← 普罗科皮乌斯

战史

§2.28.1-2.28.16

五年休战协定与库思老的背约谋划

在将领尤斯图斯与佩拉尼乌斯去世并委任继任者后,查士丁尼派使节与波斯王库思老达成了为期五年的停战协定;而在此期间萨拉森人首领爆发内战,库思老亦暗中谋划背约袭击罗马。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.28.1

Ὑπὸ τὸν χρόνον τοῦτον Ῥωμαίων τετελευτήκασι στρατηγοὶ δύο, Ἰοῦστός τε ὁ βασιλέως ἀνεψιὸς καὶ Περάνιος ὁ Ἴβηρ, Ἰοῦστος μὲν νόσῳ διαφθαρείς, Περανίῳ δὲ συνέβη ἐν κυνηγεσίῳ τοῦ ἵππου ἐκπεπτωκότι διαρραγῆναι.1

约在此期间,罗马方面的两位统帅去世了:皇帝的堂弟尤斯图斯和伊比利亚人佩拉尼乌斯。尤斯图斯死于疾病,而佩拉尼乌斯则因在打猎时坠马导致内脏破裂。

§2.28.2

διὸ δὴ ἀντ’ αὐτῶν βασιλεὺς ἑτέρους καταστησάμενος ἔπεμψε Μάρκελλόν τε, τὸν ἀδελφιδοῦν τὸν αὑτοῦ ἄρτι γενειάσκοντα, καὶ Κωνσταντιανόν, ὃς δὴ ὀλίγῳ πρότερον ἅμα Σεργίῳ παρὰ Χοσρόην πρεσβεύων ἐστάλη.

因此,皇帝任命他人接替他们并派了出去:自己的外甥马塞卢斯,此人方才初长胡须;以及不久前曾与塞尔吉乌斯一同出使库思老的君士坦提亚努斯。

§2.28.3

ἔπειτα δὲ Ἰουστινιανὸς βασιλεὺς πρέσβεις παρὰ Χοσρόην ἐπὶ τῇ ξυμβάσει Κωνσταντιανόν τε καὶ Σέργιον ἔπεμψεν.

随后,查士丁尼皇帝派遣君士坦提亚努斯与塞尔吉乌斯作为使节前往库思老处商谈和约。

§2.28.4

οἱ δὲ αὐτὸν καταλαμβάνουσιν ἐν Ἀσσυρίοις, οὗ δὴ πολίσματα δύο Σελεύκειά τε καὶ Κτησιφῶν ἐστι, Μακεδόνων αὐτὰ δειμαμένων οἳ μετὰ τὸν Φιλίππου Ἀλέξανδρον Περσῶν τε ἦρξαν καὶ τῶν ταύτῃ ἐθνῶν.

他们在亚述境内追上了他,那里有塞琉西亚和泰西封两座城镇,是由在腓力之子亚历山大之后统治波斯人及该地诸民族的马其顿人建造的。

§2.28.5

ἄμφω δὲ ταῦτα Τίγρης ποταμὸς διορίζει· οὐ γὰρ ἄλλην χώραν μεταξὺ ἔχουσιν.

底格里斯河将这两座城镇隔开,因为它们之间并无其他土地。

§2.28.6

ἐνταῦθα ἐντυχόντες Χοσρόῃ οἱ πρέσβεις ἠξίουν μὲν τὰ ἐπὶ τῆς Λαζικῆς χωρία Ῥωμαίοις ἀποδοῦναι, βεβαιότατα δὲ πρὸς αὐτοὺς τὰ ἀμφὶ τῇ εἰρήνῃ κρατύνασθαι.

使节们在那里会见库思老,要求将拉齐卡境内的各据点归还给罗马人,并与他们以最坚固的方式确立和平条款。

§2.28.7

Χοσρόης δὲ οὐ ῥᾴδιον αὐτοὺς ἔφασκεν εἶναι ἀλλήλοις ξυμβῆναι, ἢν μή τινα ἐκεχειρίαν θέμενοι πρότερον οὕτω τε ἀδεέστερον ἀεὶ ἐς ἀλλήλους φοιτῶντες τά τε διάφορα διαλύσουσι καὶ τὰ τῆς εἰρήνης ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν θήσονται.

