- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.27.14-2.27.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马人纵火焚毁了波斯人的攻城土丘,随后波斯人的夜袭及对大门的强攻均被击退。和谈使节雷基纳里乌斯抵达后,库思老怀疑罗马人拖延谈判,遂率全军准备发动总攻。
ᾗ τε γὰρ ὁ χοῦς ἐπιβληθείη, ταύτῃ μὲν ὁ καπνός, ὡς τὸ εἰκός, ἀνεστέλλετο, ἑτέρωθι δὲ οὐκ εἰς μακρὰν ἀνεδίδοτο, αὐτὸν τοῦ πυρὸς καὶ βιάζεσθαι τὴν ἔξοδον ὅπη δύναιτο ἀναγκάζοντος·1 τό τε ὕδωρ ᾗ μάλιστα ἐπισκήψειε, πολλῷ ἔτι μᾶλλον τήν τε ἄσφαλτον καὶ τὸ θεῖον ἐνεργεῖν ἴσχυεν ἐπί τε τὴν ἐν ποσὶν ὕλην ἀκμάζειν ἐποίει, καὶ τὸ πῦρ ἐπὶ τὰ πρόσω ἀεὶ ἐνῆγεν, ἐπεὶ τοῦ χώματος ἐντὸς οὐδαμῆ τοσοῦτον ἐξικνεῖσθαι τοῦ ὕδατος εἶχεν ὅσον τῷ ὑπερβάλλοντι κατασβέσαι τὴν φλόγα οἷόν τε εἶναι.
因为在倾倒泥土的地方,烟雾固然如常被遏制,但不久又在别处喷出,由于火势迫使烟雾在任何可能之处强行冲出通道。而在倾注水最多的地方,水反而更能增强沥青与硫磺的作用,使眼前的燃烧物剧烈燃烧,并不断将火势向前推进,因为水无论如何都不可能大量渗入土丘内部,多到足以凭借数量扑灭火焰。
ὁ δὲ καπνὸς ἀμφὶ δείλην ὀψίαν τοσοῦτος ἐγίνετο ὥστε καὶ τοῖς Καρρηνοῖς καὶ ἄλλοις τισὶ πολλῷ ἐπέκεινα ᾠκημένοις ἔνδηλος εἶναι.
到了傍晚时分,烟雾变得如此浓重,甚至远在卡雷的居民以及住得更远的某些人也能清晰看见。
Περσῶν δὲ καὶ Ῥωμαίων πολλῶν ὕπερθεν ἀναβεβηκότων τοῦ χώματος, μάχης τε καὶ ὠθισμοῦ ἐνταῦθα ξυστάντος, ἐνίκων Ῥωμαῖοι.
大批波斯人与罗马人登上土丘顶部,在那里展开了一场激战与肉搏推挤,罗马人赢得了胜利。
τότε καὶ ἡ φλὸξ λαμπρῶς ἐκδοθεῖσα ὑπὲρ τὸ χῶμα ἐφαίνετο, Πέρσαι δὲ τοῦ μὲν ἔργου τούτου ἀπέσχοντο.
此时火苗也熊熊喷发,显露在土丘之上,波斯人便放弃了这项工作。
Ἕκτῃ δὲ ἀπὸ ταύτης ἡμέρᾳ, ὄρθρου βαθέος, μοίρᾳ τινὶ τοῦ περιβόλου λάθρα ἐπέσκηψαν κλίμακας ἔχοντες, οὗ δὴ τὸ φρούριον ἐπωνόμασται.
自此之后的第六天拂晓时分,波斯人携带云梯,秘密突袭了城垣上被称为要塞的某一处。
τῶν δὲ φυλακὴν ἐνταῦθα ἐχόντων Ῥωμαίων πρᾷόν τινα καθευδόντων ὕπνον, ἅτε τῆς νυκτὸς πρὸς πέρας ἰούσης, ἡσυχῆ τὰς κλίμακας τῷ τείχει ἐρείσαντες ἀνέβαινον ἤδη.
