- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.27.31-2.27.46
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
库思老指挥波斯全军强攻埃德萨城墙,城内军民奋力抵御击退敌军;波斯军后续突击再次受挫后,库思老接受和约并收取赎金撤军。
τοιαύτῃ μὲν γνώμῃ τὸ στράτευμα ὁ Χοσρόης οὕτω διέταξε. τῆς δὲ μάχης πρωὶ ἀρξαμένης κατ’ ἀρχὰς μὲν τὰ Περσῶν καθυπέρτερα ἦν.
库思老怀着这般意图,如此部署了军队。战斗在清晨打响,起初波斯人占据了上风。
πολλοὶ γὰρ πρὸς λίαν ὀλίγους ἐμάχοντο, ἐπεὶ τῶν Ῥωμαίων οἱ πλεῖστοι ἀνήκοοί τε τῶν ποιουμένων καὶ ἀπαράσκευοι παντάπασιν ἦσαν.
因为多数人与极少数人作战,由于罗马人中大多数既不知晓所发生之事,又毫无防备。
προϊούσης δὲ τῆς ξυμβολῆς θορύβων τε καὶ ταραχῆς ἔμπλεως ἡ πόλις ἐγίνετο, καὶ ξύμπαντες ἤδη αὐταῖς γυναιξὶ καὶ παιδαρίοις1 ἐπὶ τὸ τεῖχος ἀνέβαινον.
但随着战事推进,城内充满喧嚣与混乱,此时所有人,包括妇女儿童在内,都登上了城墙。
οἱ μὲν οὖν ἐν ἡλικίᾳ ξὺν τοῖς στρατιώταις καρτερώτατα τοὺς πολεμίους ἠμύνοντο, καὶ τῶν ἀγροίκων πολλοὶ ἐς τοὺς βαρβάρους ἔργα θαυμαστὰ ἐπεδείκνυντο.
青壮年遂与士兵们一道竭力抵御敌人,许多农夫也对蛮族展现了惊人的英勇。
παῖδες δὲ καὶ γυναῖκες ξὺν τοῖς γεγηρακόσι λίθους τε τοῖς μαχομένοις ξυνέλεγον καὶ τἄλλα ὑπούργουν.
儿童与妇女同老人们一起,为作战者搜集石块并提供其他协助。
τινὲς δὲ καὶ λέβητας ἐλαίου πολλοὺς ἐμπλησάμενοι πυρί τε αὐτοὺς πανταχῆ τοῦ τείχους ἐς διαρκῆ θερμήναντες χρόνον καὶ ζέον ὑπεράγαν τὸ ἔλαιον περιρραντηρίοις τισὶν ἐπιχέοντες ἔτι μᾶλλον τοὺς πολεμίους τοὺς τῷ περιβόλῳ προσιόντας ἐλύπουν.
还有些人将许多大锅装满油,在城墙各处架火烧煮了相当长的时间,用某种喷洒器具浇下滚烫的沸油,进一步打击了逼近城垣的敌人。
ἤδη μὲν οὖν ἀπειπόντες οἱ Πέρσαι τὰ ὅπλα ἐρρίπτουν, τῷ τε βασιλεῖ ἐς ὄψιν ἐλθόντες πρὸς τὸν πόνον ἀντέχειν οὐκέτι ἔφασκον οἷοί τε εἶναι.
波斯人此时已经精疲力竭,抛掷武器,走到国王面前声称自己再也无法承受这般苦战。
θυμῷ δὲ πολλῷ ὁ Χοσρόης ἐχόμενος καὶ ξὺν ἀπειλῇ ἐγκελευόμενος ἅπασιν ἐπὶ τοὺς πολεμίους ἐνῆγεν.
库思老盛怒之下,以威胁严加督促,驱使所有人冲向敌人。
οἱ δὲ κραυγῇ καὶ θορύβῳ πολλῷ τούς τε πύργους καὶ τὰς ἄλλας μηχανὰς τῷ τείχει προσῆγον καὶ τὰς κλίμακας ἐπετίθεντο, ὡς τὴν πόλιν αὐτοβοεὶ ἐξαιρήσοντες.2
他们伴随着喧哗与呐喊,将攻城塔与其他器械推近城墙并架起云梯,企图一鼓作气攻克城池。
τῶν δὲ Ῥωμαίων συχνά τε βαλλόντων καὶ παντὶ σθένει ἀμυνομένων, τρέπονται μὲν κατὰ κράτος οἱ βάρβαροι, ἀναχωροῦντα δὲ τὸν Χοσρόην ἐτώθαζον Ῥωμαῖοι, ἐς τειχομαχίαν παρακαλοῦντες.
但罗马人密集投射,全力防守,蛮族遭到彻底击溃;库思老退却时,罗马人出言嘲弄他,挑衅他继续来攻城。
μόνος δὲ Ἀζαρέθης ἀμφὶ πύλας τὰς Σοΐνας καλουμένας ξὺν τοῖς ἑπομένοις ἐμάχετο, οὗ δὴ Τριπυργίαν καλοῦσι τὸν χῶρον.