但库思老声称,双方若不先缔结停战协定,从而在往来互访中更加免于猜忌,进而消除分歧并将未来的和平置于安全的基础之上,便不容易达成和解。

§2.28.8

χρῆναι δὲ ὑπὲρ τῆς ἀεὶ ἐκεχειρίας χρήματά τέ οἱ τὸν Ῥωμαίων αὐτοκράτορα δοῦναι καί τινα Τριβοῦνον ὄνομα ἰατρὸν πέμψαι, ἐφ’ ᾧ οἱ ξυνδιατρίψει τακτόν τινα χρόνον.2

他还主张,为了维持持续的停战,罗马皇帝必须给予他金钱,并派遣一位名叫特里布努斯的医生,条件是他要在库思老身边留驻一段指定的时间。

§2.28.9

ἐτύγχανε γὰρ ὁ ἰατρὸς οὗτος νόσου τε αὐτὸν ἀπαλλάξας χαλεπῆς πρότερον καὶ ἀπ’ αὐτοῦ φίλος τε καὶ ποθεινὸς ἐς τὰ μάλιστα ὤν.

因为这位医生此前曾治愈过他的一场重病,因此极受他的喜爱与珍视。

§2.28.10

ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, τόν τε Τριβοῦνον καὶ τὰ χρήματα εὐθὺς ἔπεμψε ξυνιόντα ἐς κεντηνάρια εἴκοσιν.

查士丁尼皇帝听闻此事后,立即派遣了特里布努斯并送去金钱,总计达二十个肯特纳里亚。

§2.28.11

οὕτω τε αἱ σπονδαὶ γεγόνασι Ῥωμαίοις τε καὶ Πέρσαις ἐς ἐνιαυτοὺς πέντε, δέκατόν τε καὶ ἔνατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.

罗马人与波斯人之间的和约遂得以缔结,为期五年,时值查士丁尼皇帝执掌最高权力的第十九年。

§2.28.12

Ὀλίγῳ δὲ ὕστερον Ἀρέθας τε καὶ Ἀλαμούνδαρος, οἱ τῶν Σαρακηνῶν ἄρχοντες, πόλεμον πρὸς ἀλλήλους κατὰ μόνας διέφερον, οὔτε Ῥωμαίων οὔτε Περσῶν ἀμυνόντων σφίσι.

不久之后,萨拉森人的首领阿雷塔斯与阿拉蒙达罗斯在既无罗马人也无波斯人相助的情况下,独自互相交战。

§2.28.13

καὶ Ἀλαμούνδαρος μὲν ἕνα τῶν Ἀρέθα παίδων ἵππους νέμοντα ἐξ ἐπιδρομῆς ἑλὼν τῇ Ἀφροδίτῃ εὐθὺς ἔθυσε, καὶ ἀπ’ αὐτοῦ ἐγνώσθη οὐ καταπροΐεσθαι τὰ Ῥωμαίων πράγματα Πέρσαις Ἀρέθαν.3

阿拉蒙达罗斯在一场突袭中俘获了阿雷塔斯正在牧马的一个儿子,随即将其献祭给阿芙洛狄忒;由此人们认识到阿雷塔斯并未向波斯人出卖罗马人的利益。

§2.28.14

μετὰ δὲ ξυνίασι μὲν ἐς μάχην ἑκάτεροι παντὶ τῷ στρατῷ, νικῶσι δὲ κατὰ κράτος οἱ ξὺν τῷ Ἀρέθᾳ, τρεψάμενοί τε τοὺς πολεμίους πολλοὺς ἔκτειναν. καὶ παρ’ ὀλίγον Ἀρέθας ἦλθε δύο τῶν Ἀλαμουνδάρου παίδων ζῶντας ἑλεῖν, οὐ μέντοι γε εἷλε. τὰ μὲν οὖν Σαρακηνῶν ταύτῃ πη εἶχεν.