在那里守卫的罗马人由于黑夜将尽,正酣然入睡,波斯人便悄悄将云梯架在城墙上,已经开始攀登。
τῶν δέ τις ἀγροίκων μόνος ἐγρηγορὼς ἐν Ῥωμαίοις ἅπασιν ἔτυχεν, ὃς δὴ ξὺν βοῇ τε καὶ θορύβῳ πολλῷ ἅπαντας ἤγειρε.
但在所有罗马人中,碰巧唯独一名农夫醒着,他大声呼喊喧嚷,唤醒了所有人。
καὶ μάχης καρτερᾶς γενομένης ἡσσῶνται Πέρσαι, ἔς τε τὸ στρατόπεδον ἀνεχώρησαν, αὐτοῦ λιπόντες τὰς κλίμακας, ἅσπερ κατ’ ἐξουσίαν Ῥωμαῖοι ἀνεῖλκον.
经过一场苦战,波斯人被击败并退回营地,把云梯留在了原地,罗马人得以从容地将梯子拉了上去。
Χοσρόης δὲ ἀμφὶ ἡμέραν μέσην πολλήν τινα τοῦ στρατοῦ μοῖραν ἐπὶ τὴν μεγάλην καλουμένην πύλην ὡς τειχομαχήσοντας ἔπεμψεν.
正午前后,库思老派遣大军的一支劲旅前往所谓的大门,企图攻城。
οἷς δὴ Ῥωμαῖοι ὑπαντιάσαντες οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ ἀγροῖκοι καὶ τοῦ δήμου τινὲς καὶ μάχῃ νικήσαντες παρὰ πολὺ τοὺς βαρβάρους ἐτρέψαντο.
迎击他们的不仅有罗马士兵,还有农夫和一部分平民,他们在战斗中大胜,将蛮族人彻底击溃。
ἔτι τε Περσῶν διωκομένων Παῦλος ἑρμηνεὺς παρὰ Χοσρόου ἥκων ἐς μέσους Ῥωμαίους ἀπήγγελλε Ῥεκινάριον ἐπὶ τῇ εἰρήνῃ ἐκ Βυζαντίου ἥκειν, οὕτω τε ἀμφότεροι διελύθησαν.
波斯人仍在被追击之际,来自库思老的翻译保罗走入罗马人中间,通报雷基纳里乌斯已自拜占庭抵达商谈和约,双方遂各自罢兵收兵。
ἤδη δέ τισι πρότερον ἡμέραις ὁ Ῥεκινάριος ἐς τὸ τῶν βαρβάρων στρατόπεδον ἀφῖκτο.
实际上早在数日前,雷基纳里乌斯就已抵达蛮族营地。
ἀλλὰ τοῦτο ἐς Ῥωμαίους ὡς ἥκιστα ἐξήνεγκαν Πέρσαι, καραδοκοῦντες δηλονότι τὴν ἐς τὸ τεῖχος ἐπιβουλήν, ὅπως, ἢν μὲν αὐτὸ ἐξελεῖν δύνωνται, μηδαμῆ ἐς τὰς σπονδὰς παρανομεῖν δόξωσιν, ἡσσηθέντες δέ, ὅπερ ἐγένετο, τὰ ἐς τὴν ξύμβασιν, Ῥωμαίων προκαλουμένων πρὸς αὐτάς, θήσονται.2 ἐπεὶ δὲ Ῥεκινάριος ἐγένετο εἴσω πυλῶν, Πέρσαι μὲν ἠξίουν τοὺς τὴν εἰρήνην διοικησομένους παρὰ Χοσρόην αὐτίκα δὴ μάλα ἰέναι, Ῥωμαῖοι δὲ σταλήσεσθαι πρέσβεις ἡμέραις τρισὶν ὕστερον ἔφασαν· τανῦν γὰρ σφίσι κακῶς τοῦ σώματος Μαρτῖνον τὸν στρατηγὸν ἔχειν.3
然而波斯人绝未向罗马人透露此事,显然是想静观攻城图谋的结果,以便倘若攻下城池,便显得丝毫未违背停战之议,而若是失败(正如事实发生的那样),他们便能按照罗马人的提议,商定和约条款。 当雷基纳里乌斯进城之后,波斯人要求负责议和的人立即前去拜见库思老;但罗马人宣称将在三天后派遣使节,因为目前将领马丁身体欠安。
Εἶναί τε ὑποτοπάζων οὐχ ὑγιᾶ τὸν λόγον Χοσρόης τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο. καὶ τότε μὲν πλίνθων πάμπολύ τι χρῆμα ἐπὶ τὸ χῶμα ἐπέβαλε, δυοῖν δὲ ὕστερον ἡμέραιν παντὶ τῷ στρατῷ ὡς τειχομαχήσων ἐπὶ τὸν τῆς πόλεως περίβολον ἦλθεν.
