规矩,如此众多的波斯人从未在罗马人的城市中留宿过。
χρῆν γὰρ τοὺς μὲν ἄλλους ἅπαντας ἐν χωρίῳ Ἀμμώδιος ἀπολιπεῖν, αὐτῷ δὲ ξὺν ὀλίγοις τισὶν ἐς πόλιν Δάρας ἐσιτητὰ εἶναι.2
因为他应当将其他人全部留在阿莫迪奥斯这个地方,而只能由他本人带领少数随从进入达拉斯城。
ὁ μὲν οὖν Ἰσδιγούσνας ἠγανάκτει τε καὶ δυσφορουμένῳ ἐῴκει, ἅτε περιυβρισμένος οὐ δέον, καίπερ ἐπὶ πρεσβείᾳ παρὰ τὸν Ῥωμαίων βασιλέα στελλόμενος.
于是伊斯迪古斯纳大为恼怒,表现得极为愤恨,仿佛自己明明是受命前往罗马皇帝处的使节,却蒙受了不应有的极大羞辱。
Γεώργιος δέ οἱ οὐ προσέχων τὸν νοῦν ἠγριωμένῳ διεσώσατο τὴν πόλιν Ῥωμαίοις. ξὺν γὰρ ἀνδράσιν εἴκοσι μόνοις τῇ πόλει τὸν Ἰσδιγούσναν ἐδέξατο.
但格奥尔吉乌斯对他的狂怒置若罔闻,从而为罗马人保全了这座城市。因为他只允许伊斯迪古斯纳携带二十名人员入城。
Ταύτης οὖν τῆς πείρας ἀποτυχὼν ὁ βάρβαρος οὗτος ὡς πρεσβεύων ἐς Βυζάντιον ἦλθε, τήν τε γυναῖκα καὶ θυγατέρας ἐπαγόμενος δύο (τοῦτο γὰρ ἦν αὐτῷ τὸ παραπέτασμα τοῦ ξυνεληλυθότος ὁμίλου), τῷ τε βασιλεῖ ἐς ὄψιν ἥκων ἀμφὶ μὲν τῶν σπουδαίων τινὶ οὐ μέγα οὐ μικρὸν ἴσχυσεν εἰπεῖν, καίπερ οὐχ ἧσσον ἢ μῆνας δέκα κατατρίψας ἐν Ῥωμαίων τῇ γῇ.
在这次企图落空后,这个蛮族人便以使节的身份来到了拜占庭,随行携带着妻子和两个女儿(这正是他纠集如此庞大随行人员的幌子);然而当他觐见皇帝时,对于重大事务却无论大小皆说不出一句话来,尽管他在罗马人的土地上消磨了不下十个月的光阴。
τὰ μέντοι δῶρα παρὰ Χοσρόου, ᾗπερ εἴθισται, καὶ γράμματα βασιλεῖ ἔδωκε, δι’ ὧν ὁ Χοσρόης Ἰουστινιανὸν βασιλέα σημῆναι ἠξίου εἴ οἱ τὸ σῶμα ὑγιείας πέρι ὡς ἄριστα ἔχοι.
不过,他还是照惯例呈递了库思老的礼物以及国书;库思老在信中请查士丁尼皇帝告知其玉体康泰与否。
τοῦτον μέντοι τὸν Ἰσδιγούσναν Ἰουστινιανὸς βασιλεὺς μάλιστα πρέσβεων ἁπάντων ὧν ἡμεῖς ἴσμεν ξύν τε πολλῇ φιλοφροσύνῃ εἶδε καὶ διὰ τιμῆς ἱκανῶς ἤγαγεν.
然而,查士丁尼皇帝对这位伊斯迪古斯纳的款待之亲厚、所赐予的礼遇之隆重,超过了我们所知的所有使节。
ὥστε καὶ ἡνίκα δὴ αὐτὸν ἑστιῴη, Βραδούκιον, ὅσπερ αὐτῷ ἑρμηνεὺς εἵπετο, ξὺν αὐτῷ ἐπὶ τῆς στιβάδος κατέκλινε, πρᾶγμα πώποτε οὐ γεγονὸς πρότερον ἐκ τοῦ παντὸς χρόνου.
以至于每当宴请他时,皇帝甚至让作为翻译随他前来的布拉杜基奥斯与他同榻而坐——这在有史以来的整个岁月里是从未发生过的事情。
ἑρμηνέα γὰρ οὐδὲ τῶν τινι καταδεεστέρων ἀρχόντων, μή τί γε δὴ3 βασιλεῖ ὁμοτράπεζον γεγονότα οὐδείς ποτε εἶδεν.
因为谁也不曾见过翻译官能与地位较低的官吏同桌共餐,更不用说是与皇帝同席了。
ἀλλὰ καὶ μεγαλοπρεπέστερον ἢ κατὰ πρεσβευτὴν4 τὸν ἄνδρα τοῦτον ἐδέξατό τε καὶ ἀπεπέμψατο, καίπερ ἐπ’ οὐδενὶ ἔργῳ τὴν πρεσβείαν, ὥσπερ μοι εἴρηται, πεποιημένον. ἢν γάρ τις τάς τε δαπάνας διαριθμήσαιτο καὶ τὰ δῶρα ὅσα ἐνθένδε κεκομισμένος Ἰσδιγούσνας ἀπιὼν ᾤχετο, πλέον αὐτὰ κατατείνοντα ἢ ἐς χρυσοῦ κεντηνάρια δέκα εὑρήσει. τὰ μὲν οὖν τῆς ἐς Δάρας πόλιν ἐπιβουλῆς τῷ Χοσρόῃ ἐς τοῦτο ἐτελεύτα.
不仅如此,皇帝接见并遣返这个人的规格,甚至远远超出了对待使节应有的排场,尽管正如我所说的那样,他这趟出使根本未成任何实事。 因为若是有人清算花费与伊斯迪古斯纳由此处获赠并带走的所有礼物,便会发现其总额超过了十个金肯特纳里昂。库思老谋夺达拉斯城的图谋,最终便以这样的结局收场。
- 2.28.33ἅτε Περσῶν ἀναπείσαντος τοὺς ἐν τῷ Σισαυράνων πολιορκουμένους φρουρίῳ σφᾶς αὐτοὺς ἐνδοῦναι Ῥωμαίοις
此处为与动词 ἐμνήσθην 的宾语、属格关系代词 οὗ(指代格奥尔吉乌斯)保持格一致的状语分词结构(ἅτε + 属格分词 ἀναπείσαντος),用以说明前文提及他的缘由。
- 2.28.35ἐσιτητὰ εἶναι
形容词/动名词性形容词 ἐσιτητός 的中性复数用于无人称结构,与与格 αὐτῷ 搭配,表示“应当允许他进入/入城”。
- 2.28.42μή τί γε δὴ
惯用短语,意为“何况/遑论/更不用说”,承接前文的否定语气,强调与皇帝同席用餐更是匪夷所思之事。
- 2.28.43μεγαλοπρεπέστερον ἢ κατὰ πρεσβευτὴν
比较级副词 μεγαλοπρεπέστερον 接 ἤ κατὰ + 宾格,是表示“超出……所配/不合……身份规格”的惯用比较结构,指接待规格远远超出了寻常使节的标准。