其后双方各率全军交战,阿雷塔斯一方大获全胜,击溃敌人并杀戮甚众。阿雷塔斯甚至差一点生擒阿拉蒙达罗斯的两个儿子,但终究未能捕获。萨拉森人的局势大体如此。

§2.28.15

Χοσρόης δέ, ὁ Περσῶν βασιλεύς, ἔνδηλος γέγονε τὴν ἐκεχειρίαν νῷ δολερῷ πρὸς Ῥωμαίους πεποιημένος,4 ἐφ’ ᾧ δὴ αὐτοὺς διὰ τὴν εἰρήνην ἀναπεπτωκότας λαβὼν ἀνήκεστόν τι ἐργάσεται.

然而,波斯国王库思老却被证明是心怀诡计与罗马人缔结了停战协定,指望趁他们因和平而放松戒备之际,给予他们无法挽回的重创。

§2.28.16

τρίτῳ γὰρ τῆς ἐκεχειρίας ἐνιαυτῷ μηχανᾶται τοιάδε· ἤστην ἐν Πέρσαις ἀδελφοὶ δύο, Φάβριζός τε καὶ Ἰσδιγούσνας, ἀρχὰς μὲν περιβεβλημένω ἐνταῦθα μεγίστας καὶ ἄλλως λογισμῷ πονηροτάτω Περσῶν ἁπάντων καὶ δόξαν ἐπὶ τῇ δεινότητι καὶ κακοτροπίᾳ πολλὴν ἔχοντε.

因为在停战的第三年,他策划了如下诡计:波斯有两兄弟,法布里佐斯与伊斯迪古斯纳斯,他们在当地身居最高职位,本就是全波斯人中智谋最为阴险之徒,并因狡诈与奸恶享有盛名。

语法注4 条
  1. 2.28.1Ἰοῦστος μὲν νόσῳ διαφθαρείς, Περανίῳ δὲ συνέβη ἐν κυνηγεσίῳ τοῦ ἵππου ἐκπεπτωκότι διαρραγῆναι

    该句为对前文两位将领主语(Ἰοῦστός τε... καὶ Περάνιος)的分项阐述。前半句 Ἰοῦστος μὲν διαφθαρείς 采用主格分词结构,后半句并未采用对称的主格分词形式,而是通过破格结构(anacoluthon)转为非人称动词 συνέβη 配与格分词 Περανίῳ... ἐκπεπτωκότι 与不定式 διαρραγῆναι 的句式。

  2. 2.28.8ἐφ’ ᾧ οἱ ξυνδιατρίψει τακτόν τινα χρόνον

    连词 ἐφ' ᾧ(以……为条件)搭配将来时直陈式(ξυνδιατρίψει),用于引出协议或商定中的限定条件。代词 οἱ 为间接反身或第三人称单数与格,指代主句逻辑主语库思老本人。

  3. 2.28.13καὶ ἀπ’ αὐτοῦ ἐγνώσθη οὐ καταπροΐεσθαι τὰ Ῥωμαίων πράγματα Πέρσαις Ἀρέθαν

    非人称被动态动词 ἐγνώσθη(为人所知、显明)带有一个带不定式的宾格从句(Ἀρέθαν... οὐ καταπροΐεσθαι τὰ Ῥωμαίων πράγματα)作为实质上的主语从句。动词 καταπροΐεμαι 意为向某人(Πέρσαις)“出卖、牺牲或放弃(利益)”。

  4. 2.28.15ἔνδηλος γέγονε τὴν ἐκεχειρίαν νῷ δολερῷ πρὸς Ῥωμαίους πεποιημένος

    表示明晰的形容词 ἔνδηλος(显然的)通过系动词 γέγονε 搭配与主语(Χοσρόης)一致的主格完成时分词 πεποιημένος 作补足语。这是一种标准的人称性补足语分词结构,用以替代带 ὅτι 从句的非人称表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.28.1-2.28.16