库思老怀疑这一托辞不诚实,便着手整饬阵势准备交锋。当时他将极大量的砖块抛掷在土丘上,两天后率领全军开赴城池的城垣,准备强攻。
ἔν τε πύλῃ ἑκάστῃ τῶν τινας ἀρχόντων καὶ μέρος τι τοῦ στρατεύματος καταστησάμενος ἅπαν τε τὸ τεῖχος ταύτῃ περιβαλὼν κλίμακάς τε αὐτῷ καὶ μηχανὰς προσῆγεν.
他在每座城门处部署了若干将领与部分军队,以此包围了整座城墙,并将云梯和攻城器械运送到城下。
ὄπισθεν δὲ τοὺς Σαρακηνοὺς ἅπαντας ξὺν τῶν Περσῶν τισιν ἔταξεν, οὐκ ἐφ’ ᾧ τῷ περιβόλῳ προσβάλωσιν,4 ἀλλ’ ὅπως ἁλισκομένης τῆς πόλεως αὐτοὶ τοὺς φεύγοντας σαγηνεύσαντες λάβωσι.
他又将全体萨拉森人与部分波斯人部署在后方,目的并非让他们进攻城垣,而是为了在城池被攻陷时,由他们如拉网捕鱼般擒获逃亡者。
- 2.27.14αὐτὸν τοῦ πυρὸς καὶ βιάζεσθαι τὴν ἔξοδον ὅπη δύναιτο ἀναγκάζοντος
此处由独立属格 τοῦ πυρὸς ἀναγκάζοντος 统领带不定词的宾格结构(αὐτὸν βιάζεσθαι)。代词 αὐτόν 作不定词的逻辑主语,指代前文的“烟雾”(ὁ καπνός),τὴν ἔξοδον 则是 βιάζεσθαι 的宾语。全句在逻辑上充当原因说明,解释为何烟雾虽在一处被堵,却在别处破土而出。
- 2.27.26ὅπως, ἢν μὲν αὐτὸ ἐξελεῖν δύνωνται, μηδαμῆ ἐς τὰς σπονδὰς παρανομεῖν δόξωσιν, ἡσσηθέντες δέ, ὅπερ ἐγένετο, τὰ ἐς τὴν ξύμβασιν, Ῥωμαίων προκαλουμένων πρὸς αὐτάς, θήσονται
目的连词 ὅπως 引导了两个并列对立的项:前半句使用不定过去时虚拟式(δόξωσιν),后半句则转为将来时直陈式(θήσονται)。短语 τὰ ἐς τὴν ξύμβασιν... θήσονται 为中动相惯用表达,意为“订立/商定协议条款”。Ῥωμαίων προκαλουμένων 为独立属格结构,作状语修饰(“正如罗马人所提议的那样”)。
- 2.27.27κακῶς τοῦ σώματος Μαρτῖνον τὸν στρατηγὸν ἔχειν
由副词 κακῶς 与 ἔχω 构成的表状态习惯搭配,搭配表示范围或关涉的属格(genitive of specification)τοῦ σώματος,字面意为“在身体方面状况不佳”,即“身体抱恙”。在间接引语中作为由 ἔφασαν 统领的带宾格的不定词短语的主干。
- 2.27.30οὐκ ἐφ’ ᾧ τῷ περιβόλῳ προσβάλωσιν
介词关系代词短语 ἐφ' ᾧ(“以……为条件/目的”)后接虚拟式 προσβάλωσιν,表达否定的目的(“并非为了强攻城垣”)。古典希腊语中 ἐφ' ᾧ 多接不定词或将来时直陈式,但在普罗柯比等后世作家笔下,常类同目的连词 ἵνα / ὅπως 带虚拟式使用。