唯有阿扎雷特斯率其部众在所谓的索伊纳斯门一带激战,人们称该地为三塔地。
Τῶν δὲ ταύτῃ Ῥωμαίων οὐκ ὄντων σφίσιν ἀξιομάχων, ἀλλὰ καὶ πρὸς τὰς προσβολὰς ἀπειπόντων, ἤδη τὸ ἐκτὸς τεῖχος, ὃ δὴ καλοῦσι προτείχισμα, πολλαχῆ διελόντες οἱ βάρβαροι ἰσχυρότατα τοῖς ἐκ τοῦ μεγάλου περιβόλου ἀμυνομένοις ἐνέκειντο, ἕως αὐτοῖς Περάνιος ξύν τε στρατιώταις πολλοῖς καὶ τῶν Ἐδεσσηνῶν τισιν ἐπεξῆλθε μάχῃ τε νικήσας ἐξήλασε.
由于此处的罗马人无法与他们匹敌,甚至在猛攻面前屈服,蛮族已在多处打破被称为外垒的外墙,猛烈压迫从大城垣上防守的军民,直至佩拉尼乌斯率领大批士兵和部分埃德萨人出击,在战斗中将其击败并驱逐出去。
καὶ ἡ τειχομαχία πρωὶ ἀρξαμένη ἐτελεύτα εἰς δείλην ὀψίαν, ἀμφότεροί τε τὴν νύκτα ἐκείνην ἡσυχῆ ἔμενον, Πέρσαι μὲν περί τε τοῖς χαρακώμασι δεδιότες καὶ σφίσιν αὐτοῖς, Ῥωμαῖοι δὲ λίθους τε ξυλλέγοντες ἐς τὰς ἐπάλξεις καὶ τἄλλα ἐν παρασκευῇ τῇ πάσῃ ποιούμενοι, ὡς τῇ ὑστεραίᾳ μαχούμενοι τοῖς πολεμίοις ἐπὶ τὸ τεῖχος προσβαλοῦσιν.
攻城之战始于清晨,终于傍晚,双方在那夜都保持平静;波斯人为自己的营垒与自身的安危忧惧,罗马人则向女墙收集石块,全面做好一切准备,以便次日迎击再次攻城的敌军。
ἡμέρᾳ μὲν οὖν τῇ ἐπιγινομένῃ τῶν βαρβάρων οὐδεὶς ἐπὶ τὸν περίβολον ἦλθε, τῇ δὲ μετ’ ἐκείνην μοῖρα μὲν τοῦ στρατοῦ Χοσρόου ἐγκελευομένου ταῖς Βαρλαοῦ καλουμέναις πύλαις ἐπέσκηψεν, ὑπαντιασάντων δὲ Ῥωμαίων αὐτοῖς ἡσσήθησάν τε παρὰ πολὺ τῇ μάχῃ καὶ δι’ ὀλίγου ἐς τὸ στρατόπεδον ἀνεχώρησαν.
次日蛮族中无人接近城垣;但在随后的一天,波斯军队的一支在库思老的督令下突袭所谓的巴拉奥斯门,但罗马人迎上前去,〔波斯军〕在战斗中大败,不久便退回营地。
καὶ τότε Παῦλος ὁ Περσῶν ἑρμηνεὺς παρὰ τὸ τεῖχος ἥκων Μαρτῖνον ἐκάλει, ἐφ’ ᾧ τὰ ἐς τὴν ξύμβασιν διοικήσηται.
随后波斯人的翻译保罗来到城墙边呼唤马丁,以便商讨和约条款。
οὕτω τε Μαρτίνου τοῖς Περσῶν ἄρχουσιν ἐς λόγους ἐλθόντος ξυνέβησαν, καὶ πέντε κεντηνάρια πρὸς τῶν Ἐδεσσηνῶν ὁ Χοσρόης λαβὼν ἐν γράμμασιν αὐτοῖς τὴν ὁμολογίαν ἀπέλιπε τοῦ μηδὲν Ῥωμαίοις περαιτέρω λυμήνασθαι,3 τά τε χαρακώματα πάντα ἐμπρήσας ἐπ’ οἴκου ἀνεχώρησε παντὶ τῷ στρατῷ.
马丁遂与波斯将领们展开会谈,双方达成和议;库思老从埃德萨人手中收受了五百磅黄金后,留下书面保证不再对罗马人造成任何损害,并将全部营垒焚毁,率领全军踏上归程。
- 2.27.33αὐταῖς γυναιξὶ καὶ παιδαρίοις
伴随与格(αὐτός 连同名词与格),意为“连同妇女儿童在内”。在语境中强调无论老幼妇孺,全体市民皆登城参战的全面动员状态。
- 2.27.39ὡς τὴν πόλιν αὐτοβοεὶ ἐξαιρήσοντες
ὡς 加将来分词结构,表主观意图或期望(“企图……”、“打算……”)。副词 αὐτοβοεὶ 为惯用语,意为“凭一声呐喊即/一举(不经正规围城)”。
- 2.27.46τοῦ μηδὲν Ῥωμαίοις περαιτέρω λυμήνασθαι
带冠词不定词属格作同位或说明性属格,修饰名词 ὁμολογία(协定、誓约),说明书面保证的具体内容(“即不再以任何方式危害罗马人”)。否定词 μηδέν 体现了条约中的承诺与禁止意义。
